1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

35

Ἀδριανουπόλει ἐκδέξασθαι τὴν ἡμετέραν ἐπάνοδον, ἵνα, ἐπειδὰν πάντα καλῶς διατεθῇ τὰ δημόσια, τότε λοιπὸν ἅπερ ἂν ὑπο βάλωσιν ἀκοῦσαι καὶ δοκιμάσαι δυνηθῶμεν. τῇ μέντοι στερρότητι ὑμῶν μὴ βαρὺ φαινέσθω, ὥστε ἐκδέξασθαι τὴν αὐτῶν ἐπάνοδον, ἵνα, ἐπειδὰν ἐπανέλθωσι κομίζοντες ὑμῖν τὰς ἡμε τέρας ἀποκρίσεις, δυνηθῆτε εἰς πέρας ἀγαγεῖν τὰ πρὸς τὴν λυσιτέλειαν ἀνήκοντα τῇ καθολικῇ ἐκκλησίᾳ. 55.4 Ταῦτα ἐδέξαντο οἱ ἐπίσκοποι ἐπαγομένων τριῶν. Ἀντίγραφον τῶν ἐπισκόπων Τὰ γράμματα τῆς σῆς φιλανθρωπίας ἐδεξάμεθα, κύριε θεοφιλέστατε βασιλεῦ, τὰ περιέχοντα διὰ τὴν τῶν δημοσίων ἀνάγκην τέως μὴ δεδυνῆσθαί σε τοὺς ἡμετέρους πρέσβεις θεωρῆσαι, ἡμᾶς τε κελεύεις ἐκδέξασθαι τὴν αὐτῶν ἐπάνοδον, ἕως ἂν τὰ παρ' ἡμῶν 55.5 ὁρισθέντα ἀκολούθως τοῖς προγόνοις ἡμῶν ἐπιγνῷ παρ' αὐτῶν ἡ σὴ εὐσέβεια. ἀλλὰ καὶ νῦν διὰ τούτων τῶν γραμμάτων ὁμολογοῦμεν καὶ διαβεβαιούμεθα μηδαμῶς ἡμᾶς ἀναχωρεῖν 55.6 τῆς ἡμετέρας προθέσεως· τοῦτο γὰρ καὶ τοῖς πρέσβεσιν ἡμῶν ἐνετειλάμεθα. ἀξιοῦμεν τοίνυν ὅπως γαληναίᾳ τῇ προσόψει τά τε νῦν γράμματα τῆς ἡμετέρας μετριότητος κελεύσῃς ἀναγνωσθῆναι, ἀλλὰ γὰρ κἀκεῖνα, ἃ διὰ τῶν πρέσβεων ἡμῶν ἐνετειλάμεθα, ἡδέως 55.7 ὑποδέξῃ. ἐκεῖνο μέντοι συνορᾷ μεθ' ἡμῶν καὶ ἡ σὴ ἡμερότης, ὅση νῦν ἐστι λύπη καὶ κατήφεια, ὅτι ἐν τοῖς σοῖς μακαριωτάτοις καιροῖς τοσαῦται ἐκκλησίαι χωρὶς ἐπισκόπων εἰσί· καὶ διὰ τοῦτο καὶ πάλιν τὴν σὴν φιλανθρωπίαν ἀξιοῦμεν, κύριε θεοσεβέστατε βασιλεῦ, ὅπως πρὸ τῆς τραχύτητος τῶν χειμώνων, εἴπερ ἀρέσειε τῇ σῇ εὐσεβείᾳ, κελεύσῃς ἡμᾶς εἰς τὰς ἡμετέρας ἐκκλησίας ἐπανελθεῖν ὑπὲρ τοῦ δύνασθαι ἡμᾶς τῷ παντοκράτορι θεῷ καὶ τῷ δεσπότῃ καὶ σωτῆρι ἡμῶν Χριστῷ, τῷ υἱῷ αὐτοῦ τῷ μονογενεῖ, ὑπὲρ τῆς σῆς βασιλείας τὰς ἐθίμους εὐχὰς μετὰ τῶν λαῶν ἀποπληροῦν, καθὼς καὶ ἀεὶ ἐπετελέσαμεν καὶ νῦν ποιοῦμεν εὐχόμενοι.