1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

61

συνστάντος τριάκοντα ἀνθρώ ποις ε᾿̣π̣ε´̣λ̣θῃ καὶ περιγένηται αὐτῶν; καὶ οὑ´̣τως ὑπ̣ὸ τοῦ Ἐκκλησιαστοῦ, μᾶλλον δ̣ὲ ὑπ̣ο`̣ τ̣ο̣ῦ Ἔσ-δρα προβλήματα προυβλ̣η´̣θησαν περὶ τὸν βασιλέα. καὶ εἰρήκασ̣ιν οι῾̣ πρότεροι δύο καλῶς, ἴσχυσεν δὲ ἡ δευτέρα ἑρμηνεία τοῦ τρίτου· καὶ εἴρηται̣ ὅτ̣ι "νικᾷ ἡ ἀλήθεια" καὶ ἰσχύει. εἰ γὰρ καὶ "ἰσχύουσιν αἱ γυναῖ κες" καὶ ὁ τοιοῦτος "οἶνος" καὶ ὁ "βασιλεὺς" καὶ τὰ ἄλλα, ἀλλὰ "ὑπερισχύει ἡ ἀλήθεια". ἡ "ὑπερίσχυ σις" τῆς "ἀληθείας" ἐφάνη ἐκείνων ἰσχυρῶν ὄντων τῶν ἑρμ̣η̣νευθε´̣ν̣των ὑπὸ τῶν ἄλλων. † εξευ̣τ̣ελης ησαν μνημονευκότες μνημονευκότες δὲ ουτος † τὸ μέγεθος τῆς "ἀληθείας" οὐκ ἐφαίνετο.

12,5c καὶ παχυνθῇ ἡ ἀκρι´̣ς. ἐν τῷ ἀποστολικῷ ἐλέγετο πάλιν τοῦτο ὅτι ὅπου "νό μος", ἐκεῖ καὶ ἡ "πα̣ράβασις". εἰ μὴ ἐληλυθὸς ἦν εἰς μέσον τὸ εὐαγγέλιον, οὐκ ἐγ̣ίνετο μεγάλ̣η τιμωρία κα τὰ τῶν μὴ παραλαμβανόντων αὐτό. αὐτίκα γοῦν λέγει ὅτι δεῖ "κηρυχθῆναι τὸ εὐαγγέλιον τοῦτο τῆς βασιλεί ας ἐν ὅλῳ τῷ κόσμῳ εἰς μαρτύριον πᾶσιν τοῖς ἔθνεσιν", ὅπως μηδεὶς πρόφασιν ἕλῃ τὸ ἀνήκοον. ὅταν οὖν "ἀνθήσει" τὸ προειρημένον "ἀμύγδαλον", "παχύνεται ἡ ἀκρίς"· ἡ "ἀκρὶς" δὲ ἀντὶ κολάσεως παρα λαμβάνεται· "τὰ κατάλοιπα τῆς κάμπης κατέφαγεν ἡ ἀκρίς". "παχύνεται" δὲ τότε πολλὴν τροφὴν δεχομένη· τροφὴ δὲ αὐτῆς εἰσιν οἱ παραδιδόμενοι αὐτῇ ἄνθρωποι. δυνατὸν δὲ καὶ εἰς ἦθος λαβεῖν τὸ "ἀνθήσει τὸ ἀμύγδαλον". 358 τὸ "ἀμύγδαλον" ἔξω τοῦ ἐδωδίμου δύο περιβολὰς ἔχει· ὀστρακώδη καὶ ἔπειτα πικρά, τὸ λέπος τὸ ἔξωθεν. δύναται τὸ ἔξω λέπος εἶναι τὸ σῶμα· πικρὸν γάρ ἐστιν, ἐπιτρεπῶς ἔχον πρὸς ἡδονάς. τὸ δὲ ὀστρακῶδες ἐκεῖνο λέπος ἡ ψυχή, εὔτονος γὰρ καὶ μεγάλη· ἔνδον δὲ τὸ ἐ δώδιμον τὸ πνεῦμα. ὅταν οὖν πληρωθῇ ἐκεῖνο τὸ τῆς ἐπευχῆς τοῦ ἀποστόλου γράφοντος· "ὁ δὲ τῆς εἰρήνης θεὸς ἁγιάσα̣ι ὑμᾶς, ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα", "ἤνθησεν τὸ ἀμύγδαλον"· ἐν τῷ "ἀνθεῖν" γὰρ ἔχει τὰ τρία ταῦτα. "ἀνθεῖ" τοίνυν ὁ ἄνθρωπος, ὅτε προκόπτει ἐν ἀρετ̣ῇ, ὁ´̣τ̣ε "μετασχηματιζόμενον" ἔχει "τὸ σῶμα" ὥσ τε "σύνμορφον" γενέσθαι "τῷ σώματι" τοῦ Χριστοῦ.

12,5de καὶ διασχεδασθῇ ἡ κάππαρις, ὅτι ἐπορεύθη ὁ ἄνθρωπος εἰς οἶκον αἰῶνος αὐτοῦ. ̣12,5ε̣ ὁ "οἶκος τοῦ αἰῶνος" τοῦ "ἀνθρώπου" ἡ μετὰ ταῦτα ζωή ἐστιν. πάντα τὰ εἰρημέν̣α γίνεται· καὶ "κλείονται ἐν τῇ ἀγορᾷ αἱ θύραι", καὶ "ἀνίσταν ται εἰς φω̣νὴν τοῦ στρουθίου" οἱ εἰς τοῦτο κα λούμενοι, καὶ "ταπεινοῦνται αἱ θυγατέρες τοῦ ᾄσμα τος". οἱ ὀ´̣ντ̣ες ἐν τῷ "οἴκῳ" τοῦ "αἰῶνός" εἰσιν οἱ "ἄνθρωποι". ὁ περὶ γῆν δὲ τόπος οὗτός ἐστιν ὁ τούτου τοῦ "αἰῶνος τοῦ πονηροῦ" "οἶκος". τὰ εἰ ρημένα πάντα γίνεται. ἐπεὶ οὖν "ἐπορεύθη εἰς" ἕτερον "αἰῶνα", αφ"εἰς" τὸν τοῦ "οἴκου ἑαυτοῦ αἰῶνα", "εἰς" τὸν μετὰ ταῦτα, λύεται ὅλα τὰ ὧδε φθάσαντα. δυνατὸν καὶ οὕτως αὐτὸ λαβεῖν, ἐπεὶ ὁ "ἄνθρω πο̣ς" ·········· ε᾿̣σ̣τιν κατὰ τὴν ψυχη····?. ὅταν λυθῇ πάντα τὰ προσγενάμενα τῷ "ἀνθρώπῳ", τὰ ψεκ τά, τὰ φαῦλα, "εἰς" τὸν ἑαυτοῦ λοιπὸν "οἶκον πορεύ εται" ἀφεὶς τὸν τοῦ "αἰῶνος" τούτου. "αἰὼν" δὲ κατάλληλος καὶ "οἶκός" ἐστιν τῷ "ἀνθρώ πῳ" τῷ "κατ' εἰκόνα καὶ ὁμοίωσιν θεοῦ" γεγονότι θεία κατάστασις, ἐν ᾗ "ἐπορεύθη" ἀπὸ τοῦ "αἰῶνος" τού του. ἐκεῖνα λύεται, ὡς ἐὰν λέγῃ τις ὅτι πεπαύσεται πορνεία. "ἐπορεύθη" γὰρ ὁ "ἄνθρωπος εἰς" τὸν τῆς ἀφθαρσίας χῶρον. 12,5φ καὶ ἐκύκλωσαν ἐν ἀγορᾷ οἱ κοπ τόμενοι. λοιπὸν "διασχεδασθείσης τῆς καππάρεως" καὶ "τῆς ἀ κρίδος" πληθυνούσης οἱ πάλαι ἀγορεύοντες ὑπὲρ σωτηρί ας τῶν ἀνθρώπων ὥσπερ θρηνοῦσιν αὐτούς. λοιπὸν "ἐν τῇ ἀγορᾷ οἱ κοπτόμενοι ἐκύκλωσαν". ἔχεις καὶ ἐν εὐαγγελίῳ λεγόμενον ὑπὸ τοῦ ςωτῆ ρος· "τίνι ὁμοιώσω τὴν γενεὰν ταύτην;" καὶ λέγει· "ὁ μοία ἐστὶν παιδίοις ἐν ἀγορᾷ καθημένοις, ἃ προσφωνεῖ ἕτερα πρὸς ἕτερα λέγοντες· ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρ 359 χήσασθε, ἐθρηνήσαμεν ὑμῖν καὶ οὐκ ἐκόψασθε". καὶ ἐπι φέρει· "ἦλθεν Ἰωάννης μήτ̣ε ἐσθίων μήτε πίνων". ἰδοὺ τὸ "θρηνοῦν παιδίον"· ὁ γὰρ Ἰωάννης εἰς πᾶσαν τὴν πα λαιὰν γραφὴν καὶ τοὺς διακονήσαντας αὐτὴν λαμβάνεται, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου εἰς τὸ