59
σημειῶδες καὶ πέρας χρόνου, τοῦ μὲν παρεληλυθότος τέλος ἐστίν, τοῦ δὲ ἐνεστῶτος μέλλων καὶ πάλιν τοῦ ἐνεστῶτος τέλος, ἀρχὴ δὲ τοῦ μέλλοντος. τοῦτο ἐὰν οὖν λέγω, κρίσιν καὶ ἀνάστασιν ἅμα λέγω· δοκεῖ δὲ τέλος εἶναι τῆς ἀνα στάσεως ἡ ἀρχὴ τῆς κρίσεως· προεπινοοῦμεν γὰρ αὐτοὺς ἐγειρομένους, οὐ κρινομένους, κἂν ἅμα γίνηται. ὡς ἔλεγον πολλάκις ὅτι τὸ σῶμα καὶ τὸ χρῶμα ἅμα εἰσίν. οὐκ ἔστιν θάτερον πρὸ θατέρου εἰπεῖν· προεπινοεῖται γὰρ τὸ σῶμα· δεῖ εἶναι σῶμα, ἵν' οὕτω ᾖ χρῶμα· οὐδὲ γὰρ προεπινοῶ τὸ χρῶμα, ἵνα ᾖ τὸ σῶμα.
12,4d καὶ ταπεινωθήσονται πᾶσαι αἱ θυγατέρες τοῦ ᾄσματος. κατὰ πάσας τὰς ἀποδοθείσας εἰς τὸ "ἀναστήσεται εἰς φωνὴν τοῦ στρουθίου" τὴν "ταπείνωσιν" τῶν "θυγα τέρων τοῦ ᾄσματος" λέγω. 354 οἱ ψευδοδιδάσκαλοι "ᾄσματός" εἰσιν "θυγατέρες", "φωνῆς" μόνης εἰσὶν "θυγατέρες", οὐ νοῦ, οὐ σοφίας, οὐκ ἐπιστήμης, οὐ φωτός. καὶ διὰ τὸ καὶ διὰ τὸ ἄναν δρον αὐτῶν καὶ διὰ τὸ ἐκτεθηλυμμένον περὶ τὰ "πρόσ καιρα" ἐχουσῶν "θυγατέρες" εἴρηνται. "ταπεινωθήσονται" οὖν αὗται· οἵῳ δὲ τρόπῳ παρ όντος φωτὸς λύεται τὸ σκότος, οὕτω παρόντος τοῦ "ἀνα στάντος εἰς φωνὴν τοῦ στρουθίου" ἢ τῆς "ἀγορᾶς" ἢ τοῦ ςωτῆρος ἢ τῶν θείων διδασκάλων τὸ μηδὲν οὖσαι ἐλέγχονται. δείκνυται ὅτι ἡ διδασκαλία αὐτῶν μέ χρι τοῦ παρόντος ζῆν τὴν ὕπαρξιν εἶχεν καί-ἵνα μι κρὸν εἴπω πτωχότερον πολλάκις λεγόμενον ὑπό τινων- ὅτι ἡ "ἀνθρωπίνη σοφία" εὐγλωττίαν ἐπαγγελλομένη καὶ σύνθεσιν λέξεων μέχρι "φωνῆς" ἔχει τὴν ὕπαρξιν. ἐπειδὴ δὲ παρελεύσεται ἡ "φωνὴ" αὕτη οὐκέτι κρουο μένου ἀέρος, ὅταν ὑπὲρ τὸν ἀέρα γένωνται, οἱ περὶ ὧν ὁ λόγος "ταπεινοῦνται". τὸ μηδὲν εὑρίσκονται αἱ "θυγα τέρες τοῦ ᾄσματος" οὐκ ἂν λεχθέντων τῶν σοφῶν διδασ κάλων "θυγατέρων" ἢ "ᾄσματος θυγατέρων" ἀλλ' "υἱῶν φωτός", "υἱῶν σοφίας". ἐπερ· ἐξ ἄλλης γραφῆς ἔχομεν εἰπεῖν ψεκτῶς; - "μετάστησον ἀπ' ἐμοῦ ἦχον ᾠδῶν σου καὶ ψαλμὸν ὀρ γάνων σου οὐκ ἀκούσομαι"· ἐνοχλουμένην τὴν "ᾠδὴν" αὐτῶν ἡγεῖται. "ᾠδὴ" δὲ καὶ "ᾆσμα" ταὐτόν ἐστιν. κα̣ι`̣ ἐ´̣τι̣ "μεταστρέψω", φησίν, "τὰς ἑορτὰς αὐτῶν εἰς πένθος καὶ τὰς ᾠδὰς αὐτῶν εἰς θρήνους"· ἰδοὺ ψεκτὸν "ᾆσμα". καὶ οἱ λέγοντες δὲ "ὕμνον ᾄσατε ἡμῖν ἐκ τῶν ᾠδῶν Σιὼν" χλευάζοντες ἔλεγον. ηδε "ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν"· "φθάσαντες ἐπὶ τὴν "Βαβυλῶνα" καὶ τὰ ἄστατα αὐτῆς ῥεύματα "πο ταμοὺς" καλούμενα "ἐκαθίσαμεν"· οὐκέτι περαιτέρω ἠθε λήσαμεν ἀπελθεῖν μνήμην λαβόντες τῆς πατρίδος ἑαυτῶν. "ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιὼν" τοῦτο γέγονεν· οὐκέτι προσωτέρω τῆς "Βαβυλῶνος" ἠθελήσαμεν". εἶτα λέγει· "ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρε μάσαμεν τὰ ὄργανα ἡμῶν", τὰ "ὄργανα" τὰ μουσικά, τὰ τοῦ "ᾄσματος" τοῦ "καινοῦ". αἱ "ἰτέαι" δὲ φυτόν ἐστιν ἀκάρπους κατασκευάζον τοὺς ἀνθρώπους. λέγουσιν δὲ ὅτι, ἐὰν τὸ ἄνθος αὐτοῦ ἐκτριβῇ εἰς ὕδωρ καὶ ποθῇ, ἀγό νους ποιεῖ τοὺς πεπωκότας. διὰ τοῦτο ὁ ποιητὴς εἶπεν 355 "ὠλεσικάρπους" τὰς "ἰτέας", ὅτι εὐνουχίζει τρόπον τι νὰ τοὺς πιόντας. τὰ "ὄργανα" οὖν, τουτέστιν τὰ σώματα, ἐξήρτουν τῶν "ἰτεῶν", τῶν κλάδων τῆς ἁγνείας. εἶτ' ἐκεῖνοι ὥσπερ ἐπικερτομοῦντες ἔλεγον· "ὕμνον ᾄσατε ἡμῖν ἐκ τῶν ᾠδῶν Σιών", ὑβριστικώτερον "ᾠδὰς" λέγοντες πληθυντικῶς. μία γὰρ "ᾠδή" ἐστιν ἡ τῆς "Σιὼν" καὶ εἷς "ὕμνος"· λέγεται γὰρ τοῦτο ὅτι "ὁ θεός, ᾠ δὴν καινὴν ᾄσομαί σοι", μίαν "ᾠδήν". οὗτοι οὖν, ἐπεὶ τὸ διάφωνον ποιεῖ πολλὰς "ᾠδάς", ἠρέμα τοῦτο λέγου σιν· διάφωνα λέγεται "ἐκ τῶν ᾠδῶν ὑμῶν ᾄσατε ἡμῖν ὕμ νον". εἶτα ἐκεῖνοι γνόντες ὅτι κακοήθως τὰς "ᾠδὰς" εἶ πον πληθυντικῶς λέγουσιν· "πῶς ᾄσομεν τὴν ᾠδὴν κυρί ου ἐπὶ γῆς ἀλλοτρίας;" "ἐν "γῇ ἀλλοτρίᾳ" ἐσμὲν τῇν ὑμῶν". ὥστε ἔστιν ψεκτὸν "ᾆσμα" καὶ ἐπαινετόν. καὶ ἐὰν λέγῃ "μετὰ ψαλλούσης μὴ ἐνδελέχιζε", ψε κτὸν "ᾆσμα" σημαίνει, ψαλμὸν οὐκ ὀρθῶς προφερόμενον.
12,5abc καί γε ἀπὸ ὕψους ὄψονται καὶ θάμβοι ἐν τῇ ὁδῷ· καὶ ἀνθήσῃ τὸ ἀμύγδαλον, καὶ παχυνθῇ ἡ ἀκρίς. ̣12,5a ἐάν τις "ἀπὸ τοῦ ὕψους" θεωρήσῃ ὑψηλὸς γε