1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

56

"ὀπάς". καταλλήλως λάβε τῇ σχίσει τῶν σπερμά των τὴν "ὀπὴν" τὴν ἔρευναν τῶν γραφῶν, τὴν σαφήνει αν αὐτῶν· αὕτη δέ ἐστιν τὸ καὶ "ἀλήθεσθαι" αὐτάς. καὶ ἑτέρως δὲ ῥητέον· δοκοῦσιν, φησίν, αἱ "βλέπουσαι ἐν ταῖς ὀπαῖς" ἰδεῖν πολλά· καὶ εἰσίν 348 τινες δυνάμεναι προσβάλλειν τῷ φωτί· καὶ παρὰ τὴν δύ ναμιν καὶ τὴν ἀςθένειαν τῆς ὄψεως ἀντίλημψις γίνεται τοῦ φωτός. ὅταν οὖν πάλιν τὸ φῶς κεκρυμμένον γένη ται, αἱ "βλέπουσαι" δι' "ὀπῶν" τινων "σκοτίζονται". οὐ δύνανται ἰδεῖν τὸ φῶς τὰς μικρὰς "ὀπὰς" ἐκείνας ἔχο̣ν̣τες. ὅταν μέντοι μεταβάλῃ αὐτῶν τὸ σῶμα ἀπὸ τοῦ "φθαρτοῦ" ἐπὶ τὸ "ἄφθαρτον" καὶ ἀπὸ τοῦ "ψυχικοῦ" ἐπὶ τὸ "πνευματικόν", οὐκ ἔχουσιν οὐκέτι αἰσθήσεις "σκοτιζομέ νας" ἀλλὰ ἀναλαμπούσας καὶ αὐξομένας. οὐ παντελῆ οὖν ὕβριν φέρει τὸ "σκοτισθῆναι τὰς βλεπούσας ἐν ταῖς ὀ παῖς"· ὅταν γὰρ "σκοτισθῶσιν", κατὰ τὸ μέτρον τῆς παρ ούσης αἰσθήσεως μειζόνως ὄψονται τὰ πράγματα "κατ αργουμένου τοῦ ἐκ μέρους", ἵνα μὴ καὶ ἡ "ἐκ μέρους" αὐτῶν "ὀπὴ" "καταργηθῇ" γινομένης μεγάλης ἀνοίξεως. δυνατὸν δὲ καὶ οὕτω λαβεῖν διὰ τὸ πληθυντικῶς εἰ ρῆσθαι "τα̣ῖς ὀπαῖς". φέρεται ἐπαινετὴ "ὀπὴ" ἑνικῶς ἐν τοῖς Μωσαϊκοῖς γράμμασιν, ὅτε πόθον ἔλαβεν τοῦ "ἰδεῖν τὸ πρόσωπον" τοῦ θεοῦ καὶ ἐμφανῆ αὐτὸν "γνωστ̣ῶς ἰδεῖν". εἶπεν αὐτῷ ὁ θεὸς ὅτι "ἄνθρωπος" ἔτι ὠ`̣ν "οὐ δύνασαι" τὴν αὐγ̣ὴν ἔχει̣ν· "τίθημι δέ σε ἐν τῇ ὀπῇ τῆς πέτρας", μιᾶς "πέτρας" εἶπεν "ὀπήν". ἔστιν δὲ "ἡ πέτρα ὁ Χρι στὸς" ἐκ τῆσ̣δε τῆς "πέτρας" καὶ ἡ ενδεχομ̣ε̣·····σ̣ις τοῦ Χριστοῦ ἐντ̣α̣υ῀̣θ̣α̣ ······. κ̣αι`̣ λ̣ε´̣γ̣ονται γ̣ὰρ "π̣ε´̣τ̣ρα̣ι" ψεκταὶ πληθυντικῶς καὶ "ὀπαί"· "πνεῦμα συντρῖβον πέτρας". καὶ λέγεται πρὸς τὸν διάβολον· "ἡ ὑπερηφανία τῆς καρδίας σου ἐπῆρέν σε κατασκηνοῦντα ἐν ταῖς ὀπαῖς τῶν πετρῶν" -οὐκ "ἐν τῇ ὀπῇ τῆς πέτρας", μακάριον γὰρ τοῦτο-, ἀλλ' ἐπειδὴ ἀντιχρίστοις προςέχουσιν καὶ ψευδοδι δασκάλοις καὶ ψευδοπροφήταις, ἡ "ὀπὴ" ἐκείνων οὐκ ἔστιν ἐφοπτικὴ ἀλλὰ μᾶλλον βλαπτική. "σχισμαὶ πετρῶν" γοῦν ἐν ἀ´̣λλοις "ὀπαὶ" λέγονται· τὸ ἀσύμφωνον δὲ τῆς διδασκαλίας "σχίσμα" ἐστὶν καὶ "ὀπῶν" πλῆθος. οὐκ αἱ "βλέπουσαι" οὖν ἐν τῇ "ὀπῇ" "συνσκοτάζουσιν", ἀλλὰ μᾶλλον φωτίζονται. αἱ δὲ ἐν ταῖς πολλαῖς "ὀ παῖς" δοκοῦσαι ὁρᾶν "σκοτίζονται". ὅταν δὲ ἡ ἀλήθεια εἰς μέσον ἔλθῃ, πᾶσα ἀπάτη λύεται· ἐν τῇ ἀπάτῃ δὲ ἦσαν αἱ πολλαὶ "ὀπαί". καὶ ὡς ἔλεγον πολλάκις τὴν εἰκόνα τῆς διαψηφίσεως ὅτι ο̣ἱ ἀποτυγχάνοντες τοῦ 349 διαψηφισμοῦ μυρίας "πέτρας" λέγουσιν. ἐὰν οὖν ἐπι λάμψῃ ἡ ο᾿̣ρθὴ ψῆφος, ἃ οἱ διαψηφίζοντες ἐσφαλμένως ἔλεγον λύεται. οὕτως αἱ ψευδοδοξοῦσαι ἀπούσης τῆς ἀληθείας γίνονται· ὅταν ταὕτη φανῇ καὶ ἀναλάμψῃ, λύονται ὅλαι αἱ ψευδοδοξοῦσαι. 12,4ab καὶ κλείσουσιν θύρας ἐν ἀγο ρᾷ ἐν ἀσθενείᾳ φωνῆς τῆς ἀληθούσης. ̣12,4a εἶπον περὶ τῶν ἀνθρωπίνων πραγμάτων τῶν τε "βλεπομένων καὶ προσκαίρων". περὶ τοῦ μέλλοντος αἰῶνος καὶ τοῦ τέλους τοῦ παρόντος αἰῶνος διδάσκει καὶ λέγει ὅτι "κλείσουσιν θύρας ἐν ἀγορᾷ". "ἀγορὰν" δὲ ἐνταῦθα τὴν ἐκκλησίαν λέγει, ὡς οἱ ῥή τορες λέγουσιν. ὅσον ἐνέστηκεν ὁ βίος οὗτος, αἱ "ἀγοριαὶ" τυγχάνουσιν ἢ ἡ "ἀγορά", ἡ ἐκκλησία, ἐν ᾗ ἀγορεύουσιν οἱ ἀγορεύοντες. "κλεισθήσεται" δὲ μετὰ ταῦ τα οὐκ ἐν̣ούσης ἔτι διδασκαλίας ἐν τῷ τῆς "κρίσεως καιρῷ". οὐ τοῦτο λέγω ὅτι οὐκ ἐνίοτε ἔσται παίδευσις ἐν τοῖς μέλλουσιν αἰῶσιν, ἀλλὰ κατ' αὐτὸν τὸν "καιρὸν" καθ' ὃν "παρίστανται" οἱ κρινόμενοι "τῷ βήματι τοῦ Χρισ τοῦ"· τὸν λόγον γὰρ πρὸς τὰ πραχθέντα ἔχουσιν, πρὸς τὸ παιδευθῆναι ἢ διδαχθῆναι. εἰ δέ ποτε ὁ πόνος ὁ ἐκ τῆς ····ε̣·σ̣···ε̣?·········ε̣σ̣?·ν ἄλλος λόγος οὐ διδασκαλία ἐστὶν παρὰ ἀνθρώπων προφερομένη ἢ ἀγγέλων ·······?············· π̣ε̣ρ̣ὶ τῶν δέκα παρθένων ἐν τῇ παραβολῇ λέγεται ὅτι αἱ πέντε αι῾̣ ἔχουσαι συ̣ναχθὲν ἔλαιον τρυγηθὲν ἀπὸ τῆς ἐλαίας τῆς ἀληθινῆς ἐκεῖναι ἔχ̣ο̣υσαι τὸ χορηγούμενον θρεπτικὸν ἐκφωτί ζουσαι δᾳδουχοῦσαι εἰσῆλθον μετὰ τοῦ νυμφίου εἰς τὸν παστόν, ὅτε "μέσον νυκτὸς κραυγὴ γέγονεν. ἦλθεν ὁ νυμ φίος, ἐξέλθατε εἰς ὑπάντησιν". αἱ δὲ μὴ λαβοῦσαι ἔλαιον ἐν τοῖς ἀγγείοις, ἀλλὰ ἀμελήσασαι τοῦ φυλάττοντος τὸ φῶς, ἀπῆλθαν ἀγοράσαι καὶ οὐκέτι εὗρον τοὺς