1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

55

ἐγχειριζομένη ἀνθρώποις, ποτὲ μὲν χριστιανοῖς, ποτὲ δὲ αἱρετικοῖς, ποτὲ δὲ Ἕλλησιν· ἐφ' ὅσον γὰρ ἐν τοῖς ὑπὲρ ἀρετῆς ἀγῶσίν εἰσιν οἱ χριστιανοὶ καὶ τὴν στενὴν καὶ τεθλιμμέ νην βαδίζοντες ὁδόν, εἰς ὑπουργίαν προκείμενοι παντὶ ἀγγαρεύειν αὐτοὺς βουλομένῳ, ἔξω τοῦ δεσπόζειν εἰσί· λυθέντων δὲ τῶν ἀγώ νων καὶ τοῦ καιροῦ τῶν στεφάνων παραγινομένου, τότε οἱ ἄξιοι δεσπόζουσι δεσποτείαν ἀσάλευτον, ὅτε κατὰ τὸ εἰρημένον "οἱ ἅγιοι τὸν κόσμον κρινοῦσι" καθεζόμενοι ἐπὶ δώδεκα θρόνων, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. ΡΜ∆ʹ. Ἐρώτησις. Εἰ ὅριον ἔθετο τῇ θαλάττῃ τὴν ψάμμον ἐξ ἀρχῆς ὁ θεός, κατὰ τὸν λέγοντα "μέχρι τούτου ἐλεύσῃ καὶ οὐχ ὑπερβήσῃ", πῶς ὑπερβαίνουσα ἐν διαφόροις τόποις τὸ τοιοῦτον ὅριον ἡ θάλαττα δείκνυται; ἐν γὰρ τῇ διοικήσει ταύτῃ τινῶν μὲν τόπων ἀπέδρα, τινὰς δὲ τόπους τῆς ξηρᾶς ἀπέδειξε θάλατταν. Ἀπόκρισις. "Ὅριον ἔθου", φησὶν ἡ γραφή, "καὶ οὐ παρελεύσεται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν", ἵνα εἴπῃ, ὅτι τῷ θείῳ ὅρῳ κατεχομένη ἡ θάλασσα ἐν τοῖς κατὰ φύσιν οἰκείοις 134 τόποις μένει καὶ οὐχ ὑπερβαίνει κατακαλύψαι τὴν γῆν, ὡς τὸ πρῶτον κατεκάλυπτεν, ὅτε ἦν κατὰ πρόσωπον πάσης τῆς γῆς ἐκκεχυμένη καὶ τοὺς κατὰ φύσιν κατέχουσα οἰκείους τόπους. τοῦτο δὲ τὸ ὅριον οὐδέποτε ὤφθη ἡ θάλασσα ὑπερβεβηκυῖα. τὸ δὲ ἐν μερικοῖς τόποις διὰ τὴν εὐεργεσίαν ἢ παιδείαν τῶν ἀνθρώπων ποιεῖν τῶν θαλαττῶν ἢ ποταμιαίων ὑδάτων τὴν μετάστασιν, τοῦτο οὐ δυνατὸν λογισθῆναι εἰς παράβασιν τοῦ θείου ὅρου. "ἔθετο" φησίν "ποταμοὺς εἰς ἔρημον". καὶ πάλιν "ἔθετο ἔρημον εἰς λίμνας ὑδάτων". οὐ πρὸς τὴν μερικὴν οὖν μετάστασιν τῶν ὑδά των ὁ λόγος ἐκφέρεται ὁ λέγων "ὅριον ἔθου καὶ οὐ παρελεύσε ται", ἀλλὰ πρὸς τὴν καθόλου μετάστασιν τῶν ὑδάτων ἐκ τῶν κατὰ φύσιν ἀνοικείων τόπων εἰς τοὺς κατὰ φύσιν οἰκείους τόπους.

ΡΜΕʹ. Ἐρώτησις. Εἰ τὸ γινόμενον θέλημα τὴν δύναμιν καὶ πρό γνωσιν τοῦ θέλοντος δείκνυσι, δῆλον ὅτι τὸ μὴ γινόμενον θέλημα ἀσθένειαν καὶ ἄγνοιαν τοῦ θέλοντος τὰ μὴ γινόμενα συνίστησι. πῶς οὖν ὁ θεὸς παντοδύναμος ὢν θέλει πάντας σωθῆναι καὶ οὐ σῴζονται, καὶ τὸν τοῦ ἁμαρτωλοῦ οὐ βούλεται θάνατον, καὶ ἐπά γει "καὶ τῆς Ἱερουσαλὴμ τὰ τέκνα πολλάκις ἐπισυνάξαι ἠθέλησε, καὶ μὴ θελήσαντα οὐκ ἐπεσυνήχθησαν"; Ἀπόκρισις. Ἐπειδὴ δύναμιν εἴσπραξιν καὶ ἐξουσίαν εἰς αἵρεσιν καὶ νόμον εἰς διδασκαλίαν τῶν ἐναντίων δέδωκεν ἡμῖν ὁ θεὸς καὶ τοῦ κατὰ προτίμησιν αἱρεῖσθαι τῶν ἐναντίων τὸ δοκοῦν κατέστησεν ἡμᾶς κυρίους, καὶ τῇ μὲν ἐπαγγελίᾳ τῆς ζωῆς προ τρέπει ἡμᾶς εἰς ἀρετήν, τῇ δὲ ἀπειλῇ τοῦ θανάτου ἀποτρέπει ἡμᾶς τῆς κακίας, διὰ τοῦτο τῷ θελήματι τοῦ θεοῦ τοῦ θέλοντος πάντας ἀνθρώπους σωθῆναι, ὅταν ᾖ τὸ θέλημα τῶν σῳζομένων συνεζευγμένον, γίνεται πάντως ἡ σωτηρία. ἐὰν δὲ τὸ θέλημα τῶν ἀνθρώπων μὴ ᾖ ἑπόμενον τῷ θελήματι τοῦ θεοῦ, οὐκ ἐξ ἀσθε νείας τοῦ θεοῦ οὐ γίνεται τὸ θέλημα τοῦ θεοῦ, ἀλλ' ἐκ τῆς τῶν 135 ἀνθρώπων τῶν μὴ θελησάντων ἃ ἠθέλησεν ὁ θεός. ἐν οἷς δὲ τὸ θέλημα τοῦ θεοῦ τῆς τῶν λογικῶν θελήσεως κεχώρισται, ἐν πᾶσι τούτοις ἐξ ἀνάγκης γίνεται τὸ θέλημα τοῦ θεοῦ ἀνεμπόδιστον.

ΡΜςʹ. Ἐρώτησις. Εἰ προοίμιον καὶ μεσότης καὶ πέρας ἡ φθορὰ τῶν σωμάτων ἐν τῇ γαμικῇ συναφείᾳ καθέστηκε, πῶς ὁ θεὸς ἄφθαρτος ὢν καὶ ἐπὶ ἀφθαρσίαν τοὺς ἀνθρώπους προτρέπων γα μικῶς συνάπτεσθαι τοῖς πιστοῖς ἐπηγγείλατο, τοῦ ὑποδείγματος τῇ οὐσίᾳ καὶ τοῦ σκοποῦ τοῦ θεοῦ ἐναντίου τυγχάνοντος; Ἀπόκρισις. Οὐ πάντα ὅσα πρόσεστι τῇ φύσει τοῦ ὑπο δείγματος, ταῦτα ἀνάγκη προσεῖναι καὶ τῇ φύσει τοῦ ὑποδεικνυ μένου, * ἀλλ' ὄν τι ἁπλοῦν, καθὸ σῴζεται τοῦ ὑποδείγματος πρὸς τὸ ὑποδεικνύμενον ἡ ἀναλογία τῆς ὁμοιώσεως· ὥσπερ γὰρ ἡ βα σιλεία τῶν οὐρανῶν ὁμοία λέγεται τῷ κόκκῳ τῆς σινάπεως, καθὸ ἐκ τοῦ βραχυτάτου μεγέθους εἰς ἄμετρον μέγεθος τὴν αὔξησιν ἐδέξατο, οὐκέτι καὶ καθότι φθαρτός ἐστιν ὁ κόκκος τῆς σινάπεως σῴζει πρὸς αὐτὸν ἡ βασιλεία τῶν οὐρανῶν τῆς ὁμοιώσεως τὴν