1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

53

ἠνόμησεν ὁ προφήτης ἔξωθεν τῆς Ἱερου σαλὴμ μὴ ποιήσας τὸ πάσχα κατὰ τὴν τοῦ νόμου διάταξιν, πῶς εἰσηκούσθη αὐτοῦ ἡ δέησις καὶ ἡ προσευχή; θεὸς γὰρ ἁμαρτω λῶν οὐκ ἀκούει· εἰ δὲ νόμον ἐφύλαξε μὴ ποιήσας τὸ πάσχα ἔξω θεν τῆς ἱερουσαλήμ, πῶς οὐ προδήλως παρανομοῦσιν οἱ Ἰουδαῖοι νῦν, ἔξωθεν τῆς Ἱερουσαλὴμ ποιοῦντες τὸ πάσχα; ΡΛΘʹ. Ἐρώτησις. Εἰ ἐξ ἀρχῆς πόλεμοι καὶ ἀκοαὶ πολέμων, ἔθνος ἐπ' ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, λιμοί τε καὶ λοιμοὶ καὶ σεισμοὶ κατὰ τόπους ἐγένοντο, καθὼς οὐ μόνον αἱ ἅγιαι γραφαὶ ἀλλὰ καὶ τὰ ἐκτὸς βιβλία σημαίνουσι, διατί ὁ κύριος ὡς ξένα τινὰ τὰ προλεχθέντα σημεῖα εἶναι τῆς συντελείας ὡρίσατο, τῶν αὐτῶν ἀεὶ- ὡς εἴρηται-τῷ κόσμῳ συμβαίνειν εἰωθότων; πῶς δὲ αὐτὸς τὴν κατάλληλον τῶν ἐθνῶν προεπὼν ἐπανάστασιν οὐ δοκεῖ ἀνα τρέπειν τὰ πάλαι περὶ τῆς τῶν ἐθνῶν εἰρήνης ὑπὸ τοῦ προφήτου Ἡσαΐου λεχθέντα; φησὶ γὰρ ὁ προφήτης, ὅτι "οὐ λήψεται ἔθνος ἐπ' ἔθνος μάχαιραν καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν". Ἀπόκρισις. Οἱ ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος γινόμενοι πό λεμοί τε καὶ λιμοὶ καὶ λοιμοὶ καὶ σεισμοὶ διαφέρουσι τῶν ἤδη πολλάκις γεγονότων τῷ τε μεγέθει καὶ πλήθει καὶ τῷ συχνῷ τε καὶ ἅμα καὶ πανταχοῦ, ὥστε ταῖς οἰκείαις διαφοραῖς σημαίνειν τοῦ καιροῦ τῆς συντελείας τὴν ἐγγύτητα· παραγινομένου δὲ τοῦ σωτῆρος εἰς σωτηρίαν τῶν αὐτὸν ἐκδεχομένων, πάντων τῶν λυ πηρῶν γίνεται ἡ ἀναίρεσις, καὶ τότε ἡ προφητικὴ διὰ τοῦ Ἡσαΐου πρόρρησις δέχεται τελείαν τὴν ἔκβασιν· ἐκείνην γὰρ τὴν εἰρηνικὴν κατάστασιν προεμήνυσεν ὁ προφήτης Ἡσαΐας διὰ τῆς ἐν τῇ προ 130 κειμένῃ ἐρωτήσει μνημονευθείσης φωνῆς, τὴν διὰ τῆς δευτέρας παρουσίας τοῦ σωτῆρος πληρουμένην, καθ' ἣν παύεται μὲν πᾶσα ἡ τῶν ἀνθρώπων τε καὶ δαιμόνων ἀπείθειά τε καὶ ἀντιλογία, κρατεῖ δὲ ἐν τοῖς πᾶσι τὰ θεῷ ἀρεσκόμενα. ΡΜʹ. Ἐρώτησις. Εἰ τὰ καθόλου στοιχεῖα καὶ τὰ λοιπὰ μέρη τῆς κτίσεως κατὰ πλάνην ἐθεοποίησαν εἴτουν ἐθεολόγησαν ἄν θρωποι, ποτὲ μὲν αὐτὰ καθ' αὑτὰ θαυμάσαντες, οἷον οὐρανὸν γῆν ἥλιον σελήνην ἀστέρας πῦρ ὕδωρ ἀέρα, ποτὲ δὲ τὰ αὐτὰ ἑτέρως μυθολογήσαντες, οἷον τὸν μὲν ἥλιον Ἀπόλλωνα, τὴν δὲ γῆν ∆ή μητραν, τὸν δὲ αἰθέρα ∆ία καὶ τὰ λοιπὰ ὁμοίως, ἀπεφήνατο δὲ ὁ θεὸς κατ' αὐτῶν λέγων "θεοί, οἳ οὐκ ἐποίησαν τὸν οὐρανὸν καὶ τὴν γῆν, ἀπολέσθωσαν", πῶς οὐ κατὰ πάντων τῶν στοιχείων ἐξήγαγε τὴν τῆς ἀπωλείας ἀπόφασιν; Ἀπόκρισις. Θεοί, ὧν τὴν ἀπώλειαν ἀπεφήνατο ἡ θεία γραφή, δαίμονές εἰσι πονηροὶ κατὰ τὴν πλάνην τῶν ἀνθρώπων ὑπὲρ τὴν φύσιν τὴν κλῆσιν ἐσχηκότες θεοῦ, κατὰ τὸ εἰρημένον· "ἔθυσαν δαιμονίοις καὶ οὐ θεῷ". καὶ πάλιν· "πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια". τούτων τῶν δαιμόνων ὁ προφήτης προλέγει τὴν ἀπώλειαν. ἀπώλεια δὲ τῶν δαιμόνων ἐστὶ τὸ πάσης μὲν τῆς ἐκ πλάνης ἀνθρώπων προγεγονυίας αὐτοῖς ἀποστερεῖσθαι θεολογίας τε καὶ τιμῆς, ἐν τοῖς διηνεκέσι δὲ βασάνοις ζῆν ὀδυνηρῶς. τῶν δαιμόνων τε τούτῳ τῷ τρόπῳ βασανιζομένων εἰς ἔλεγχον τοῦ μὴ ὑπάρχειν αὐτοὺς θεούς, γίνεται ἡ ἀπώλεια τῆς ὀνομασίας αὐτῶν τε καὶ τῶν μερῶν τῆς κτίσεως, καθ' ἣν ὑπὸ τῶν πεπλανημένων ἀνθρώπων ψευδῶς ὠνομάσθησαν. καὶ καθώς περ ὅταν λέγῃ ἡ θεία γραφὴ περὶ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι "αὐτοὶ μὲν ἀπο λοῦνται σὺ δὲ διαμένεις καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται", οὐ τὴν ἀνυπαρξίαν τῆς ὑποστάσεως αὐτῶν σημαίνει τῷ τῆς ἀπωλείας ὀνόματι, ἀλλὰ τῆς παλαιότητος αὐτῶν, οὕτω καὶ ἐνταῦθα τῶν 131 θεῶν λέγει τὴν ἀπώλειαν, οὐ πρὸς σημασίαν τῆς ἀνυπαρξίας τῆς ὑποστάσεως αὐτῶν, ἀλλὰ τῆς ὀνομασίας αὐτῶν, καθ' ἣν σὺν τοῖς μέρεσι τῆς κτίσεως θεοὶ ὑπὸ τῶν πεπλανημένων ἀνθρώπων ἐκλή θησαν.

ΡΜΑʹ. Ἐρώτησις. Εἰ πᾶς ὁ ἀποστέλλων τινὰ ἐκεῖ ἀποστέλλει ἔνθα αὐτὸς μὴ πάρεστι, καὶ ὁ ἀποσταλεὶς ἀποστέλλεται ἐν οἷς ὁ ἀποστείλας ἄπεστι, τοῦ θεοῦ τὸ ἀπερίγραφον ἔχοντος καὶ διὰ τοῦτο τὸ παρεῖναι πανταχοῦ κεκτημένου, πῶς ὁ δεσπότης Χριστὸς λέγει ὑπὸ τοῦ θεοῦ εἰς τὸν κόσμον ἑαυτὸν ἀπεσταλμένον;