56
ἀναλογίαν, οὕτως πρὸς δήλωσιν μόνης τῆς ὄντως ἀγάπης, ἣν ἔχει ὁ μὲν θεὸς πρὸς τὴν ἐκκλησίαν, ἡ δὲ ἐκκλησία πρὸς τὸν θεόν, τὸ κατὰ τὴν γαμικὴν συνάφειαν ὑπόδειγμα παρείληπται τῇ θείᾳ γραφῇ. "ὡς εὐφραίνεται", φησὶν Ἡσαΐας, "νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται κύριος ἐπὶ σοί".
ΡΜΖʹ. Ἐρώτησις. Εἰ ἄνωθεν καὶ πρὸ αἰώνων τὰ περὶ ἡμᾶς καὶ καθ' ἡμᾶς θείῳ ὅρῳ ἔχει τὴν σύστασιν, ἐν καιρῷ ἀβροχίας ἢ πολυομβρίας ἢ ἑτέρου οἱοσδηποτοῦν συναντήματος πῶς οὐ μά την βουλευόμεθα ἢ εὐχόμεθα, ἅπαξ τοῦ θείου ὅρου περὶ πάντων * κατέχοντος; πῶς δὲ διὰ τῆς τοιαύτης εὐχῆς πλέον ἁμαρτάνοντες οὐ δεικνύμεθα, τοῦ οἰκείου ὅρου τὸν θεὸν κατόπιν ἐλθεῖν βιαζό 136 μενοι, ὅπερ γενέσθαι οὐκ ἐνδέχεται; εἰ γὰρ ταῦτα ἔχει, ὡς εἴρη ται, πῶς ὑπὸ πάντων μὲν τῶν εὐσεβῶν εὐχὴ τῷ θεῷ προσκε κόμισται, ὑπὸ δέ τινων πολλὰ δι' εὐχῆς ἐπὶ συμφέροντι γεγόνασι θαύματα; Ἀπόκρισις. Ἀναλόγως τῇ ἡμετέρᾳ καταστάσει ὥρισται παρὰ θεῷ τιμὴ μὲν ἐπὶ τῇ ὑπακοῇ, τιμωρία δὲ ἐπὶ τῇ παρα κοῇ. καὶ ἐπειδή ἐσμεν αὐθαίρετοί τε καὶ τρεπτοί, διὰ τοῦτο ἔδω κεν ἡμῖν ὁ δεσπότης θεὸς τὴν ἐκ τῆς μετανοίας βοήθειαν, δι' ἧς ἔνεστιν αὐθαιρέτως ἐκκλίνειν ἡμᾶς τῆς τε παρακοῆς καὶ τῆς ἐν αὐτῇ ὡρισμένης τιμωρίας· ὥρισται γὰρ καὶ τοῦτο. μετανοεῖν δὲ καὶ τῶν ἐπταισμένων λαβεῖν τὴν συγχώρησιν εὐχῆς καὶ βουλή σεως ἐκτὸς ἀδύνατον. πρὸς ἔνδειξιν δὲ τοῦ μὴ ἀλόγῳ φορᾷ αὐτο μάτως γίνεσθαι τὰ γινόμενα, ἀλλὰ θείᾳ προνοίᾳ διοικεῖσθαι τὰ καθ' ἡμᾶς, ἐνεργοῦσιν αἱ εὐχαὶ τῶν ἁγίων, οὐχ ἵνα τὸν θεῖον ἀνατρέψωσιν ὅρον-ἀδύνατον γάρ-, ἀλλ' ἵνα τοῦ κρείττονος ὁρι σμοῦ τύχωσιν, ὅπερ ἐστὶ τιμὴ τῶν ἁγίων, τῶν ἐπὶ τῇ ὑπακοῇ τοῦ θεοῦ ἠκουσμένων ὑπὸ τοῦ θεοῦ· ἐπίπονος γὰρ ἡ κτῆσις τῶν καλῶν, τῶν ἀναγκαίων μὲν διὰ τὴν φύσιν, ἐκδεχομένων δὲ διὰ τὴν κτῆσιν· καὶ χρῄζουσιν οἱ κτώμενοι τῆς θείας διὰ προσευχῆς βοη θείας πρὸς τὸ δύνασθαι πονεῖν.
ΡΜΗʹ. Ἐρώτησις. Εἰ ἡ τοῦ σαββάτου ἀργία κατά τινα τύπον τοῖς Ἰουδαίοις παραδέδοται τῆς τοῦ θεοῦ καταπαύσεως, ἤτοι ἐν τῇ κοσμοποιίᾳ, ἤτοι καὶ ἐν τῇ συντελείᾳ, κατέπαυσε δὲ ἢ καταπαύ σει κατὰ τὸν τύπον ὁ δεσπότης τοῦ βουλήσει ἢ προνοίᾳ ἐργάζε σθαι, πῶς οὐ χρονικὴν αὐτοῦ τὴν τοῦ ἐργάζεσθαι ἐνέργειαν ὁ λόγος ὁ τοιοῦτος παρίστησι; παυσαμένης γὰρ αὐτοῦ τῆς ἐνεργείας, δῆλον ὅτι καὶ ἡ ἐνέργεια πέπαυται. οἷον, τὸ πῦρ τοῦ καίειν καὶ φλογίζειν παυσάμενον, καὶ τοῦ εἶναι παύεται. Ἀπόκρισις. Ὁ μὲν δεσπότης θεὸς ἐν ταῖς ἓξ ἡμέραις πᾶσαν κτίσιν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγε καὶ τῇ 137 ἑβδόμῃ ἡμέρᾳ κατέπαυσε τοῦ κατὰ τὰς οἰκείας ἀρχὰς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγεῖν ἔτι τινά. "καὶ κατέπαυσε" φησί "κύριος ὁ θεὸς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων ὧν ἤρξατο ποιεῖν". ἐνετείλατο δὲ τοῖς Ἰουδαίοις ἓξ ἡμέρας ἐργά ζεσθαι καὶ τῇ ἑβδόμῃ ἡμέρᾳ σαββατίζειν, ἵνα, ἐργαζομένων τε αὐτῶν καὶ παυομένων τῆς ἐργασίας, τυπικῶς φυλαχθῇ ἐν αὐτοῖς ἡ μνήμη τῆς τε ἐργασίας καὶ τῆς καταπαύσεως τοῦ θεοῦ. καὶ τὴν μὲν δύναμιν, καθ' ἣν τὴν κτίσιν πεποίηκεν ὁ θεός, ἀιδίως εἶχε καὶ ἔχει· ἐνεργεῖ δὲ κατὰ ταύτην τὴν ἀίδιον δύναμιν, ὅτε βούλεται, τῆς δυνάμεως ἐν τῇ ἰδίᾳ ἰσχύι μενούσης ἀιδίως καὶ πρὸ τῆς ἐνεργείας καὶ μετὰ τὴν ἐνέργειαν, πάσης τῆς ἐν χρόνῳ ἀπο βολῆς τε καὶ προσλήψεως ἀπηλλαγμένης. διὸ δύναται ποιεῖν ἀεὶ πάντα ὅσα βούλεται ποιεῖν. οὐκ ἔτι δὲ βούλεται ποιεῖν πάντα ὅσα δύναται ποιεῖν· καὶ γὰρ πλείονας ἡλίους ἠδύνατο καὶ δύναται ποι εῖν, ἀλλ' ὅμως ἕνα μόνον ἥλιον ἐποίησεν, ὅτι ἕνα μόνον ἐβούλετο ποιεῖν. ἐπειδὴ οὖν βουλήσει καὶ οὐ τῷ εἶναι ποιεῖ ὁ θεός, διὰ τοῦτο οὐ παύεται τοῦ εἶναι [θεός], παυσαμένης τῆς ἐνεργείας αὐτοῦ· ὧν γὰρ τῇ καταπαύσει τῆς ἐνεργείας συμπαύεται καὶ τὸ εἶναι, τούτοις ἐνεργεῖν τὸ εἶναι καὶ οὐ τὸ βούλεσθαι πρόσεστιν· οἷον, τὸ πῦρ ἅμα ὑπάρχειν καὶ τὸ εἶναι καὶ τὸ ἐνεργεῖν καὶ τὸ μὴ ὑπάρχειν καὶ τὸ ἐνεργεῖν οὐχ ὑπάρχει. διὸ καὶ ἡ κατάφασις οὐσίας τε καὶ ἐνεργείας αὐτοῦ ἀντιστρέφει· ὡσαύτως δὲ καὶ ἡ ἀπό φασις αὐτῷ· οἷόν ἐστι τὸ πῦρ·