57
πωλοῦν τας· οὐκέτι γὰρ ἦν τότε διδασκαλεῖον, οὐκέτι οἱ πω λοῦντες τοὺς θείους λόγους ἦσαν. καὶ διὰ τοῦτο ἀπέ μειναν ἔξω. καὶ ἐνταῦθα οὖν συνσταλέντος τοῦ χωρίου "κλείονται" αἱ "ἀγοραί", οὐκ ἔχουσιν ἐκείνας τὰς "θύρας ἠνεῳγμέ νας" περὶ ὧν γράφουσιν οἱ θεῖοι λόγοι. αὐτίκα γοῦν ὁ 350 ἀπόστολος λέγει· "θύρα δέ μοι ἠνέῳγεν μεγάλη καὶ ἐν εργὴς καὶ ἀντικείμενοι πολλοί". ἐὰν ἡ "μεγάλη θύ ρα" τοῦ λόγου "ἀνοιγῇ" καὶ "ἐνεργῇ", τότε οἱ "ἀντι κείμενοι πολλοί" εἰσιν. τότε δὲ "ἐνεργεῖ", ὅτε οἱ ἀ κούοντες εἰς ἔργα μεταβάλλουσιν τὰ παιδεύματα. καὶ "ἀντικείμενοι" γίνονται "πολλοί"· ἀμέλει γοῦν ἐὰν πα ρατηρησώμεθα τὰς γραφάς, οὐκ ἄλλοτε εὑρίσκονται ψευ δοπροφῆται ἢ ὅτε προφῆται εἰσίν, καὶ οὐκ ἐν ἑτέρῳ και ρῷ εἰσὶν οἱ ψευδαπόστολοι ἢ ὅτε ἀπόστολοι καὶ διδάσ καλοι εἰσίν. φθονοῦντες γὰρ "ἀντίκεινται" καὶ πειρῶν ται τῇ ἀληθείᾳ ἀντιλέγειν, πειρῶνται τοῖς καλῶς διδάσ κουσιν ἀντιλέγειν, ἐνίοτε γοῦν καὶ ἐπιβουλεύουσιν αὐ τοῖς καὶ εἰς θάνατον αὐτοὺς ἄγουσιν. "θύρα" οὖν "μοι ἠνέῳγεν μεγάλη καὶ ἐνεργής". οὐκ "ἐκέκλειστο" δὲ ἡ "ἀγορά", οὐκ αἱ "θύραι" τῆς "ἀγο ρᾶς" ἦσαν "ἠνεῳγμέναι". καὶ ἐν ἑτέρᾳ ἐπιστολῇ αὐτοῦ λέγει· "ἐλθόντος" δέ μου "καὶ θύρας ἀνεῳχθείσης" "οὐκ ἔσχον ἄνεσιν τῷ πνεύματί μου τῷ μὴ εὑρεῖν Τίτον τὸν ἀδελφόν". πρὸ τῆς "θύρας ἀνοιγείσης οὐκ ἔσχεν ἄνεσιν" ὥστε τὸν λόγον προενέγκασθαι οὐχ εὑρὼν τὸν συνεργοῦν τα. καὶ ἐν ταῖς παροιμίαις δὲ λέγεται· "μακάριος ἀνήρ, ὃς εἰσακούσεταί μ̣ου, καὶ ἄνθρωπος, ὃς ἐὰν τὰς ἐμοῦ ὁδοὺς φυλάξῃ ἀγρυπνῶν ἐπὶ ἐμαῖς θύραις καθ' ἡμέ ραν". αἱ "θύραι" τῆς σοφίας αἱ "θύραι" τῆς "ἀγορᾶς" εἰ σιν. "κλείονται" οὖν αἱ "θύραι" ἐν τῇ "ἀγορᾷ", ὅταν συνσταλῇ τὸ παιδευτήριον. καὶ ὅρα γε ὅτι ἑκουσίως "κλείουσιν" τὰς "θύρας". οὐ βίᾳ ἡ "κλῇσις" τῶν "θυ ρῶν" γίνεται. τάχα δὲ τοῦτο, ἐπεὶ προστάττει εναις "κρούειν ἵνα ἀνοιγῇ", ὅταν ὀκνῶσιν οἱ ἄνθρω ποι μὴ κόπτωσιν τὰς "θύρας", "κλείονται". ̣12,4b "κλεισθεισῶν" δὲ τῶν "θυρῶν" τῆς "ἀγορᾶς" σκόπει, τί γίνεται "ἐν ἀσθενείᾳ φωνῆς τῆς ἀληθούσης". ἐλέγετο ἡμῖν ὅτι ἔστιν "ἀλήθουσα παραλαμβανομένη" κα λῶς "ἀλήθουσα" καὶ "ἄλευρον" καὶ "σιμίδαλιν" ἐπωφελῆ ποιοῦσα, ἄλλη δὲ "ἀφιεμένη" "ἀνεμόφθορα σπείρασα"· καὶ "ἄλευρον" ἔχει οὐ δυνατὸν ποιῆσαι ἄρτον. ἡ "μία" οὖν ἡ "παραλαμβανομένη" "ἐν ἀσθενείᾳ" τὴν "φωνὴν" ἔχει. θέλω δέ τι καινότερον εἰπεῖν, ὃ προτρέπομαι μὴ καταδραμηθῆναι. 351 "ἐν ἀσθενείᾳ", φησίν, "φωνὴ τῆς ἀληθούσης", τῆς "παραλαμβανομένης", οὐ τῆς "ἀφιεμένης". οὐ πάντῃ δὲ ἀφωνίαν ἀναδέχεται· ἁγία γάρ ἐστιν ψυχὴ ἢ ἐκκλησία ἁγία· καὶ μετὰ ταῦτα γάρ, ὡς ἐνδέχεται, λαλεῖ. τὸ δὲ παράδοξον, ὃ ἔλεγον ἐρεῖν, τουτέστιν· περὶ Μωϋσέως εἰρήκαμέν ποτε ὅτι οὐ προθέσει κατηγόρου ἔλεγεν κατὰ τῶν Ἰουδαίων. τοῦτο γὰρ ὁ ςωτὴρ εἴρηκεν ὅτι "μὴ νομίσητε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν πατέ ρα· ἔστιν Μωϋσῆς ὁ κατηγορῶν ὑμῶν εἰς ὃν ὑμεῖς ἠλ πίσατε. εἰ γὰρ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί. εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασι πιστεύετε;" οὐ προθέσει οὖν τοῦ κατ ειπεῖν αὐτῶν "ἐκατηγόρει", εἴ γε καὶ περὶ "μοσχο ποιησάντων" ἠξίωσεν λέγων· "εἰ μὲν ἀφεῖς αὐτοῖς τὴν ἁμαρτίαν αὐτῶν, ἀφῇς· εἰ δὲ μή γε, κἀμὲ ἐξάλει ψον ἐκ τῆς βίβλου σου, ἧς ἔγραψας". οὕτως οὖν "ἐκατη γόρει". ἐπεὶ "οὐκ ἐπίστευσαν" οὐδὲ "τοῖς γράμμασιν" αὐτοῦ, ἀπολογεῖται ὅτι "οὐδὲν τῶν χρηματισθέντων μοι ἀπεσιώπησα, ἀλλ' εἰπόντος τοῦ θεοῦ· "τάδε ἐρεῖς τῷ οἴκῳ Ἰακὼβ καὶ ἀγγελεῖς τοῖς υἱοῖς Ἰσραήλ", εἴρη-κα, καὶ οὐδέν ἐστιν τῶν χρηματισθέντων, ὃ ἀπεσιώπησα". ἡ ἀπολογία ο̣ὐ῀̣ν, ἣν ἐ´̣λ̣ε̣γεν, ἐδ̣όκει ἐκείνων εἶναι κατηγορία, ἐπεὶ εἰπόντος αὐτοῦ τὰ πρὸς πίστιν καὶ ἀπόδειξιν̣ ἀ´̣γ̣οντα̣ οὐ π̣ροσήκαντο. οὕτω καὶ ἐνταῦθα "ἀσθενής" ἐστιν ἡ "φωνὴ τῆς ἀλη θούσης". οὐχ οὕτω τεθαρρηκότως λέγει, ὡς ὅταν ὠφελῶν ται οἱ ἀκούοντες καὶ οἱ τρεφόμενοι ὑπὸ τῶν "ἀληθου σῶν", ἀλλὰ τρόπον τινὰ ἀπολογεῖται. καὶ εἰ οἷόν τε ἦν, ἤθελεν, εἰ δυνατὸν ἦν, κρύψαι τὴν ἀπολογίαν, ἵνα μὴ ἐκεῖνοι ὑπόποδες γένωνται· ἀλλὰ ἀναγκάζεται διὰ τῆς ἀληθείας εἰπεῖν ἃ πέφυκεν. ἐπερ· οἱ