1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

2

3.1 Τί γὰρ ἔλειπε διδασκαλίας εἰς εὐσέβειαν τῇ καθολικῇ ἐκκλησίᾳ, ἵνα νῦν περὶ πίστεως ζητῶσι καὶ τὴν ὑπατείαν τῶν παρόντων χρόνων προτάσσωσι τῶν παρ' αὐτῶν ἐκτιθε μένων ῥημάτων δῆθεν περὶ πίστεως; Οὐρσάκιος γὰρ καὶ Οὐάλης καὶ Γερμίνιος καὶ οἱ 3.2 σὺν αὐτοῖς πεποιήκασιν ὃ μήτε γέγονε μήτε ἠκούσθη πώποτε παρὰ Χριστιανοῖς. Γράψαντες γὰρ ὡς ἤθελον αὐτοὶ πιστεύειν προέταξαν τὴν ὑπατείαν καὶ τὸν μῆνα καὶ τὴν ἡμέραν τοῦ παρόντος χρόνου, ἵνα δείξωσι πᾶσι τοῖς φρονίμοις ὅτι μὴ πρότερον, ἀλλὰ νῦν ἐπὶ Κωνσταντίου ἀρχὴν ἔχει τούτων ἡ πίστις. πάντα γὰρ πρὸς τὴν ἰδίαν αἵρεσιν βλέποντες ἔγραψαν. πρὸς τούτοις περὶ τοῦ κυρίου προσποιούμενοι γράφειν ἄλλον «δεσπότην» ὀνομάζουσιν ἑαυτοῖς Κωνστάντιον· αὐτὸς γὰρ ἦν ὁ τὴν δυναστείαν τῆς ἀσε βείας αὐτοῖς παρέχων· καὶ «αἰώνιον» δὲ αὐτὸν «βασιλέα» εἰρήκασιν οἱ τὸν υἱὸν ἀίδιον 3.3 ἀρνούμενοι· οὕτως εἰσὶ πρὸς ἀσέβειαν χριστομάχοι. ἀλλ' ἴσως αὐτοῖς ἐστι πρόφασις τῆς ὑπατείας ἡ τῶν ἁγίων προφητῶν χρονογραφία. ἀλλὰ κἂν τοῦτο τολμήσωσιν εἰπεῖν, πολὺ τὴν ἀμαθίαν ἑαυτῶν ἐξαγγέλλουσιν. αἱ μὲν γὰρ τῶν ἁγίων προφητεῖαι χρόνων ἔχουσι μνήμην. καὶ Ἡσαίας μὲν καὶ Ὠσηὲ «ἐν ἡμέραις Ὀζίου καὶ Ἰωάθαμ καὶ Ἀχὰζ καἘζεκίου» γεγόνασιν, Ἱερεμίας δὲ ἐν ἡμέραις Ἰωσίου, Ἰεζεκιὴλ δὲ καὶ ∆ανιὴλ ἐπὶ Κύροκαὶ ∆αρείου καὶ ἄλλοι ἐν ἄλλοις χρόνοις ἐπροφήτευσαν οὐ τῆς θεοσεβείας ἀρχὴν καταβαλλό 3.4 μενοι. ἦν γὰρ καὶ πρὸ αὐτῶν καὶ ἀεὶ ἦν καὶ πρὸ καταβολῆς κόσμου ταύτην ἡμῖν ὁ θεὸς ἐν Χριστῷ προητοίμασεν. οὐδὲ τῆς αὐτῶν δὴ πίστεως τοὺς χρόνους ἐσήμαινον· ἦσαν γὰρ καὶ πρὸ τούτων τῶν χρόνων αὐτοὶ πιστοί· ἀλλὰ τῆς δι' αὐτῶν ἀπαγγελίας ἦσαν οἱ 3.5 χρόνοι. ἦν δὲ ἡ ἀπαγγελία προηγουμένη μὲν περὶ τῆς ἐπιδημίας τοῦ σωτῆρος, ἐπακολούθημα δὲ περὶ τῶν ἐσομένων τῷ Ἰσραὴλ καὶ τοῖς ἔθνεσι. καὶ ἦσαν οἱ χρόνοι σημαινόμενοι οὐκ ἀρχῆς πίστεως, καθὰ προεῖπον, ἀλλ' αὐτῶν τῶν προφητῶν, καθ' οὓς οὗτοι γενό 3.6 μενοι τοιαῦτα προεφήτευον. οὗτοι δὲ οἱ νῦν σοφοὶ οὐχ ἱστορίας ἐξηγούμενοι οὐδὲ τὰ μέλλοντα προλέγοντες, ἀλλὰ γράψαντες «ἐξετέθη ἡ πίστις ἡ καθολικὴ» εὐθὺς προσέθηκαν καὶ τὴν ὑπατείαν καὶ τὸν μῆνα καὶ τὴν ἡμέραν, ἵνα, ὥσπερ οἱ ἅγιοι τῶν ἱστοριῶν καὶ τῆς ἑαυτῶν διακονίας τοὺς χρόνους ἔγραφον, οὕτως οὗτοι τῆς ἑαυτῶν πίστεως τὸν χρόνον ση μάνωσι. καὶ εἴθε περὶ τῆς ἑαυτῶν ἔγραφον «νῦν γὰρ ἤρξατο» καὶ μὴ ὡς περὶ τῆς καθολι κῆς ἐπεχείρουν· οὐ γὰρ ἔγραψαν «οὕτω πιστεύομεν», ἀλλ' ὅτι «ἐξετέθη ἡ καθολικὴ πίστις».

4.1 Τὸ μὲν οὖν τολμηρὸν τῆς προαιρέσεως ἐλέγχει τὴν ἀμαθίαν αὐτῶν, τὸ δὲ καινὸν ἐπι νόημα τῆς γραφῆς ἴσον ἐστὶ τῆς ἀρειανῆς αἱρέσεως. οὕτω γὰρ γράψαντες ἔδειξαν, πότε μὲν ἤρξαντο πιστεύειν αὐτοί, ἀπὸ δὲ τοῦ νῦν βούλονται τὴν πίστιν αὐτῶν καταγγέλ 4.2 λεσθαι. καὶ ὥσπερ κατὰ τὸν εὐαγγελιστὴν Λουκᾶν «ἐτέθη δόγμα» περὶ τῆς ἀπο γραφῆς καὶ τοῦτο τὸ δόγμα πρότερον μὲν οὐκ ἦν, ἀπὸ δὲ τῶν ἡμερῶν ἐκείνων ἤρξατο, ἐν αἷς καὶ ἐτέθη παρὰ τοῦ γράψαντος, οὕτω καὶ οὗτοι γράψαντες «ἐξετέθη νῦν ἡ πίστις» ἔδει 4.3 ξαν ὅτι νεώτερόν ἐστι τὸ τῆς αἱρέσεως αὐτῶν φρόνημα καὶ οὐκ ἦν πρότερον. εἰ δὲ προστιθέασι «τῆς καθολικῆς», ἔλαθον ἑαυτοὺς πεσόντες εἰς τὴν παράνοιαν τῶν ἀπὸ Φρυ γίας, ὥστε καὶ αὐτοὺς κατ' ἐκείνους εἰπεῖν· «ἡμῖν πρῶτον ἀπεκαλύφθη καὶ ἀφ' ἡμῶν ἡ πίστις ἄρχεται τῶν Χριστιανῶν». καὶ ὥσπερ ἐκεῖνοι Μαξιμίλλαν καὶ Μοντανόν, οὕτως 4.4 οὗτοι ἀντὶ τοῦ Χριστοῦ Κωνστάντιον «δεσπότην» ἐπιγράφονται. εἰ δὲ κατ' αὐτοὺς ἀπὸ τῆς νῦν ὑπατείας ἀρχὴν ἡ πίστις ἔχει, τί ποιήσουσιν οἱ πατέρες καὶ οἱ μακάριοι μάρτυ ρες, τί δὲ καὶ αὐτοὶ ποιήσουσι τοὺς παρ' αὐτῶν κατηχηθέντας καὶ πρὸ τῆς ὑπατείας ταύ της κοιμηθέντας, πῶς αὐτοὺς ἐγείρουσιν, ἵνα ἃ μὲν ἔδοξαν δεδιδαχέναι τούτους ἀπαλείψω σιν, ἃ δὲ νῦν ὡς ἐφευρόντες ἔγραψαν ἐπισπείρωσιν αὐτοῖς; οὕτως εἰσὶν