1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

62

πόλιν, μὴ ἐκ τοῦ δαίμονος τοῦ διὰ μάντεως χρηματίσαντος ὑπαρχούσης, ἀλλ' ἐκ τῆς τοῦ δεσπότου τοῦ κόσμου συγχωρήσεως; οὐκοῦν ἔχεις τῶν ζητημάτων τὰς λύσεις, κατὰ μὲν τὸ τῆς διανοίας ἡμῶν ἐφικτὸν ἀνελλιπεῖς, σκιὰν δὲ ὥσπερ καὶ εἰκόνα τυγχανούσας τῆς ἀληθείας· εἰ γὰρ ὁ μηδὲν ἑαυτῷ συνειδώς, ὁ τῶν ἀρρήτων μυστηρίων θεατής, Παῦλος ὁ ἀπόστολος, ἐκ μέρους γινώσκει καὶ ἐκ μέρους προφητεύει, τί θαυμαστὸν εἰ ἡμᾶς τοὺς πολὺ τῆς ἐκείνου ἀρετῆς τε καὶ πολιτείας ἀποδέοντας 150 κατόπιν δεήσοι τῆς ἀληθείας ὀφθῆναι; διόπερ ἐνταῦθα τὸν λόγον σφραγίσαντες, μόνῃ τῇ ἀκαταλήπτῳ τριάδι πάντων ἀκριβῆ τὴν γνῶσιν κεκτῆσθαι συγχωρήσωμεν, αἰτούμενοι τῶν παρ' αὐτῆς ἡμῖν ἐπηγγελμένων αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.