1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

28

συμβάλλειν, ἵνα μὴ δοκῶσιν οἱ πλείους τοὺς ἐλάττονας ἐπικρύπτειν, οὐδ' αὖ πάλιν τὸν χρόνον ἀναμετρεῖν, ἵνα μὴ δοκῶσιν οἱ προλαβόντες ἀφανίζειν τοὺς μετὰ ταῦτα 43.3 γενομένους. οἱ πάντες γάρ, καθὰ προείρηται, πατέρες εἰσί· καὶ ὅμως οὐδὲ οἱ τʹ νεώτερόν τι φρονήσαντες ἔγραψαν οὐδὲ ἑαυτοῖς καταθαρσήσαντες ἀγράφων προέστησαν λέξεων, 43.4 ἀλλ' ἐκ πατέρων ὁρμώμενοι καὶ αὐτοὶ τοῖς ἐκείνων ἐχρήσαντο ῥήμασι. ∆ιονύσιοι γὰρ δύο γεγόνασιν ἔμπροσθεν πολὺ τῶν ἑβδομήκοντα τῶν καθελόντων τὸν Σαμοσατέα· τού των ὁ μὲν τῆς Ῥώμης, ὁ δὲ τῆς Ἀλεξανδρείας ἦν ἐπίσκοπος. ἀλλά τινων αἰτιασαμένων παρὰ τῷ ἐπισκόπῳ Ῥώμης τὸν τῆς Ἀλεξανδρείας ἐπίσκοπον ὡς λέγοντα ποίημα καὶ μὴ ὁμοούσιον τὸν υἱὸν τῷ πατρὶ ἡ μὲν κατὰ Ῥώμην σύνοδος ἠγανάκτησεν, ὁ δὲ τῆς Ῥώμης ἐπίσκοπος τὴν πάντων γνώμην γράφει πρὸς τὸν ὁμώνυμον ἑαυτοῦ. κἀκεῖνος λοιπὸν ἀπο λογούμενος τὸ μὲν βιβλίον ἐπιγράφει «ἐλέγχου καὶ ἀπολογίας». γράφει δὲ ταῦτα πρὸς ἐκεῖνον·

44.1 «Καὶ δι' ἄλλης ἐπιστολῆς ἔγραψα, ἐν οἷς ἤλεγξα καὶ ὃ προφέρουσιν ἔγκλημα κατ' ἐμοῦ» ψεῦδος ὂν ὡς οὐ λέγοντος τὸν Χριστὸν ὁμοούσιον εἶναι τῷ θεῷ. εἰ γὰρ καὶ τὸ ὄνομα τοῦτό «φημι μὴ εὑρηκέναι μηδ' ἀνεγνωκέναι που τῶν ἁγίων γραφῶν, ἀλλά γε τὰ ἐπιχειρήματά» μου τὰ ἑξῆς ἃ σεσιωπήκασι, τῆς διανοίας ταύτης οὐκ ἀπᾴδει. καὶ γὰρ ἀνθρωπείαν γονὴν παρεθέμην δῆλον ὡς οὖσαν ὁμογενῆ, φήσας πάντως τοὺς γονεῖς μόνον ἑτέρους εἶναι τῶν τέκνων, ὅτι μὴ αὐτοὶ εἶεν τὰ τέκνα, ἢ μήτε γονεῖς ἀναγκαῖον ὑπάρχειν εἶναι μήτε τέκνα. 44.2 καὶ τὴν μὲν ἐπιστολήν, ὡς προεῖπον, διὰ τὰς περιστάσεις οὐκ ἔχω προκομίσαι· εἰ δ' οὖν, αὐτά σοι τὰ τότε ῥήματα, μᾶλλον δὲ καὶ πάσης ἀνέπεμψα τὸ ἀντίγραφον· ὅπερ ἐὰν εὐπορήσω, ποιήσω. οἶδα δὲ καὶ μέμνημαι πλείονα προσθεὶς τῶν συγγενῶν ὁμοιώματα· καὶ γὰρ καὶ φυτὸν εἶπον ἀπὸ σπέρματος ἢ ἀπὸ ῥίζης ἀνελθὸν ἕτερον εἶναι τοῦ ὅθεν ἐβλάσ τησε, καὶ πάντως ἐκείνῳ καθέστηκεν ὁμοφυές. καὶ ποταμὸν ἀπὸ πηγῆς ῥέοντα ἕτερον καὶ σχῆμα καὶ ὄνομα μετειληφέναι· μήτε γὰρ τὴν πηγὴν ποταμὸν μήτε τὸν ποταμὸν πηγὴν λέγεσθαι καὶ ἀμφότερα ὑπάρχειν καὶ τὴν μὲν πηγὴν οἱονεὶ πατέρα εἶναι, τὸν δὲ ποταμὸν εἶναι τὸ ἐκ τῆς πηγῆς γεννώμενον. οὕτως εἴρηκεν ὁ ἐπίσκοπος.

45.1 Εἴπερ οὖν μέμφεταί τις τοῖς ἐν Νικαίᾳ συνελθοῦσιν ὡς εἰρηκόσι παρὰ τὰ δόξαντα τοῖς πρὸ αὐτῶν, ὁ αὐτὸς μέμψαιτ' ἂν εἰκότως καὶ τοῖς ἑβδομήκοντα, ὅτι μὴ τὰ τῶν πρὸ αὐτῶν ἐφύλαξαν· πρὸ αὐτῶν δὲ ἦσαν οἱ ∆ιονύσιοι καὶ οἱ ἐν Ῥώμῃ τὸ τηνικαῦτα συνελθόντες 45.2 ἐπίσκοποι. ἀλλ' οὔτε τούτους οὔτε ἐκείνους ὅσιον αἰτιάσασθαι· πάντες γὰρ ἐπρέσβευον τὰ Χριστοῦ καὶ πάντες σπουδὴν ἐσχήκασι κατὰ τῶν αἱρετικῶν, καὶ οἱ μὲν τὸν Σαμοσατέα, οἱ δὲ τὴν ἀρειανὴν αἵρεσιν κατέκριναν. ὀρθῶς δὲ καὶ οὗτοι κἀκεῖνοι καὶ καλῶς πρὸς τὴν 45.3 ὑποκειμένην ὑπόθεσιν γεγράφασι. καὶ ὥσπερ ὁ μακάριος ἀπόστολος Ῥωμαίοις μὲν ἐπιστέλλων ἔλεγεν· «ὁ νόμος πνευματικός ἐστι» καὶ «ὁ νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή», καὶ μετ' ὀλίγον· «τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει», Ἑβραίοις δὲ ἔγραφεν· «ὁ νόμος οὐδένα τετελείωκε», καὶ Γαλάταις μέν· «ἐν νόμῳ οὐδεὶς δικαιοῦται», Τιμοθέῳ δὲ ὅτι «καλὸς ὁ νόμος, ἐάν τις αὐτῷ νομίμως χρῆται», καὶ οὐκ ἄν τις αἰτιάσαιτο τὸν ἅγιον ὡς ἐναντία καὶ μαχόμενα γράφοντα, ἀλλὰ καὶ μᾶλλον θαυμάσειεν ἁρμοζόντως πρὸς ἑκάστους ἐπιστέλλοντα, ἵνα οἱ μὲν Ῥωμαῖοι καὶ οἱ ἄλλοι μάθωσιν ἀπὸ τοῦ γράμ ματος ἐπιστρέφειν εἰς τὸ πνεῦμα, οἱ δὲ Ἑβραῖοι καὶ Γαλάται παιδευθῶσι μὴ εἰς τὸν νόμον, ἀλλ' εἰς τὸν κύριον τὸν δεδωκότα τὸν νόμον ἔχειν τὰς ἐλπίδας, οὕτως εἰ ἀμφοτέρων τῶν συνόδων οἱ πατέρες διαφόρως ἐμνημόνευσαν περὶ τοῦ ὁμοουσίου, οὐ χρὴ πάντως ἡμᾶς διαφέρεσθαι πρὸς αὐτούς, ἀλλὰ τὴν διάνοιαν αὐτῶν ἐρευνᾶν, καὶ πάντως εὑρήσομεν 45.4 ἀμφοτέρων τῶν συνόδων τὴν ὁμόνοιαν. οἱ μὲν γὰρ τὸν Σαμοσατέα καθελόντες σω ματικῶς