51
εἴρηται γοῦν καὶ ἐν παροιμίαις ὑπ' αὐτοῦ τούτου τοῦ σοφοῦ· "ἄνοια ἐξῆπται καρδίᾳ νέου". παραφύεται τῇ "νεότητι" ἡ "ἄγνοια". εἰ μή τις γοῦν ὑπερβάλῃ τὴν τῆς "νεότητος" κίνησιν καὶ ὥσπερ ἐν "νεό τητι" πρεσβυτικῶς κινῆται, "ἄγνοιαν" πολλὴν ἔχει. "ἵνα δῷ ἀκάκῳ πανουργίαν, παιδὶ δὲ νέῳ αἴσθησίν τε καὶ ἔννοιαν". εἰ "δίδοται τῷ παιδὶ τῷ νέῳ" ὑπὸ τῆς σοφίας "αἴσθησις καὶ ἔννοια", δῆλον ὅτι ἀπέβαλεν τὴν "ἄγνοιαν". ὅτε μὴ ἔχει ἐπιστήμην, ἐν ἀνοησίᾳ ἐστίν. διὰ τοῦτο καὶ ἐν ψαλμοῖς τῇ "νεότητι" προσῆψεν τὰ τοιαῦτα· "ἁμαρτίας νεότητός μου καὶ τὰς ἀγνοίας μου μὴ μνησθῃ῀̣ς". ὅρα ὅτι ἡ "νεότης" μάλιστα τούτων δεκτική ἐστιν καὶ ταῦτα ἔχει. διὰ τοῦτο "εὐφραίνου", ἵνα μὴ ἔχῃς "ἄνοιαν"· διὰ τοῦτο "πορεύου", ἵνα μὴ "μα ταιότητα" ἔχῃς καὶ "πονηρίαν σαρκός". 12,1ba ἐν ἡμέρᾳ οὖν τῆς νεότητός σου μνήσθητι τίς ἔκτισέν σε. θεός ἐστιν ὁ "κτίσας"· οὐ "κτίζει" δὲ θεὸς με τὰ κακίας· διὰ τοῦτο σκόπει ὅτι "ἔκτισέν σε ἐν νεό τητι", οὐχ ἵνα "ἄγνοιαν" ἔχῃς, οὐχ ἵνα ἀφραίνῃς, οὐχ ἵνα ἀνεπιστήμων ᾖς, ἀλλ' ἵνα δεκτικὸς ὢν ἐπιστήμης ἀναλάβῃς αὐτήν.
12,1c ἕως οὗ ἔλθωσιν αἱ ἡμέραι τῆς κακίας σου. ἐὰν τὴν "κακίαν" λέγῃ
ταύτην τὴν ἐναντίαν τῇ ἀρε τῇ τὴν ψόγον φέρουσαν τῷ ἔχοντι, λέγει· "ἕως μὴ ἔλ θωσιν αἱ ἡμέραι τῆς κακίας σου", ἐς ὅσον δεκτικὸς εἶ ἀρετῆς καὶ "κακίας", μὴ προσδόκα τὴν "κακίαν", μὴ ἕτοιμον σε̣αυτὸν πρὸς ταύτην παρασκεύαζε. ὅταν γὰρ ἀρετὴν ἔχῃς, οὐκ ἔχει χώραν ἔν σοι ἡ "κακία". ἐν τοῖς ἄγαν νηπίοις δύναμις ἀμφοτέρων ἐστίν, καὶ ἀρετῆς καὶ "κακίας"· ἐν δὲ τοῖς ὑπερβᾶσιν τὴν νέαν ἡλικίαν τὴν κομιδῇ νηπίων οὕτως οὐκ ἔνι "κακία" τῷ 339 ἀρετὴν εἶναι ἐν τῇ ψυχῇ ἐκείνῃ. καὶ τὸ βρέφος ἀμοι ρεῖ "κακίας" καὶ ὁ σπουδαῖος ἀνήρ, ἀλλ' ἑτέρως καὶ ἑτέρως ἐκτός εἰσιν "κακίας". ὁ μὲν γὰρ σπουδαῖος τῷ διάθεσιν ἔχειν ἐναντίαν τῇ "κακίᾳ"-αὕτη δέ ἐστιν ἡ πρακτικὴ ἀρετή, ἡ ἁπαξαπλῶς ἀρετή· οὐ δύνανται δὲ συνυπάρξαι τὰ ἐναντία-, ἐν δὲ τῷ βρέφει οὐ διάθε σίς ἐστιν τὸ μὴ ἔχειν "κακίαν", ἀλλὰ ἀπόφασις "κα κίας". ἐὰν οὖν τὴν "κακίαν" λέγῃ̣ ταύτην τὴν χειρίστην ἕξιν, "ἕως μὴ ἔλθωσιν αἱ ἡμέραι τῆς κακίας σου", ποί ει τὰ προςτεταγμένα σοι, "ἄμωμος" βάδιζε. ἐπερ· "ἕως οὗ ἔλθωσιν" ὡς ἀναγκαίως "ἐρχομένων" αὐτῶν; -οὔ, ἀλλ' ἡμῶν ἐπισπωμένων τὴν "κακίαν". ἐὰν λέ γω ὅτι ἐς ὅσον ὑγιαίνει τὸ τοῦ ζῴου σῶμα, οὐκ "ἔρχε ται" νόσος, μὴ γὰρ ἀναγκαῖον λέγω. πάλιν λέγω ὅτι ἐς ὅσον νήπιός τίς ἐστιν, οὐκ "ἔρχεται" αὐτῷ ἐπιστή μη. ἑτέρως λέγω τοῦτο· ἡ ἡλικία γὰρ ἐνποδίζει· οὐχ ἡλικία γὰρ κωλύει τὴν νόσον ἢ τὴν ὑγίειαν, ἀλλὰ ἡ θα τέρου τῶν ἐναντίων λέξις. ἐὰν δὲ "κακίαν" λέγει ὅπερ λέγει τὴν κάκωσιν-ἡ κάκωσις δὲ καὶ κόλασις εἶναι δύναται-, πρὶν "ἔλ θῃ" ἡ κόλασις, ἡ "κακία", ποίησον ἃ λέγω σοι, ἵνα "ἐλ θοῦσα" ἡ κάκωσις ἡ κολαστικὴ μὴ εὕρῃ σε ὑπεύθυνον. ἐπερ· πρὶν "ἔλθῃ" ἡ κόλασις; -ὁ θεὸς προσάγει τιμωρίαν τοῖς ἀνθρώποις οὐχ ὡς ἔτυχεν, ἀλλ' ὅταν κρίνῃ συμφερόντως αὐτὴν ἐπενεγ κεῖν· κύριος γὰρ "κριτὴς δίκαιος, ἰσχυρὸς καὶ μακρό θυμος μὴ ὀργὴν ἐπάγων καθ' ἑκάστην ἡμέραν· ἐὰν μὴ ἐ πιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει". "κριτοῦ δικαίου" ὄντος τοῦ θεοῦ πῶς ἁμαρτόντες ἄνθρωποι οὐχ ὑποπίπτουσιν τιμωρίᾳ καὶ ἀνταποδόσει; ἆρα πα ρὰ ἀσθένειαν "μὴ ε᾿̣π̣ήγαγεν"; οὔ· "ἰσχυρός" ἐστιν καὶ η᾿̣δ̣ύνατο παραυτὰ τιμωρήσασθαι, ἀλλὰ σὺν τῇ ἰσχύι "καὶ μακρόθυμός" ἐστιν καὶ "οὐκ ἐπάγει ὀργὴν καθ' ἑκάστην ἡμέραν"· ᾧ μὲν "ἐπάγει", ᾧ δὲ οὔ, δι' οὓς οἶδεν α̣ὐ τὸς βαθυτάτους λόγους. ὅταν οὖν "μὴ ἐπάγοντος αὐτοῦ ὀργὴν καθ' ἑκάστην ἡμέραν" καταφρονοῦσιν τῆς ἀ πειλῆς, ἐπεὶ λάθῃ τὰ τῆς "κακίας", ὡς χρείαν λοιπὸν γενέσθαι τιμωρηθῆναι, τότε, "ἐὰν μὴ ἐπιστραφῶσιν" οἷς ἐμακροθύμησεν, "τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει". αὕτη ἐστὶν ἡ "κακία" ἡ "ἐρχομ̣ένη", οὐ χειρί στη ἕξις οὖσα, ἀλλὰ κολαστική, σφοδροτάτη οὖσα κάκω σις. ἐν τῷ "καιρῷ" οὖν τῆς "κρίσεως", ἐπὶ καθένα "καιρόν", πάντας κρίνει. καὶ καλεῖ τὸν "καιρὸν" 340 τοῦτον ὁτὲ μὲν "καιρὸν