1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

52

κρίσεως" ὁτὲ δὲ "ἡμέραν ὀρ γῆς" καὶ "ἡμέραν ἀνταποδόσεως". "ἕως οὗ ἐλθεῖν τὴν κακίαν" ταύτην, "ἕως οὐκ ἦλ θεν ἡ κακία", μετανόησον. "τόπον" ἔχει "μετανοί ας"· "οὐ βραδύνει κύριος τῆς ἐπαγγελίας, ὥς τινες βραδύτητα ἡγοῦνται, ἀλλὰ μακροθυμεῖ ἐπ' αὐτοῖς μὴ βουλόμενός τινα ἀπολέσαι, ἀλλὰ πάντας εἰς με τάνοιαν χωρῆσαι". ἐπεὶ τοίνυν ὑπέρθεσίς σοι δέδοται "μετανοίας", μετανόησον πρὶν "ἐλθεῖν" τὴν "κακίαν".

12,1de2abc καὶ φθάσουσιν ἔτη ἐν οἷς ἐρεῖς· οὐκ ἔστιν μοι ἐν αὐτοῖς θέ λημα· ἕως οὗ μὴ σκοτισθῇ ὁ ἥλιος καὶ τὸ φῶς καὶ ἡ σελήνη καὶ οἱ ἀστέρες καὶ ἐπιστρέψωσιν τὰ νέφη ὀπίσω τοῦ ὑετοῦ.

̣12,1de ἐὰν "ἔλθῃ ἡ κακία" ἡ κακωτική, "ἔτη" ἐνίστανται "ἐν οἷς οὐκ" ἔχεις "ἐν αὐτοῖς θέλημα". οὐδεὶς δὲ θέλει κολασθῆναι. ἐὰν ἐνστῇ τὰ "ἔτη" τῶν ἐπαγγελιῶν, ἔχουσιν οἱ σπουδαῖοι "ἐν αὐτοῖς τὸ θέ λημα"· θέλουσιν δὲ ἀπολαῦσαι τῶν ἐπαγγελιῶν ἐργα σάμενοι τὰ φέροντα αὐτά. οἷον οἱ φιλήδονοι καὶ αὐτὸ τοῦτο τὰ αἰσθητὰ μόνα ἀποδεχόμενοι μὴ ἔχουσιν "θέ λημα" εἰς καιρὸν λιμοῦ, ἔχουσιν δὲ εἰς εὐετηρίας καιρόν. τοῦ δικαίου οὖν ἐστιν "θέλημα" ἐν τοῖς καιροῖς ἐκείνοις, ὅτε αἱ ἀνταποδόσεις γίνονται. "θέλημα" ἐν Ἰσαΐᾳ γέγραπται· "θελήσουσιν", φη σίν, "εἰ ἐγενήθησαν πυρίκαυστοι" οἱ κακοί. μὴ ὁ θέ λων ὀργῆς ἐπικειμένης "πυρίκαυστος γένηται"; ἔχει ἐν τῷ καιρῷ ἐκε̣ι´̣νῳ τὸ "θέλημα" ἑαυτοῦ.

12,2ab ἕως οὗ μὴ σκοτισθῇ ὁ ἥλιος καὶ τὸ φῶς καὶ ἡ σελήνη καὶ οἱ ἀστέρες. δύναται καὶ ἐπὶ ῥητοῦ ληφθῆναι τὸν καιρὸν καὶ τὰ "ἔτη ἐν οἷς οὐκ" ἔχει "θέλημα" ὁ ἁμαρτωλός· τότε γενήσεται, ὅταν "ὁ οὐρανὸς καὶ ἡ γῆ παρ έλθῃ". "παρερχομένου" δὲ "τοῦ οὐρανοῦ καὶ τῆς γῆς" "ὁ ἥλιος", φησίν, "σκοτισθήσεται καὶ ἡ σελήνη οὐ δώσει τὸ φῶς αὐτῆς". "ἕως οὗ σκοτισθῇ ὁ ἥλιος"· δυνατὸν δὲ καὶ οὕ τως λαβεῖν· ὅσον ἐσμὲν ἐν τῷ βίῳ τούτῳ καὶ τὸ αὐτε ξούσιον ἀκώλυτον ἔχομεν, δυνάμεθα καταλάμπεσθαι ὑπὸ τοῦ "ἡλίου τῆς δικαιοσύνης" καὶ ὑπὸ τοῦ "φω τὸς τοῦ ἀληθινοῦ" καὶ "τῆς σελήνης καὶ τῶν ἀστέρων". "σελήνην" δὲ ἀλληγορικώτερον λαμβάνομεν τὴν ἐκκλησιαστικὴν γνώμην· πρὸς δὲ τὸν "ἥλιον τῆς δι καιοσύνης" "σελήνη" δύναται λεχθῆναι ἡ διδασκαλία 341 ἡ δυναμένη ἐνταῦθα φωτίσαι. καὶ καταλλήλως καὶ τοὺς "ἀστέρας" λάμβανε τοὺς διακόνους τῆς θείας δωρεᾶς, τοὺς "ἀγγέλους", ἐν οἷς ὁ θεὸς "λαλεῖ" τὸν "λόγον" ἑαυτοῦ. "σκοτίζονται" οὖν, τουτέστιν ἀπὸ σοῦ· οὐδὲ γὰρ καθάπαξ σβέννυται ὁ "ἥλιος". καὶ ὥςπερ ἐν ταῖς νυ ξὶν δοκεῖ "σκοτίζεσθαι" ἡμῖν ὁ "ἥλιος" αὐτὸς οὐ τοῦ το πάσχων, ἀλλὰ πόρρω ἡμῶν γινόμενος μακρὰν τῆς ὄψεως, οὕτως καὶ "ὁ τῆς δικαιοσύνης ἥλιος" "σκοτίζε ται" ἐκείνοις τοῖς μηκέτι ἀξίοις τοῦ φωτίζεσθαι ὑπ' αὐτοῦ. 12,2c καὶ ἐπιστρέψωσιν τὰ νέφη ὀπίσω τοῦ ὑετοῦ. "νέφη" πολλάκις ἐλέχθησαν τὰ διακονοῦντα τὸν πνευματικὸν "ὑετόν", ἤτοι ἄνθρωποι ἢ ἄγγελοι. "ἐπι στρέφει" δὲ ταῦτα "ὀπίσω τοῦ ὑετοῦ", οὐκέτι διακονεῖ τὸν "ὑετόν"· οὐδὲ γὰρ συμφέρει τότε τὸν "ὑετὸν" κατ ελθεῖν. ἔχεις ἀποστολικὸν ῥητὸν τοιοῦτον· συμβουλεύει σπουδαίους εἶναι τοὺς ἀνθρώπους καὶ ἀρετῆς καὶ θείας γνώμης ἐπιμέλεσθαι καὶ ἀπέχεσθαι τῶν ἀντι κειμένων· καὶ λαμβάνει παράδειγμα τοιοῦτο εἰπὼν τοῦτο ὅτι ἐς ὅσον ἡ θεία διδασκαλία ἐστίν, "προσέχειν δεῖ" καὶ ἀναλαβεῖν τὴν ἀρετὴν καὶ ἀποστῆναι τῆς κακίας· κα̣ι`̣ λέγει· "γῆ δὲ ἡ πιοῦσα τὸν ἐπ' αὐτῆς πολλάκις ἐρ χόμενον ὑετὸν καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις δι' οὓς καὶ γεωργεῖται μεταλαμβάνει εὐλογίας παρὰ θεοῦ· ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους ἀδόκιμος καὶ κατάρας ἐγγὺς εἰς τὸ τέλος"· καὶ μεθ' ἕτερα λέγει· πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοί, τὰ κρείσσονα̣ τ̣ὰ ἐχόμενα σωτηρίας", ἀντὶ τοῦ· δεόντως τῷ "ὑε τῷ" χρησάμενοι καὶ ποτισθέντες τὰ δέοντα ἠνέγκατε, ἃ εἴρηκεν "σωτηρίας βοτάνην". οὐκέτι διακονοῦσίν σοι τὸν "ὑετόν"· οὐδὲ γὰρ συμφερόντως σοι γίνεται τοῦτο· ἔχεις ἐνκείμενα σπέρματα τῶν "ἀκανθῶν καὶ τριβόλων". συμφέρει οὖν αὐτὴν οὕτως ἔχουσαν "γῆν" μὴ ποτίζεσθαι, ἵνα μὴ βλάστη γέ νηται ἐνκειμένων κακῶν καὶ τὰ