1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

12

γάρ ἐστι τῶν γενη τῶν καὶ εἷς τῶν νοητῶν φύσεών ἐστι, καὶ ὥσπερ ἥλιος ἐν τοῖς βλεπομένοις εἷς μὲν ἔστι τῶν φαινομένων, λάμπει δὲ παντὶ τῷ κόσμῳ κατὰ πρόσταξιν τοῦ πεποιηκότος, οὕτως ὁ υἱὸς εἷς ὢν τῶν νοητῶν φύσεων φωτίζει καὶ λάμπει καὶ αὐτὸς πᾶσι τοῖς ἐν τῷ νοητῷ κόσμῳ». 19.2 πάλιν τέ φησιν· «ἦν ποτε, ὅτε οὐκ ἦν» οὕτω γράφων· «καὶ πρὶν τῆς γενέσεως τοῦ υἱοῦ ὁ πατὴρ προυπάρχουσαν εἶχε τὴν τοῦ γεννᾶν ἐπιστήμην, ἐπεὶ καὶ ἰατρὸς πρὸ τοῦ ἰατρεύειν 19.3 εἶχε τὴν τοῦ ἰατρεύειν ἐπιστήμην». καὶ πάλιν φησίν· «εὐεργετικῇ φιλοτιμίᾳ ἐκτίσθη ὁ υἱός, καὶ περιουσίᾳ δυνάμεως ἐποίησεν αὐτὸν ὁ πατήρ» καὶ πάλιν· «εἰ τὸ θέλειν τοῦ θεοῦ διὰ πάντων ἐφεξῆς τῶν ποιημάτων διελήλυθε, δηλονότι καὶ ὁ υἱὸς ποίημα ὢν βουλήσει γέγονε καὶ πεποίηται. » ταῦτα δὲ Ἀστέριος ἔγραφε μόνος, οἱ δὲ περὶ Εὐσέβιον ἐφρόνουν αὐτὰ κοινῇ μετ' αὐτοῦ.

20.1 Ταῦτά ἐστιν ὑπὲρ ὧν ἀγωνίζονται, διὰ ταῦτα μάχονται πρὸς τὴν ἀρχαίαν σύνοδον, ὅτι μὴ τὰ ὅμοια αὐτῶν ἔγραψαν οἱ συνελθόντες ἐν αὐτῇ, ἀλλὰ μᾶλλον ἀνεθεμάτισαν τὴν ἀρειανὴν αἵρεσιν, ἣν ἐσπούδαζον οὗτοι συστῆσαι. διὰ τοῦτο καὶ Ἀστέριον τὸν θύσαντα, σοφιστὴν ὄντα, συνήγορον τῆς ἀσεβείας ἑαυτῶν προὐβάλλοντο, ἵνα μὴ φείδηται μήτε κατὰ 20.2 τοῦ κυρίου φθέγγεσθαι μήτε τοὺς ἀκεραίους τῇ πιθανολογίᾳ πλανᾶν. καὶ ἠγνόησάν γε οἱ ἀμαθεῖς ὅτι καθ' ἑαυτῶν εἰργάζοντο τοῦτο. ἡ γὰρ δυσωδία τῆς εἰς τὰ εἴδωλα θυσίας τοῦ συνηγόρου ἔτι πλέον τὴν αἵρεσιν Χριστομάχον ἐδείκνυε. διὰ τοῦτο καὶ νῦν πάντα κινοῦσι καὶ θορυβοῦσι νομίζοντες ὅτι, κἂν πλείονας ἀποκτείνωσι καὶ συνόδους κατὰ μῆνα συγ 20.3 κροτήσωσι, παύσεταί ποτε ἡ κατὰ τῆς ἀρειανῆς αἱρέσεως ἀπόφασις. ἐοίκασι δὲ πάλιν ἀγνοεῖν ἢ εἰδέναι μέν, ἀποπροσποιεῖσθαι δέ, ὅτι καὶ πρὸ τῆς Νικαίας ἡ αἵρεσις ἦν βδελυκτή, ὅτε ταύτην Ἀρτεμᾶς κατεβάλλετο καὶ πρὸ αὐτοῦ τὸ τοῦ Καιάφα καὶ τὸ τῶν τότε Φαρι 20.4 σαίων συνέδριον. καὶ ἀεὶ δὲ τὸ χριστομάχον ἐργαστήριον βδελυκτόν ἐστι, καὶ οὐ παύ σεται τοῦ εἶναι μισητὸν ἐρασμίου ὄντος τοῦ κυριακοῦ ὀνόματος καὶ καμπτούσης πάσης τῆς κτίσεως τὰ γόνατα καὶ ἐξομολογουμένης «ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός.

21.1 Πλὴν ὅτι συνόδους συνεχεῖς κατὰ τῆς οἰκουμενικῆς ποιοῦντες οὐδέπω κεκμήκασι. μετὰ γὰρ τὴν ἐν Νικαίᾳ σύνοδον οἱ περὶ Εὐσέβιον καθῃρέθησαν. ἀλλὰ μετὰ χρόνον ἐπι βάντες ἀναισχύντως ταῖς ἐκκλησίαις ἤρξαντο τοῖς μὲν ἀντιλέγουσιν αὐτοῖς ἐπισκόποις ἐπιβουλεύειν, ἀντὶ δὲ τούτων τοὺς τῆς αἱρέσεως ἑαυτῶν καθιστάνειν εἰς τὰς ἐκκλησίας, ἵν' ὅτε βούλονται ποιήσωσι τὰς συνόδους ἔχοντες τοὺς συντρέχοντας αὐτοῖς, οὓς ἐπίτηδες εἰς αὐτὸ τοῦτο προεχειρίσαντο. συνέρχονται τοίνυν ἐν Ἱερουσαλὴμ καὶ γράφουσι ταῦτα· 21.2 Ἡ ἁγία σύνοδος ἡ ἐν Ἱεροσολύμοις θεοῦ χάριτι συναχθεῖσα τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ ἐν Ἀλεξανδρείᾳ καὶ τοῖς κατὰ πᾶσαν τὴν Αἴγυπτον καὶ Θηβαίδα καὶ Λιβύην καὶ Πεντάπολιν καὶ τοῖς κατὰ τὴν οἰκουμένην ἐπισκόποις καὶ πρεσβυτέροις καὶ διακόνοις ἐν κυρίῳ χαίρειν. 21.3 Πᾶσι μὲν ἡμῖν τοῖς ἐπὶ τὸ αὐτὸ συνελθοῦσιν ἐξ ἐπαρχιῶν διαφόρων πρὸς τῇ μεγάλῃ πανηγύρει, ἣν ἐπὶ τῇ ἀφιερώσει τοῦ σωτηρίου μαρτυρίου σπουδῇ τοῦ θεοφιλεστάτου βασι λέως Κωνσταντίνου τῷ πάντων βασιλεῖ θεῷ καὶ τῷ Χριστῷ αὐτοῦ κατασκευασθέντος ἐπετελέσαμεν, πλείονα θυμηδίαν ἡ τοῦ Χριστοῦ χάρις παρέσχεν, ἣν ἐποίησεν αὐτός τε ὁ θεοφιλέστατος βασιλεὺς διὰ γραμμάτων οἰκείων τοῦθ', ὅπερ ἐχρῆν, παρορμήσας πάντα μὲν ἐξορίσαι τῆς ἐκκλησίας τοῦ θεοῦ φθόνον καὶ πᾶσαν μακρὰν ἀπελάσαι βασκανίαν, δι' ἧς τὰ τοῦ Χριστοῦ μέλη πάλαι πρότερον διειστήκει, ἡπλωμένῃ δὲ καὶ εἰρηναίᾳ ψυχῇ δέξασθαι τοὺς περὶ Ἄρειον, οὓς πρός τινα καιρὸν ὁ μισόκαλος φθόνος ἔξω γενέσθαι τῆς ἐκκλησίας 21.4 εἰργάσατο. ἐμαρτύρει δὲ τοῖς ἀνδράσιν ὁ θεοφιλέστατος βασιλεὺς διὰ τῆς ἐπιστολῆς πί στεως ὀρθοτομίαν, ἣν παρ' αὐτῶν πυθόμενος αὐτός τε δι' ἑαυτοῦ παρὰ ζώσης φωνῆς αὐτῶν ἀκούσας ἀπεδέξατο