51
ὑλικοῖς τε καὶ σωματικοῖς οὐδαμῶς· πάντα γὰρ πρόσεστιν ἀμφοτέροις, τά τε ἡδέα καὶ τὰ λυπηρά· διαφέρουσι δὲ ἀλλήλων προηγουμένως μὲν τῇ τε ἐλπίδι τῶν μελλόντων καὶ τοῖς ὑπὲρ τῆς εὐσεβείας παθήμασιν, ἔπειτα δὲ καὶ ταῖς θείαις συμμαχίαις, ἐν αἷς πολλάκις περιβλέπτους τοὺς ἰδίους ἐποίησεν ὁ θεός, ποτὲ μὲν τὴν τῶν Αἰγυπτίων δυναστείαν καταλύων, ποτὲ δὲ τοὺς Χαναναίους τοῖς Ἰσραηλίταις ὑποτάσσων, ποτὲ δὲ τῶν Ἀσσυρίων τὸ θράσος κοιμίζων, ποτὲ δὲ τῶν Βαβυλωνίων καθαιρῶν τὴν βασιλείαν, ποτὲ δὲ δρόμον τε καὶ στάσιν παρὰ φύσιν προσ 125 τάσσων τῷ ἡλίῳ. ἐν τούτοις μὲν ἡ πρόνοια διαδείκνυται τοῦ θεοῦ, ἐν ἐκείνοις δὲ παρασκευάζει τοὺς εὐσεβεῖς πρὸς ἄλλον βίον ἀφο ρᾶν, ἐν ᾧ γίνεται κατὰ δόξαν τε καὶ ἀδοξίαν δικαίων τε καὶ ἀδί κων ἡ διαίρεσις.
ΡΛΕʹ. Ἐρώτησις. Εἰ ἀποδιδόναι κακὸν ἀντὶ κακοῦ, ἢ λοιδορίαν ἀντὶ λοιδορίας ὁ ἀπόστολος ἀπηγόρευσε, πῶς αὐτὸς ὧν εἶπεν ἐναντία ἔπραξε, ποτὲ μὲν τῷ ἀρχιερεῖ, ποτὲ δὲ Ἀλεξάνδρῳ τῷ χαλκεῖ ἀρασάμενος; Ἀπόκρισις. Εἰ μὲν ἀντέτυπτεν ὁ Παῦλος τὸν τυπτήσαντα αὐτὸν ἀρχιερέα, ἢ ἀντεκάκωσε τὸν κακώσαντα αὐτὸν Ἀλέξανδρον, ἐνῆν λέγειν ὅτι τὰ ἐναντία ὧν ἐδίδασκεν ἔπραττε· τὸ δὲ λέγειν τὰ ἑκάστῳ μέλλοντα συμβήσεσθαι παρὰ τοῦ θεοῦ, τῷ μὲν ἀρχιε ρεῖ τὸ "τύπτειν σε μέλλει ὁ θεὸς τοῖχε κεκονιαμένε", τῷ δὲ Ἀλεξάνδρῳ τὸ "ἀποδώσει αὐτῷ κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ", οὐκ ἔστιν οὔτε κατάρα οὔτε λοιδορία, ἀλλὰ πρόρρησις πρέπουσα ἀνδρὶ ἀποστόλῳ ἑαυτὸν μὴ ἐκδικοῦντι, ἀλλὰ διδόντι τόπον τῇ ὀργῇ. ΡΛʹ. Ἐρώτησις. Εἰ τοὺς εὐσεβεῖς ἀμείβεται ὁ θεὸς τῇ κατὰ τόνδε τὸν βίον λαμπρότητι, ὡς τὸν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ τοὺς ἐξ αὐτῶν, πλούτῳ καὶ εὐπαιδίᾳ καὶ καρπῶν εὐθηνίᾳ, πόθεν καὶ τὰ ὅμοια παρείποντο Ἕλλησιν, ἡνίκα τὰ εἴδωλα παν ταχοῦ ἐθεράπευον; πῶς δὲ ὁ ἑλληνισμὸς οὐ δείκνυται ὁσιώτερος; ὅτι ἕως μὲν ἐκεῖνος κατεῖχε τῶν πόλεων, πᾶσαι αἱ πόλεις καὶ οἱ ἀγροὶ εὐπραγίαν καὶ εὐθηνίαν ἐκέκτηντο, καὶ ταῦτα οὐ συχνό τερον πολεμούμεναι· ἀφ' οὗ δὲ αὐτὰς τὸ χριστιανικὸν κατέλαβε κή ρυγμα, καὶ οἴκων καὶ οἰκούντων καὶ τῆς λοιπῆς εὐθηνίας κατέστησαν ἔρημοι, καὶ μόλις τὰ λείψανα τῶν πάλαι ὑπὸ τῶν Ἑλλήνων γεγε 126 νημένων κτισμάτων κατέχουσαι τοῦ ποτὲ πόλεις γεγενῆσθαι δει κνύουσι, τῆς παλαιᾶς εὐθηνίας καὶ τῆς νέας ἐρημίας ἑκατέρας τὰς θρῃσκείας αἰτίας ἀμφοτέρων προσφέρουσαι. Ἀπόκρισις. Παρὰ τοῦ δεσπότου θεοῦ, τοῦ τὸν ἥλιον αὑτοῦ ἀνατέλλοντος ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχοντος ἐπὶ δι καίους καὶ ἀδίκους, ἀμφοτέροις χορηγεῖται ἡ κατὰ τὸν παρόντα βίον σωματικὴ λαμπρότης· οὗ γὰρ τῇ δυνάμει ὁ κόσμος γεγένηται, τούτου καὶ τῇ προνοίᾳ διοικεῖται. ἵνα οὖν ἑαυτοὺς ὁρῶντες οἱ δί καιοι πλεονάζοντας μὲν ἐν τοῖς ὑπὲρ εὐσεβείας πόνοις, ἰσαζομέ νους δὲ τοῖς ἀσεβέσιν ἐν τοῖς βιωτικοῖς, βίον ἕτερον προσδοκῶσιν, ἐν ᾧ γίνεται τῇ διαφορᾷ τιμῆς τε καὶ τιμωρίας δικαίων τε καὶ ἀδίκων ἡ διάκρισις· οὐ γάρ ἐστιν ἄδικος ὁ θεός, ὥστε μὴ ποιεῖν δικαίων τε καὶ ἀδίκων τὴν διαστολήν, καθὰ προείρηται. ὅτι δὲ κρατοῦντος τοῦ ἑλληνισμοῦ ἐγένοντο οἱ ἀφανισμοὶ πόλεών τε καὶ ἀγρῶν, μαρτυρεῖ ἡ ἐρημία τῶν τε Βαβυλωνίων καὶ Ἀσσυρίων καὶ τῆς Νινευὴ καὶ ἑτέρων ἐθνῶν πολλῶν. ποία δὲ πόλις τῶν ἐμφανῶν πόλεων κρατοῦντος τοῦ χριστιανισμοῦ ἐρημώθη, οὐκ ἔστι δεῖξαι. ἀπὸ δὲ τῆς ἀφθονίας τε καὶ ἀφορίας οἰκήσεώς τε καὶ ἐρημίας πόλεών τε καὶ ἀργῶν οὐκ ἔστι τεκμήρασθαι τῶν κρειτ τόνων τὴν ὁσιότητα, τοῦ δεσπότου θεοῦ τῶν αὐτῶν πρὸς τὸ λυ σιτελὲς πᾶσι τοῖς ἀνθρώποις τὴν παροχὴν ποιοῦντος καὶ τὴν ἀφαί ρεσιν. κρίνεται δὲ τῶν κρειττόνων ἡ ὁσιότης ἐκ τῶν κατὰ προαί ρεσιν ὑπ' αὐτῶν πραττομένων καλῶν. τὸ δὲ ἀνθρώπους προσάγειν δαίμοσιν εἰς θυσίαν-"ἔθυσαν" φησί "τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις"-καὶ τὸ τοῖς ἀψύχοις τὴν θεῷ πρέπουσαν προσφέρειν τιμήν, τῶν Ἑλλήνων κρατούντων ἐγίνετο· 127 τὸ δὲ κωλύεσθαι τὰς τοιαύτας Ἑλληνικὰς ἀνοσιουργίας χριστιανῶν κρατούντων ἐγίνετο. χρὴ οὖν ἀπὸ