62
σῶμα τῆς ἐκκλησίας, τὸν ἀποστολικὸν καὶ εὐαγγελικὸν χορόν. λέγει οὖν ὅτι τὰ "παιδία αὐλεῖ" δέον τοὺς ἀκούοντας τοῦ αὐλοῦ "ὀρ χεῖσθαι". ἡ ὄρχησι̣ς δὲ λόγων μίμησιν ἐπαγγέλλεται διὰ χειρῶν γινομένην. ὅταν τοίνυν ἀκο̣υ´̣ω̣σιν τῶν τῆς σωτηρίας σοφῶν καὶ τὸν τῆς εὐσεβείας προφερομέ νω̣ν λόγον καὶ συνσχηματισθῶσιν τοῖς ἀπαγγελλομένοις τοῖς ἔργοις καὶ τῇ διανοίᾳ "ὀρχοῦνται" ἐπαινετῶς κατὰ τὴν ὄρχησιν, ἣν "ὠρχήσατο" ∆αυὶδ ἔνπροσθεν τῆς κιβωτοῦ. ὅταν γὰρ "θρηνοῦσιν" εἰς μετάνοιαν καλοῦν τες, εἰς αἴσθησιν ἐγείροντες "κ̣όπτονται", ὅτι τοῦτο αἴσθησιν ἐγείρει. ὅταν ἄλλου ἁμαρτάνοντος ἄλλος "θρη νῇ" καὶ "κόπτηται", εὐθέως λέγει ὅτι "ὅσον οὗτος ὑπὲρ ἐμοῦ κακίζει ἑαυτόν, ὀφείλω κἀγὼ τοῦτο ποιῆ σαι". καὶ οὗτοι οὖν ἀκούοντες τὸν θρῆνον, ἐὰν κατὰ τοῦ στήθους φέρωσιν τὰς χεῖρας "κοπτόμενοι", αἴσθησιν ἑαυτῶν ἀνεγείρουσιν. οὗτοι οὖν οἱ πάλαι ἀγορεύσαν τες καὶ πολλὰ εἰρηκότες περὶ τῶν μὴ ἀκουσάντων "κόπ τονται". οὕτω γοῦν καὶ ὁ "Ἰηρεμίας μετὰ τὸ αἰχμαλω τισθῆναι τὸν Ἰςραὴλ καὶ Ἰερουςαλὴμ ἐρη-μωθῆναι καθίσας κλαίων ἐθρήνησεν τὸν θρῆνον". καὶ αὐ τὸς ὁ θεὸς λέγων· "θρήνησον πρός με ὑπὲρ νύμφην περιεζωσμένην σάκκον ἐπὶ τὸν ἄνδρα αὐτῆς τὸν παρθε νικόν". "ἐκύκλωσαν" οὖν "ἐν ἀγορᾷ οἱ κοπτόμενοι". χαίρουσιν οἱ διδάσκαλοι κατορθούντων τῶν ἀκροατῶν· λυποῦνται, ὅταν παρακούωνται τὰ θεσπίσματα τὰ θεῖα. ἐ πεὶ τοίνυν καὶ μετὰ τὸ ἁμαρτάνειν τοὺς ἀκροατὰς φείδον ται αὐτῶν οἱ διδάσκαλοι ἐν τῷ ἀγορεύειν τὰ θεῖα, "κυ κλοῦσιν κοπτόμενοι" οὐχ ὁρῶντες ἐκείνους ποιοῦντας, ἃ προστάττονται ποιεῖν. καὶ ἡ καινὴ διαθήκη οἶδεν τὴν ἐκκλησίαν "ἀγοράν", ὡς καὶ Ἕλληνες. ἐν ταῖς πράξεσιν γοῦν τῶν ἀποστόλων λέγει ὅτι "ἔχουσιν" ζήτημάτα τι, "ἀγοραῖοι ἄγονται", τουτέστιν ῥήτορες. "δύνασθε", φησίν, "δίκην περὶ τού του κινεῖν ἔχοντες τοὺς ἀγορεύοντας, τοὺς ῥητορεύον τας". "κοπτόμενοι" οὖν "ἐκύκλωσαν ἐν ἀγορᾷ" οἱ ἀγορεύ οντες· γεγηθότες ἂν καὶ "ὀρχούμενοι" "κυκλώσαντες", 360 εἰ τὰ λεγόμενα ὑπ' αὐτῶν εἰς ἔργα αἰώνων ἦν μετα βαλλόμενα.
12,6ab ἕως οὗ μὴ ἀνατραπῇ τὸ σχοι νίον τοῦ ἀργυρίου καὶ συντριβῇ τὸ ἀνθέμιον τοῦ χρυσίου. ̣12,6α̣ πρὸς ῥητόν· "σχοινίον τοῦ ἀργυρίου" δύ ναται εἶναι ἡ δόσις καὶ ἡ λῆμψις ἡ περὶ τὰ συναλλάγ ματα. πρὸς δὲ διάνοιαν· ἐπεὶ ὁ λόγος κυρίου "ἄργυ ρός" ἐστιν καὶ "τὰ λόγια αὐτοῦ ἀργύριον πεπυρωμένον" ἐστίν, "σχοινία" ἐκ τούτων πλέκεται· ἤτοι καλῶς νοού-μενα ὑπὸ τῶν ὀρθοδόξων ἢ ἑτέρως, ἀμφοτέρως οὐκ "ἀνατρέπεται τὸ σχοινίον τοῦ ἀργυρίου", "ἐνεργεῖ". ἐπειδὴ δὲ δεῖ πρὸς τὸ κείμενον λέγειν, δύ-ναται τοῦτο λέγεσθαι ὅτι "ἕως τὸ σχοινίον τοῦ ἀργυρί-ου" "ἐνεργεῖ" οὐκ "ἀνατρεπόμ̣εν̣ον", οὐκ "ἐκβαλλόμε-νον"-"ἐκβληθήσεται" γὰρ μετὰ ταῦτα, ὅταν "τὸ ἐκ μέ-ρο̣υς καταργηθῇ"-, οἱ "ἐν ἀγορᾷ οἱ κοπτόμενοι κυκλοῦσιν", "ἕως" ἔχουσιν τὸ "σχοινίον τοῦ ἀργυρίου", "ἕως" πλέ-κουσιν τὰ "λόγια κυρίου"· τότε γ̣α`̣ρ καὶ ἀγορεύ-ουσιν. 12,6b καὶ συντριβῇ τὸ ἀνθέμιον τοῦ χρυσίου. ἡ θήκη τοῦ "χρυσίου" ο̣ὑ´̣τω καλεῖται, τάχα δὲ καὶ τὸ απαν5-7 "χρυσίου", μᾶλλον δὲ ἡ θήκη. ἀμ̣έλει γοῦν τοὺς θησαυροφυλακοῦντας λε············ς ἐσ-τιν ουτος ἀντὶ τοῦ φύλαξ "χρυσίου". "χρυσι´̣ον" οὖν ἐν τούτοις λημπτέον τὸν νοῦν· "ἀργύριον" δὲ εἰ τὸν προφορικὸν λόγον, "χρυσὸν" λαμ-βάνεις ὧδε τὸ νόημα, "ἀνθέμιον" δὲ τὸ ἡγεμονικὸν ···ς τ̣ο εἶναι θήκη καὶ φυλακὴ τοῦ "χρυσίου". ἐὰν δὲ "ἄργυ-ρον" σημαίνῃ τὸν λόγον καὶ τὴν τοῦ θεοῦ γραφήν, πλοκή ἐστιν τὰ κατάλληλα καταλλήλοις λαμβάνειν ῥητὰ καὶ τὴν νόησιν εἴρειν τῶνδε πρὸς τάδε καὶ τὴν ἐκείνων πρὸς ταῦτα. ἐπερ· "ἕως" τὴν ἐκκλησίαν οὐ λέγει; -τοῦτο λέγει· "ἐν ἀγορᾷ οἱ κοπτόμενοι κόπτονται κυκλοῦσιν". "ἀγορὰ" δέ ἐστιν ἡ ἐκκλησιαστικὴ διδασ-καλία. ἐκκλησιαστικὴν δὲ λέγω οὐ πάντως τὴν Χριστι-ανῶν, ἀλλὰ τὴν συνελευστικήν. τοῦτο οὖν λέγει ὅτι ἐς ὅσον "ἐνεργεῖ" τὸ "σχοινίον τοῦ ἀργυρίου", "κυκλοῦσιν" καὶ "κόπτονται" τοὺς μὴ πειθομένους. ὅταν δὲ "ἀνατραπῇ" "καταργηθέντος τοῦ ἐκ