64
ᾅδου τ̣ὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν κατα-βαινόντων εἰς λάκκον". καὶ ὁ ςωτὴρ ἐνανθρωπήσας καὶ θάνατον ὑπὲρ ἀνθρώπων ἀναδεξάμενος λέγει· "προσ-ελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον, ἐπεὶ ἐγενόμην ὡς ἄνθρωπος ἀβοήθητος". ἐσταυρώθη καὶ ἦσαν αἱ χεῖρες αὐτοῦ καὶ οἱ πόδες ὡς "ἀβοηθήτου"· "ἤχθη ὡς πρόβατον ἐπὶ σφαγήν", ὡς "ἀβοήθητος". ἑαυτὸν δὲ εἰς τὸ "ἀβοήθητον" περιήγαγεν. καὶ ἐπιφέ-ρει· ""ἐν νεκροῖς ἐλεύθερος", καὶ "προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον", κ̣αὶ "ἄνθρω-πος ἀβοήθητος" ἔδοξα εἶναι, ἀλλ' "ἐν νεκροῖς ἐλεύ-θερός" εἰμι". ······ος δὲ δύναται νοεῖσθαι τὸ "ἐν νεκροῖς ἐλεύθερος", τουτέστιν ἄνευ ἁμαρτίας. ‖