1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

52

τῶν τοιούτων γνωρίζειν τῶν χριστιανῶν τὴν ὁσιότητα καὶ μὴ ἀπὸ τῆς εὐθηνίας τε καὶ οἰκή σεως πόλεών τε καὶ ἀγρῶν. τοσοῦτον δὲ πλεονάζει ὁ χριστιανισμὸς καὶ ἐν τούτοις, ὅσον κρατοῦντος αὐτοῦ ἔλαττον πολεμεῖται ὁ κόσμος, ὧν ἐπολεμεῖτο κρατήσαντος τοῦ ἑλληνισμοῦ.

ΡΛΖʹ. Ἐρώτησις. Εἰ [ὁ] λαλῶν τὸ ψεῦδος ἐκ τοῦ πονηροῦ ἐστι, καθὼς ὁ κύριος ἀπεφήνατο, πῶς ἔξω μέμψεως ὁ μακάριος Ἰακὼβ νομισθήσεται, τῷ μὲν πατρὶ χάριν τοῦ οἰκείου ὀνόματος τοσαυ τάκις ψευσάμενος, τὴν δὲ τοῦ ἀδελφοῦ εὐλογίαν μετὰ δόλου παρὰ τὴν πρόθεσιν τοῦ πατρὸς κομισάμενος; πῶς δὲ καὶ ὁ Παῦλος, ἡνίκα ὑπὲρ τοῦ ἀρχιερέως ἐκρίνετο, μὴ εἰδέναι φήσας ὅτι ἀρχιε ρεύς ἐστι, τῇ μέμψει τοῦ ψεύδους οὐχ ὑπαχθήσεται; ὅτι δὲ ἠπί στατο ἀρχιερέα τὸν κρίνοντα, αὐτὸ τὸ ὑπ' αὐτοῦ αὐτὸν κρίνεσθαι σαφέστατα δείκνυσιν. Ἀπόκρισις. Οὔτε ὁ δίκαιος Ἰακὼβ ἐψεύσατο εἰπὼν τῷ πατρὶ αὑτοῦ "ἐγὼ εἰμὶ ὁ υἱός σου ὁ πρωτότοκος", οὔτε ὁ ἀπό στολος Παῦλος εἰπών "οὐκ ἔγνων ὅτι ἀρχιερεύς ἐστιν ὁ κελεύσας τύπτεσθαι αὐτόν"· ὁ μὲν γὰρ Ἰακὼβ ἦν προωνησάμενος τὴν πρω τοτοκίαν παρὰ τοῦ ἀδελφοῦ αὑτοῦ Ἡσαῦ, καὶ ἵνα μὴ εὑρεθῇ ὁ μακάριος Ἰσαὰκ ἀνέκβατον εὐλογίαν εὐλογῶν τὸν Ἡσαῦ, τὸν βρώματι πεπρακότα τὴν πρωτοτοκίαν, διὰ τοῦτο ᾠκονόμησεν ἡ θείᾳ χάρις τούτῳ τῷ τρόπῳ χωρῆσαι εἰς τὸν Ἰακὼβ τὴν εὐλογίαν, τὸν ἐσχηκότα τὴν πρωτοτοκίαν. ὁ δὲ ἀπόστολος Παῦλος πρὸς τὸ παρά νομον τῆς τοῦ ἀρχιερέως κρίσεως ἀφορῶν ἔλεγεν, ὅτι "οὐκ ἔγνων ὅτι ἀρχιερεύς ἐστι". διὸ εὐλόγως τοῖχον κεκονιαμένον αὐτὸν ὠνό μασεν· ὥσπερ γὰρ τὸ κονίαμα τοῦ τοίχου τοῦ μνήματος καθαρὸν οὐ δείκνυσι τὸν τοῖχον διὰ τὴν ἔνδοθεν δυσωδίαν τε καὶ ἀκα 128 θαρσίαν, οὕτως οὐδὲ ἡ περιβολὴ τῆς ἀρχιερατικῆς ἀξίας ἀρχιερέα δείκνυσι τὸν ἔνδοθεν ἐπὶ τῆς ψυχῆς φέροντα τὸ παράνομον τῆς κρίσεως. φαίνεται δὲ ὁ κύριος τάφους κεκονιαμένους τοὺς γραμ ματεῖς τε καὶ φαρισαίους καλέσας τοὺς ἀξιώμασί τε ἐσθήμασιν ἑαυτοὺς ὡραΐζοντας, ἔνδον δὲ πεφωλευμένην ἔχοντας τήν τε ἁρπα γὴν καὶ τὴν ἀκρασίαν.

ΡΛΗʹ. Ἐρώτησις. Εἰ τὸ μὴ πληροῦν τὸν νόμον τὸν ἐν νόμῳ παρανομία νενόμισται καὶ τὸ ἔξω Ἱερουσαλὴμ ποιεῖν τι τῶν νό μων ὑπὸ τοῦ νόμου ἀπηγόρευται, πῶς ποιοῦντες ἢ μὴ ποιοῦντές τι τῶν ἐν νόμῳ οἱ περὶ τὸν ∆ανιὴλ ἐν Βαβυλῶνι οὐ παρηνόμησαν; ὅτι δὲ προσηύχοντο κυρίῳ τῷ θεῷ, ὅπερ ἦν κατὰ νόμον, σαφῶς περὶ αὐτῶν ἡ γραφὴ διηγόρευσε, "∆ανιὴλ" λέγουσα "ἦν τρεῖς καιροὺς τῆς ἡμέρας κατὰ ἀνατολὰς προσευχόμενος". εἰ δὲ καὶ τὰ λοιπὰ ἡ αὐτὴ γραφὴ ἐσιώπησε, χρὴ νοεῖν ὅτι πάντα ἐπλήρωσαν. διὸ καὶ δίκαιοι ὑπ' αὐτῆς ὠνομάσθησαν. Ἀπόκρισις. Εὐχὰς μὲν καὶ δεήσεις ἐκτελεῖν τοὺς Ἰουδαίους, ἐν τῇ αἰχμαλωσίᾳ ὄντας, οὐ μόνον οὐκ ἀπηγόρευσεν ὁ νό μος, ἀλλὰ τὸ ἐναντίον καὶ προετρέψατο αὐτούς, καὶ τοῦτο ἔνεστι μαθεῖν ἡμᾶς ἐκ πολλῶν τῶν προφητῶν· τὴν δὲ προσαγωγὴν τῶν θυσιῶν καὶ τὸ ποιεῖν πάσχα ἐκώλυσε, καὶ τοῦτο δείκνυται ἐκ τῆς βίβλου τοῦ προφήτου ∆ανιήλ· "ἐγώ" φησὶ ∆ανιήλ "ἤμην πενθῶν τρεῖς ἑβδομάδας ἡμερῶν· ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγον, καὶ κρέας καὶ οἶνος οὐκ εἰσῆλθεν εἰς τὸ στόμα μου, καὶ ἄλειμμα οὐκ ἠλει ψάμην ἕως τριῶν ἑβδομάδων ἡμερῶν. καὶ ἐν ἡμέρᾳ εἰκοστῇ καὶ τετάρτῃ τοῦ μηνὸς τοῦ πρώτου" ἔρχεται πρὸς αὐτὸν ὁ ἄγγελος ὁ μηνύσας αὐτῷ ὅτι εἰσηκούσθη αὐτοῦ ἡ προσευχὴ καὶ ἡ δέησις, καί φησι πρὸς αὐτόν· "μὴ φοβοῦ, ∆ανιήλ, ὅτι ἀπὸ τῆς ἡμέρας τῆς πρώτης ἧς ἔδωκας τὴν καρδίαν σου τοῦ συνιέναι καὶ κακω θῆναι ἔναντι κυρίου τοῦ θεοῦ σου, ἠκούσθησαν οἱ λόγοι σου· καὶ ὁ ἄρχων βασιλείας Περσῶν εἱστήκει ἐξεναντίον μου εἴκοσι καὶ μίαν 129 ἡμέραν". εἰ τοίνυν ἐν ταῖς εἴκοσι καὶ μιᾷ ἡμέραις τῶν τριῶν ἑβδομάδων τοῦ πρώτου μηνός, ἐν αἷς νηστεύσας [ἦν] ὁ προφήτης νηστείαν πενθικήν τε καὶ ὀδυνηράν, ἡ ιδʹ ἡμέρα τοῦ πάσχα καὶ ἡ ἑβδομὰς τῶν ἀζύμων περιεχόμεναί εἰσι, δῆλον ὅτι παράνομον ἐλογίσατο ὁ προφήτης τὸ ποιεῖν πάσχα ἔξωθεν τῆς Ἱερουσαλήμ· εἰ δὲ μὴ τοῦτο, ἀλλ'