1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

57

ἐνεργεῖ τὸ πῦρ; ἔστι τὸ πῦρ. οὐκ ἐνεργεῖ τὸ πῦρ; οὐκ ἔστι τὸ πῦρ. ΡΜΘʹ. Ἐρώτησις. Εἰ τὸ ἀναιρούμενον ὑπὸ τοῦ ἀναιροῦντος ἀπόλ λυται καὶ τὸ ἀναιροῦν φαυλότητι τὰ τῆς ἀπωλείας ἐργάζεται (πλεῖ στα δὲ τοιαῦτα ἐν τοῖς ἐμψύχοις πάντων τῶν ἀλόγων εὑρίσκεται καὶ ἐν αὐτοῖς ἐστι θεάσασθαι οὐ μόνον κατ' ἀλλήλων ἀλλὰ καὶ κατὰ τῶν ἀνθρώπων τὰ τῆς ἐπιβουλῆς ἐπεκτεινόμενα), πῶς ἀλη 138 θεύει ὁ λέγων ὅτι ὁ θεὸς πάντα καλὰ λίαν ἐποίησεν; εἰ δὲ ἀλη θεύει, ἀγαθὰ δὲ καὶ φαῦλα ἐν τῇ κτίσει ὑπάρχουσι, πῶς τὰ μὲν ἀγαθὰ ἀγαθοῦ, τὰ δὲ φαῦλα φαύλου δημιουργοῦ οὐ γνωρίζονται καὶ δύο ἐναντίαι ἀρχαὶ κατὰ Μανιχαίους οὐ δείκνυνται; εἰ δὲ ἡ ἀναίρεσις τῶν ἀναιρουμένων ἐπ' ἀγαθῷ γίνεται, καθὼς τοῦτο παρ' ἐνίοις ὑπείληπται, πῶς οὐκ ἦν ἀγαθώτερον τὸ ἐν ἀρχῇ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ μὴ εἶναι αὐτῶν κωλυθῆναι τὴν πάροδον; Ἀπόκρισις. Ὁ ἐκ τῆς δημιουργίας τῶν ἐμψύχων λογικῶν τε καὶ ἀλόγων περὶ τοῦ δημιουργοῦ ἀκόλουθον ποιούμενος τὴν ζή τησιν, πρὸς τὴν φύσιν αὐτῶν ὀφείλει ἀποβλέπειν, τὴν κατὰ τὸν τοῦ δημιουργοῦ ὅρον ἄγουσαν τὰ θνητὰ πάντα, ὥσπερ εἰς γένε σιν, οὕτως καὶ εἰς φθοράν τε καὶ ἀπώλειαν. εἰ δὲ κατὰ ταῦτα μὲν ζῴου πρὸς ζῷον οὐκ ἔστι διαφορά, τῶν δὲ διαφορῶν εἷς καὶ αὐτός ἐστι δημιουργός, δῆλον ἄρα ὅτι πάντων τῶν ζῴων λογικῶν τε καὶ ἀλόγων εἷς καὶ ὁ αὐτός ἐστι δημιουργός· ἣν δὲ ἐκ τῆς ὑπ' ἀλλήλων ἐπιβουλῆς ὑπομένουσιν ἀπώλειαν, κατὰ τὴν θείαν πρό νοιαν συγκεχώρηται συμβαίνειν αὐτοῖς· εἰ γάρ, ὑποκειμένων αὐτῶν τῇ τε κατὰ φύσιν καὶ τῇ κατὰ ἐπιβουλὴν φθορᾷ τε καὶ ἀπωλείᾳ, οὐ παρῃτήσαντό τινες θεοποιῆσαι αὐτά, πόσῳ μᾶλλον ἂν ἐθεο ποιοῦντο, εἰ βλάβης τε καὶ ἀπωλείας διὰ παντὸς ἐκτὸς μεμενή κασιν; ἵν' οὖν ἀφ' ὧν ὑπομένουσι γνωρισθῶσιν ὅπερ εἰσί, τουτέ στιν ἀνάξια τῆς τοῦ θεοῦ τιμῆς τε καὶ προσηγορίας, διὰ τοῦτο καὶ φύσει καὶ ἐπιβουλῇ ὑπομένουσιν ἃ ὑπομένουσιν. γέγονε δὲ τὰ ἄλογα ζῷα εἰς ὑπουργίαν ἀνθρώπου, τὰ μὲν εἰς τροφήν, τὰ δὲ εἰς παιδείαν, ὡς τὸ "ὀδόντας θηρίων ἐπαποστελῶ εἰς αὐτούς, μετὰ θυμοῦ συρόντων ἐπὶ γῆς". ἀλλ' εἰ ἀγαθόν ἐστι τὸ τρέφε σθαι τὸν ἄνθρωπον ἐκ τῶν ἀλόγων ζῴων καὶ ὑπουργεῖσθαι ὑπ' αὐτῶν καὶ παιδεύεσθαι δι' αὐτῶν, ἀγαθὴ ἄρα ἡ εἰς τὸ εἶναι αὐτῶν 139 πάροδος καὶ ἀδιάβλητος ἐπὶ φαυλότητι φύσεως καὶ τῆς ἐξ αὐτῶν χρείας. εἰ δὲ τοῦτο, δῆλον ὅτι ἑνὸς δημιουργοῦ ἐστιν ἀγαθοῦ πάντα τὰ ἄλογα ζῷα δημιουργήματα.

ΡΝʹ. Ἐρώτησις. Εἰ τὴν προλεχθεῖσαν φαυλότητα φθόνῳ τῆς τῶν ἀνθρώπων σωτηρίας ἐν τοῖς ἀνθρώποις ὁ ἐχθρὸς κατεργά ζεται, μηχανώμενος διὰ τούτων ταῖς μελλούσαις αὐτοὺς ὑποβάλ λειν κολάσεσι, τὰ ἄλογα μήτε σωτηρίαν μήτε τιμωρίαν ἐν τοῖς μέλλουσι κομίζεσθαι μέλλοντα καὶ διὰ τοῦτο τὸ ἀπολέμητον ἔχοντα, πῶς οὐ μὴ φαυλότητι φύσεως τὰ φαῦλα μετέρχονται; Ἀπόκρισις. Τὸ ἐπὶ φαυλότητι φύσεως διαβάλλειν τῶν ἀλό γων τὰς φύσεις οὐκ ἔστιν εὔλογον· τῶν γὰρ λόγου μετεχόντων ἐστὶ τὸ ἀγαθῶς ἢ φαύλως τι διαπράξασθαι, οὐχὶ τῶν λόγου ἀμε τόχων. καὶ ἐπειδὴ διὰ τὴν προλεχθεῖσαν χρείαν γέγονε τῶν ἀλό γων ἡ φύσις, διὰ τοῦτο δῆλον ὅτι, ἀγαθῆς οὔσης τῆς χρείας, ἀγαθή ἐστι καὶ ἡ φύσις.

ΡΝΑʹ. Ἐρώτησις. Εἰ τὸν νόμον τοῖς Ἰσραηλίταις ὁ θεὸς διὰ Μωσέως κατέπεμψε, πῶς ἐν πλείοσι τόποις τῆς θείας γραφῆς νόμος καὶ τοῦ νόμου νομοθέτης ὁ Μωσῆς ὀνομάζεται; Ἀπόκρισις. Ἔθος ἐστὶν οὐ μόνον ἐν τοῖς ἀνθρώποις, ἀλλὰ καὶ τῇ θείᾳ γραφῇ, τῷ τοῦ εἰρηκότος τὸν λόγον ὀνόματι ὀνομά ζειν τὸν λόγον, εἰς δήλωσιν τοῦ τίνος εἶναι τὸν λόγον, ὡς τὸ "ἐκάθητο ὁ εὐνοῦχος ἐπὶ τοῦ ἅρματος καὶ ἀνεγίνωσκε τὸν προ φήτην Ἡσαΐαν". καὶ πάλιν· "τὸ βδέλυγμα" φησί "τῆς ἐρημώ σεως τὸ εἰρημένον ἐν τῷ προφήτῃ ∆ανιήλ"· ὣς δὲ καὶ ἡμῖν ἔθος λέγειν "ἐκτησάμην τὸ προφήτην Ἱερεμίαν" ἢ "τὸν ἀπό στολον". 140

ΡΝΒʹ. Ἐρώτησις. Εἰ ἀληθινός ἐστιν ὁ Χριστὸς ὁ τὴν πρᾶξιν καὶ κλῆσιν κατὰ τὴν θείαν γραφὴν ἐπιδεικνύμενος, Ἐμμανουὴλ δὲ καλεῖσθαι τὸν Χριστὸν ἡ θεία γραφὴ προηγόρευσε, πῶς ἀληθινὸς ὁ Χριστὸς νομισθήσεται, ὁ μετὰ τὸ τεχθῆναι