1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

29

ἐκλαμβάνοντες τὸ ὁμοούσιον τοῦ Παύλου σοφίζεσθαί τε θέλοντος καὶ λέγοντος· «εἰ μὴ ἐξ ἀνθρώπου γέγονεν ὁ Χριστὸς θεός, οὐκοῦν ὁμοούσιός ἐστι τῷ πατρὶ καὶ ἀνάγκη τρεῖς οὐσίας εἶναι, μίαν μὲν προηγουμένην, τὰς δὲ δύο ἐξ ἐκείνης», διὰ τοῦτ' εἰκότως εὐλαβηθέντες τὸ τοιοῦτον σόφισμα τοῦ Σαμοσατέως εἰρήκασι μὴ εἶναι τὸν Χριστὸν ὁμοούσιον· οὐκ ἔστι γὰρ οὕτως ὁ υἱὸς πρὸς τὸν πατέρα ὡς ἐκεῖνος ἐνόει· οἱ δὲ τὴν ἀρειανὴν αἵρεσιν ἀναθεματίσαντες, θεωρήσαντες τὴν πανουργίαν τοῦ Παύλου, καὶ λογισάμενοι μὴ οὕτως καὶ ἐπὶ τῶν ἀσωμάτων καὶ μάλιστα ἐπὶ θεοῦ τὸ ὁμοούσιον σημαίνεσθαι γινώσκοντές τε μὴ κτίσμα, ἀλλ' ἐκ τῆς οὐσίας γέννημα εἶναι τὸν λόγον καὶ τὴν οὐσίαν τοῦ πατρὸς ἀρχὴν καὶ ῥίζαν καὶ πηγὴν εἶναι τοῦ υἱοῦ καὶ αὐτοαληθὴς ὁμοιότης ἦν τοῦ γεννήσαντος, οὐχ ὡς ἑτεροφυὴς ὥσπερ ἡμεῖς ἐσμεν, χωριζόμενός ἐστι τοῦ πατρός, ἀλλ' ὡς ἐξ αὐτοῦ υἱὸς ἀδιαίρετος ὑπάρχει ὡς ἔστι τὸ ἀπαύγασμα πρὸς τὸ φῶς, ἔχοντες δὲ καὶ τὰ τῶν περὶ ∆ιονύσιον παραδείγματα τὴν πηγὴν καὶ τὴν περὶ τοῦ ὁμοουσίου ἀπολογίαν, πρὸ δὲ τούτων τὴν τοῦ σωτῆρος ἑνοειδῆ φωνήν, «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» καὶ «ὁ ἑωρακὼς 45.5 ἐμὲ ἑώρακε τὸν πατέρα», τούτου ἕνεκεν εἰκότως εἰρήκασι καὶ αὐτοὶ ὁμοούσιον τὸν υἱόν. καὶ ὥσπερ, καθὰ προεῖπον, οὐκ ἄν τις αἰτιάσαιτο τὸν ἀπόστολον, εἰ περὶ τοῦ νόμου Ῥωμαίοις μὲν οὕτως, Ἑβραίοις δὲ οὕτως ἔγραψε, τὸν αὐτὸν τρόπον οὔτε οἱ νῦν τοῖς προτέροις ἐγκαλέσαιεν βλέποντες αὐτῶν τὴν ἑρμηνείαν, οὔτε οἱ πρότεροι τοὺς μετ' αὐτοὺς μέμψαιντ' ἂν ὁρῶντες τὴν ἑρμηνείαν αὐτῶν καὶ τὴν χρείαν δι' ἣν οὕτως ἔγραψαν περὶ τοῦ κυρίου. καὶ γὰρ καὶ τὴν αἰτίαν ἑκάστη σύνοδος εὔλογον ἔχει δι' ἣν οἱ μὲν οὕτως, 45.6 οἱ δὲ οὕτως εἰρήκασιν. ἐπειδὴ γὰρ ὁ Σαμοσατεὺς ἐφρόνει μὴ εἶναι πρὸ Μαρίας τὸν υἱόν, ἀλλ' ἀπ' αὐτῆς ἀρχὴν ἐσχηκέναι τοῦ εἶναι, τούτου ἕνεκεν οἱ τότε συνελθόντες καθεῖλον μὲν αὐτὸν καὶ αἱρετικὸν ἀπέφηναν, περὶ δὲ τῆς τοῦ υἱοῦ θεότητος ἁπλούστερον γράφοντες οὐ κατεγένοντο περὶ τὴν τοῦ ὁμοουσίου ἀκρίβειαν, ἀλλ' οὕτως ὡς ἐξειλήφασι περὶ τοῦ ὁμοουσίου εἰρήκασι. τὴν φροντίδα γὰρ εἶχον πᾶσαν, ὅπερ ἐπενόησεν ὁ Σαμοσατεὺς ἀνελεῖν καὶ δεῖξαι πρὸ πάντων εἶναι τὸν υἱὸν καὶ ὅτι οὐκ ἐξ ἀνθρώπων γέγονε θεός, ἀλλὰ θεὸς ὢν ἐνεδύσατο δούλου μορφὴν καὶ λόγος ὢν γέγονε σάρξ, ὡς εἶπεν ὁ 45.7 Ἰωάννης καὶ οὕτω μὲν κατὰ τῆς βλασφημίας Παύλου πέπρακται. ἐπειδὴ δὲ καὶ οἱ περὶ Εὐσέβιον καὶ Ἄρειον πρὸ χρόνων μὲν εἶναι τὸν υἱὸν ἔλεγον, πεποιῆσθαι μέντοι καὶ ἕνα τῶν κτισμάτων αὐτὸν ἐδίδασκον, καὶ τὸ ἐκ τοῦ θεοῦ οὐχ ὡς υἱὸν ἐκ πατρὸς γνήσιον ἐπίστευον, ἀλλ' ὡς τὰ κτίσματα, οὕτω καὶ ἐπ' αὐτοῦ τὸ ἐκ τοῦ θεοῦ εἶναι διεβεβαιοῦντο, τήν τε τῆς ὁμοιώσεως ἑνότητα τοῦ υἱοῦ πρὸς τὸν πατέρα οὐκ ἔλεγον κατὰ τὴν οὐσίαν οὐδὲ κατὰ τὴν φύσιν, ὡς ἔστιν υἱὸς ὅμοιος πατρί, ἀλλὰ διὰ τὴν συμ φωνίαν τῶν δογμάτων καὶ τῆς διδασκαλίας, ἀλλὰ γὰρ καὶ ἀπεσχοίνιζον καὶ ἀπεξενοῦντο παντελῶς τὴν οὐσίαν τοῦ υἱοῦ ἀπὸ τοῦ πατρὸς ἑτέραν ἀρχὴν αὐτῷ τοῦ εἶναι παρὰ τὸν πατέρα ἐπινοοῦντες καὶ εἰς τὰ κτίσματα καταφέροντες αὐτόν, τούτου χάριν οἱ ἐν Νικαίᾳ συνελθόντες θεωρήσαντες τὴν πανουργίαν τῶν οὕτω φρονούντων καὶ συναγαγόντες ἐκ τῶν γραφῶν τὴν διάνοιαν λευκότερον γράφοντες εἰρήκασι τὸ ὁμοούσιον, ἵνα καὶ τὸ 45.8 γνήσιον ἀληθῶς ἐκ τούτου γνωσθῇ τοῦ υἱοῦ καὶ μηδὲν κοινὸν ἔχῃ πρὸς τοῦτον τὰ γενητά. ἡ γὰρ τῆς λέξεως ταύτης ἀκρίβεια τήν τε ὑπόκρισιν αὐτῶν ἐὰν λέγωσι τὸ ἐκ τοῦ θεοῦ ῥητόν, διελέγχει καὶ πάσας αὐτῶν τὰς πιθανότητας, ἐν αἷς ὑφαρπάζουσι τοὺς ἀκεραίους, ἐκβάλλει. πάντα γοῦν δυνάμενοι σοφίζεσθαι καὶ μεταποιεῖν ὡς θέλουσι, ταύτην μόνην τὴν λέξιν ὡς διελέγχουσαν αὐτῶν τὴν αἵρεσιν δεδίασιν, ἣν οἱ πατέρες ὥσπερ ἐπιτείχισμα κατὰ πάσης ἀσεβοῦς ἐπινοίας αὐτῶν ἔγραψαν.

46.1 Πεπαύσθω τοίνυν πᾶσα φιλονεικία καὶ μηκέτι προσκόπτωμεν ἡμεῖς, εἰ διαφόρως ἐξειλήφασιν αἱ σύνοδοι τὴν τοῦ ὁμοουσίου λέξιν. ἔχομεν γὰρ εἰς