1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

30

ἀπολογίαν εὐλόγους 46.2 περὶ αὐτῶν αἰτίας, τὰς προειρημένας μέν, καὶ ταύτην δέ. τὸ ἀγέννητον εἰ καὶ μὴ παρὰ τῶν γραφῶν τοῦτο μεμαθήκαμεν (οὐδαμοῦ γὰρ ἀγέννητον τὸν θεὸν εἰρήκασιν αἱ γραφαί), ὅμως ἐπειδὴ καὶ πολλοὶ τῶν δοκούντων ἐμνημόνευσαν τοῦ ὀνόματος, φιλοπευστήσαντες ἔγνωμεν ὅτι καὶ τοῦτο τὸ ὄνομα διάφορα ἔχει τὰ σημαινόμενα. καὶ οἱ μὲν τὸ ὂν μέν, μήτε δὲ γεννηθὲν μήτε ὅλως ἔχον τὸν αἴτιον λέγουσιν ἀγέννητον, οἱ δὲ τὸ ἄκτιστον. 46.3 ὥσπερ οὖν τούτων οὕτω σημαινομένων, εἰ μέν τις ἀποβλέπων εἰς τὸ πρότερον σημαινό μενον τὸ «μὴ ἔχον τὸν αἴτιον» ἔλεγε «μὴ εἶναι ἀγέννητον τὸν υἱόν», οὐκ ἂν κατηγόρει βλέπων ἕτερον βλέποντα εἰς τὸ μὴ εἶναι ποίημα μηδὲ κτίσμα, ἀλλ' ἀίδιον γέννημα καὶ λέγοντα ἀγέννητον τὸν υἱόν· ἀμφότεροι γὰρ πρὸς τὸν ἴδιον σκοπὸν ὁρῶντες καλῶς εἰρήκασιν· οὕτως εἰ καὶ τῶν πατέρων οἱ μὲν οὕτως, οἱ δὲ οὕτως εἰρήκασι περὶ τοῦ ὁμο ουσίου, μὴ φιλονεικῶμεν ἡμεῖς, ἀλλ' εὐσεβῶς τὰ παρ' αὐτῶν δεχώμεθα, ἕως μάλιστα τὴν σπουδὴν εἶχον εἰς εὐσέβειαν.

47.1 Ἰγνάτιος οὖν ὁ μετὰ τοὺς ἀποστόλους ἐν Ἀντιοχείᾳ κατασταθεὶς ἐπίσκοπος καὶ μάρτυς τοῦ Χριστοῦ γενόμενος γράφων περὶ τοῦ κυρίου εἴρηκεν «εἷς ἰατρός ἐστι, σαρκικὸς καὶ πνευματικός, γενητὸς καὶ ἀγένητος, ἐν ἀνθρώπῳ θεός, ἐν θανάτῳ ζωὴ ἀληθινή, καὶ ἐκ Μαρίας καὶ ἐκ θεοῦ. » τινὲς δὲ καὶ τῶν μετὰ Ἰγνάτιον διδάσκαλοι καὶ αὐτοὶ γράφουσιν «ἓν τὸ ἀγένητον ὁ πατὴρ καὶ εἷς ὁ ἐξ αὐτοῦ υἱὸς γνήσιος, γέννημα ἀληθινόν, λόγος καὶ 47.2 σοφία τοῦ πατρός. » εἰ μὲν οὖν καὶ πρὸς τούτους ἐναντίως διακείμεθα, ἔστω καὶ πρὸς τὰς συνόδους ἡμῖν ἡ μάχη· εἰ δὲ τὴν ἐν Χριστῷ πίστιν αὐτῶν γινώσκοντες πεπείσμεθα ὅτι καὶ ὁ μακάριος Ἰγνάτιος ὀρθῶς ἔγραψε γενητὸν αὐτὸν λέγων διὰ τὴν σάρκα (ὁ γὰρ Χριστὸς σὰρξ ἐγένετο), ἀγένητον δέ, ὅτι μὴ τῶν ποιημάτων καὶ γενητῶν ἐστιν, ἀλλ' υἱὸς ἐκ πατρός, οὐκ ἀγνοοῦμεν δὲ ὅτι καὶ οἱ εἰρηκότες ἓν τὸ ἀγένητον τὸν πατέρα λέγοντες οὐχ ὡς γενητοῦ καὶ ποιήματος ὄντος τοῦ λόγου οὕτως ἔγραψαν, ἀλλ' ὅτι μὴ ἔχει τὸν αἴτιον· καὶ μᾶλλον αὐτὸς πατὴρ μέν ἐστι τῆς σοφίας, τὰ δὲ γενητὰ πάντα ἐν σοφίᾳ πεποίηκε· διὰ τί μὴ καὶ τοὺς πατέρας τούς τε τὸν Σαμοσατέα καθελόντας καὶ τὴν ἀρειανὴν αἵρεσιν στηλιτεύσαντας εἰς εὐσέβειαν συνάγομεν, ἀλλὰ διαστέλλομεν ἀνὰ μέσον αὐτῶν καὶ οὐ μᾶλλον ὀρθῶς περὶ αὐτῶν φρονοῦμεν; ὅτι κἀκεῖνοι, καθάπερ εἶπον, πρὸς τὸ σόφισμα τοῦ Σαμοσατέως καὶ τὴν ἑρμηνείαν αὐτοῦ τὴν διάνοιαν ἔχοντες ἔγραψαν· «οὐκ ἔστιν 47.3 ὁμοούσιος», καὶ οὗτοι δὲ καλῶς νοήσαντες εἰρήκασιν ὁμοούσιον εἶναι τὸν υἱόν. καὶ γὰρ κἀγὼ τοιαῦτα μὲν νοῶν περὶ τῶν εὐσεβούντων εἰς τὸν Χριστὸν δι' ὀλίγων ἔγραψα, εἰ δὲ δυνατὸν ἦν εὐπορῆσαι καὶ τῆς ἐπιστολῆς ἣν λέγουσιν ἐκείνους γεγραφέναι, ἡγοῦμαι πλείους εὑρεθήσεσθαι τὰς προφάσεις, δι' ἃς ἠναγκάσθησαν οὕτω γράψαι οἱ μακάριοι 47.4 ἐκεῖνοι. δεῖ γὰρ ἡμᾶς καὶ πρέπει τοιαῦτα φρονεῖν τοιαύτην τε σώζειν ἀγαθὴν συνείδησιν πρὸς τοὺς πατέρας, εἴγε μὴ νόθοι τυγχάνομεν, ἀλλ' ἐξ αὐτῶν ἔχομεν τὰς παραδόσεις καὶ παρ' αὐτῶν τὴν τῆς εὐσεβείας διδασκαλίαν.

48.1 Τοιαύτη μὲν οὖν ἡ διάνοια τῶν πατέρων λεγέσθω καὶ πιστευέσθω. φέρε δὲ καὶ μετ' αὐτῶν πάλιν ἐξετάσωμεν τὸ πρᾶγμα πράως καὶ μετὰ συνειδήσεως ἀγαθῆς μνημο νεύσαντες καὶ τῶν προειρημένων, εἰ μὴ τῷ ὄντι δείκνυνται καλῶς φρονήσαντες οἱ ἐν τῇ 48.2 Νικαίᾳ συνελθόντες ἐπίσκοποι. εἰ μὲν ποίημά ἐστιν ὁ λόγος καὶ ἀλλότριος τῆς τοῦ πατρὸς οὐσίας, ὥστε καὶ χωρίζεσθαι αὐτὸν ἀπὸ τοῦ πατρὸς τῷ ἑτεροφυεῖ χωρισμῷ, οὐκ ἂν εἴη ὁμοούσιος τῷ πατρί, ἀλλὰ μᾶλλον ὁμογενὴς τῇ φύσει τοῖς ποιήμασι, κἂν ὑπερβάλλῃ τῇ χάριτι· εἰ δὲ ὁμολογοῦμεν μὴ εἶναι αὐτὸν ποίημα, ἀλλὰ γνήσιον ἐκ τῆς οὐσίας τοῦ πατρὸς γέννημα, ἀκόλουθον ἂν εἴη καὶ ἀχώριστον αὐτὸν εἶναι τοῦ πατρὸς ὁμοφυῆ ὄντα διὰ τὸ ἐξ αὐτοῦ γεγεννῆσθαι. τοιοῦτος δὲ ὢν εἰκότως καὶ ὁμοούσιος ἂν 48.3 λέγοιτο. ἔπειτα εἰ μὴ ἐκ