1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

58

μηδαμοῦ τοῦ Ἐμμανουὴλ τὴν προσηγορίαν δεξάμενος; οὐδεὶς γὰρ τὸν ἐλ θόντα Χριστὸν τῇ κλήσει τοῦ Ἐμμανουὴλ ἐπὶ λέξεως προση γόρευσεν. Ἀπόκρισις. Εἰ ἐν τοῖς εὐαγγελικοῖς διηγήμασι περιέχεται τῶν θείων περὶ Χριστοῦ προρρήσεων ἡ ἔκβασις, παραδέδωκε δὲ ἡμῖν αὐτὸν εἶναι τὸν κατὰ θείαν πρόρρησιν προορισθέντα τῷ τοῦ Ἐμμανουὴλ καλεῖσθαι ὀνόματι ὁ μακάριος Ματθαῖος, πῶς οὐ καλεῖται τῷ τοῦ Ἐμμανουὴλ ὀνόματι; οὐ διέλιπεν ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία, μαθοῦσα ἐκ τῆς διδασκαλίας τοῦ ἁγίου εὐαγγε λίου, Ἐμμανουὴλ ὀνομάζειν τὸν Χριστόν. ἔχομεν δὲ καὶ ἐν τῇ ὀνομασίᾳ τοῦ Χριστοῦ πάσας τὰς λοιπὰς ὀνομασίας αὐτοῦ περι εχομένας, εἰ καὶ μὴ πάσαις ἀεὶ κεχρήμεθα· οὐδὲ γὰρ ἐπειδὴ καλεῖται Ἐμμανουήλ ἐστιν Ἐμμανουήλ, ἀλλ' ἐπειδή ἐστι καλεῖται. ΡΝΓʹ. Ἐρώτησις. Εἰ τὸ τοὺς γονέας ἀθετεῖν ὑπὸ τῆς θείας γραφῆς ἀπηγόρευται καὶ ὁ μετιὼν τὰ ἀπηγορευμένα ἁμαρτωλὸς ὀνομάζεται, πῶς ἐν διαφόροις τόποις τοὺς οἰκείους γονέας ὁ δε σπότης Χριστὸς ἀθετήσας ἀναμάρτητος δείκνυται; ἐν μὲν γὰρ τῷ γάμῳ "τί ἐμοὶ καὶ σοὶ γύναι" τῇ μητρὶ λέγων ἐπέπληξεν, καὶ ἡνίκα αὐτὸν θεάσασθαι ἡ μήτηρ ἠθέλησε, μητέρα καὶ ἀδελφοὺς τοὺς τὸ θέλημα τοῦ θεοῦ ποιοῦντας ὠνόμασε. καὶ πάλιν, ὅτε ἐμα καρίζετο ἡ βαστάσασα αὐτὸν κοιλία καὶ μαστοὶ οὓς ἐθήλασε, τοὺς 141 ποιοῦντας τὸ θέλημα τοῦ θεοῦ αὐτὸς ἐμακάριζεν· ἅπερ ἅπαντα ἐφ' ὕβρει τῆς μητρὸς παρ' αὐτοῦ νομίζονται λέγεσθαι, διότι τῆς μητρὸς ὀνομασθείσης καὶ μακαρισθείσης κατὰ ἀντιδιαστολὴν αὐτῆς ὑπ' αὐτοῦ ἐμακαρίσθησαν ἕτεροι. ἡ δὲ ἀντιδιαστολὴ δῆλον ὅτι ἐπὶ ἐναντίων πραγμάτων λαμβάνεται. ἄλλως τε, εἰ τὴν ἁγίαν παρθέ νον ὁ θεὸς εἰς τοσαύτην οἰκονομίας ὑπουργίαν ἐκλέλεκται, πῶς ἀναξία μακαρισμοῦ κατὰ τὰ προλεχθέντα ἡ παρθένος νενόμισται; εἰ δὲ τὰ ῥηθέντα ἐναντίως ἔχει πρὸς ἄλληλα, πῶς τὰ ἀλλήλοις ἐναντία τὴν παρ' ἀλλήλων οὐ λαμβάνει κατάλυσιν; Ἀπόκρισις. Τὸ "τί ἐμοὶ καὶ σὺ γύναι" οὐ πρὸς ἐπίπλη ξιν εἴρηται τῇ Μαρίᾳ παρὰ τοῦ σωτῆρος, ἀλλὰ πρὸς ἔνδειξιν τοῦ μὴ ἡμᾶς, φησίν, εἶναι τοὺς ἀναδεδεγμένους τοῦ ἐν τῷ γάμῳ ἀνα λισκομένου οἴνου τὴν φροντίδα. ὅμως ἐκ πολλῆς ἀγάπης, εἰ θέλεις, ἵνα μὴ λείψῃ αὐτοῖς οἶνος, εἰπὲ τοῖς ὑπηρέταις ἵνα ποιήσωσιν ὃ λέγω αὐτοῖς, καὶ βλέπεις ὅτι οὐ λείψει αὐτοῖς οἶνος· ὅπερ καὶ γέγονεν. οὐκ ἂν οὖν λέξει τὴν μητέρα ἐπέπληξεν, ἣν τοῖς ἔργοις ἐτίμα· ἐν δὲ ταῖς ἄλλαις φωναῖς οὐ χωρίζει τὴν μητέρα τῆς πρεπούσης. τιμῆς, ἀλλὰ δείκνυσι κατὰ ποίαν μητρότητα μακαρι στή ἐστιν ἡ παρθένος· εἰ γὰρ ὁ ἀκούων τὸν λόγον τοῦ θεοῦ καὶ φυλάττων οὗτος ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστί, προσῆν δὲ τῇ μητρὶ αὐτοῦ ἀμφότερα, δῆλον ὅτι κατὰ ταύτην τὴν μη τρότητα βούλεται μακαρίζεσθαι τὴν μητέρα αὑτοῦ. τὸ γὰρ ἀκούειν τὸν λόγον τοῦ θεοῦ καὶ φυλάττειν ἀρετῆς ἐστι τῆς καθαρᾶς ψυ χῆς, ὅλης πρὸς τὸν θεὸν ἀποβλεπούσης. καὶ ἐπειδὴ οὐ τὴν τυ χοῦσαν γυναῖκα ἐπελέξατο ὁ θεὸς γενέσθαι μητέρα τοῦ Χριστοῦ, ἀλλὰ τὴν πᾶσαν τῶν γυναικῶν ταῖς ἀρεταῖς ὑπερκειμένην, διὰ τοῦτο καὶ ὁ Χριστὸς ἀπὸ ταύτης τῆς ἀρετῆς ἐβούλετο μακαρίζεσθαι τὴν μητέρα αὑτοῦ, δι' ἧς ἠξιώθη ἡ παρθένος μήτηρ αὐτοῦ γε νέσθαι. ὅτι δὲ πρὸς τὴν ἀτιμίαν ἢ ἀπείθειαν τῶν γονέων οὐδαμῶς 142 φαίνεται ὁ Χριστός τι διαπραξάμενος, μαρτυρεῖ Λουκᾶς ὁ εὐαγ γελιστὴς λέγων περὶ αὐτοῦ, ὅτι "κατέβη μετὰ Ἰωσὴφ καὶ Μαρίας ἀπὸ Ἱερουσαλήμ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς".

ΡΝ∆ʹ. Ἐρώτησις. Εἰ πρὸ τοῦ τάφου τῷ μύρῳ ἡ Μαρία τὸν κύριον ἤλειψεν, ἡμεῖς δὲ τοῦ πάθους καὶ τῆς ἀναστάσεως αὐτοῦ ἐν τῷ βαπτίσματι τελοῦμεν τὰ σύμβολα, πῶς πρῶτον μὲν ἐλαίῳ χριόμενοι, ἔπειτα δὲ τὰ προλεχθέντα ἐν τῇ κολυμβήθρᾳ τελέ σαντες σύμβολα, τῷ μύρῳ σφραγιζόμεθα ὕστερον, καὶ κατ' ἐναν τίωσιν τῶν περὶ τὸν κύριον γεγονότων ταῦτα ποιεῖν οὐ νομίζομεν, εἴ γε πρῶτον ὁ κύριος τῷ μύρῳ ἠλείψατο καὶ ὕστερον ἔπαθεν; πῶς δὲ καὶ οὐ περιττὴ ἡ τοῦ ἐλαίου χρῖσις προσφέρεται τοῖς βαπτίζεσθαι μέλλουσιν, εἴ γε μόνῳ τῷ μύρῳ πρὸς τῷ πάθει ἐχρίσθη ὁ κύριος; Ἀπόκρισις. Ἐπειδὴ ἃ ποιεῖ τις πρὸς τὸν ἐνταφιασμὸν τοῦ