1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

13

ἡμῖν τε φανερὰν κατεστήσατο, ὑποτάξας τοῖς ἑαυτοῦ γράμμασιν ἔγγραφον τὴν τῶν ἀνδρῶν ὀρθοδοξίαν, ἣν ἐπέγνωμεν οἱ πάντες ὑγιῆ τε οὖσαν καὶ ἐκκλη 21.5 σιαστικήν. καὶ εἰκότως παρεκάλει τοὺς ἄνδρας ὑποδεχθῆναι καὶ ἑνωθῆναι τῇ ἐκκλησίᾳ τοῦ θεοῦ, ὥσπερ οὖν καὶ αὐτοὶ ἐκ τῶν ἰσοτύπων εἴσεσθε τῆς αὐτῆς ἐπιστολῆς, ἧς πρὸς 21.6 τὴν ὑμετέραν εὐλάβειαν διεπεμψάμεθα. πιστεύομεν ὅτι καὶ ὑμῖν αὐτοῖς, ὡς ἂν τὰ οἰκεῖα μέλη τοῦ ὑμετέρου σώματος ἀπολαμβάνουσι, μεγάλη χαρὰ καὶ εὐφροσύνη γενήσεται τὰ ἑαυτῶν σπλάγχνα καὶ τοὺς ἑαυτῶν ἀδελφούς τε καὶ πατέρας γνωρίζουσί τε καὶ ἀπολαμβάνουσιν, οὐ μόνον τῶν πρεσβυτέρων τῶν περὶ Ἄρειον ἀποδοθέντων ὑμῖν, ἀλλὰ καὶ παντὸς τοῦ λαοῦ καὶ τῆς πληθύος ἁπάσης, ἣ προφάσει τῶν εἰρημένων ἀνδρῶν μακρῷ χρόνῳ 21.7 παρ' ὑμῖν διειστήκει. καὶ πρέπει γε ἀληθῶς γνόντας ὑμᾶς τὰ πεπραγμένα, καὶ ὡς ἐκοινώνησαν οἱ ἄνδρες παρεδέχθησάν τε ὑπὸ τῆς τοσαύτης ἁγίας συνόδου, προθυμότατα καὶ αὐτοὺς ἀσπάσασθαι τὴν πρὸς τὰ οἰκεῖα μέλη συνάφειάν τε καὶ εἰρήνην, ὅτι μάλιστα τὰ τῆς ἐκτεθείσης ὑπ' αὐτῶν πίστεως ἀναμφήριστον σώζει τὴν παρὰ τοῖς πᾶσιν ὁμολογουμένην ἀποστολικὴν παράδοσίν τε καὶ διδασκαλίαν.

22.1 Αὕτη τῶν συνόδων αὐτῶν ἡ ἀρχὴ γέγονεν, ἐν ᾗ καὶ τὴν προαίρεσιν ἑαυτῶν ταχέως ἐξήγγειλαν καὶ οὐκ ἠδυνήθησαν κρύψαι. εἰρηκότες γὰρ ἐξηλᾶσθαι πάντα φθόνον καὶ μετὰ τὸ ἐξορισθῆναι τὸν ἐπίσκοπον τῆς Ἀλεξανδρείας Ἀθανάσιον γράφοντες δεῖν δεχθῆναι Ἄρειον καὶ τοὺς σὺν αὐτῷ ἔδειξαν ὅτι διὰ τοῦτο αὐτῷ τε τῷ Ἀθανασίῳ ἐπεβούλευον καὶ τοῖς ἄλλοις πᾶσιν ἐπισκόποις τοῖς ἀντιλέγουσιν αὐτοῖς ἐπεβούλευσαν ὑπὲρ τοῦ τοὺς περὶ 22.2 Ἄρειον δέξασθαι καὶ τὴν αἵρεσιν εἰς τὴν ἐκκλησίαν εἰσαγαγεῖν. καὶ εἰ καὶ πᾶσαν τὴν 22.2 Ἀρείου κακοφροσύνην ἐπῄνεσαν ἐν ταύτῃ καὶ εἰς κοινωνίαν προσέταξαν αὐτοὺς δεχθῆναι, αὐτοὶ πρότερον τοῦτο ποιήσαντες, ὅμως ἡγούμενοι λείπειν αὐτοῖς ἔτι πρὸς ὃ βούλονται συγκροτοῦσιν ἐν Ἀντιοχείᾳ σύνοδον προφάσει τῶν λεγομένων Ἐγκαινίων. καὶ ἐπειδὴ ἀεὶ ὑπὸ πάντων κατηγοροῦντο περὶ τῆς αἱρέσεως γράφουσι διαφόρως τὰ μὲν οὕτως, τὰ δὲ ἐκείνως. καὶ τὰ μὲν ἐν μιᾷ ἐπιστολῇ γραφέντα παρ' αὐτῶν ἐστι ταῦτα· 22.3 Ἡμεῖς οὔτε ἀκόλουθοι Ἀρείου γεγόναμεν· πῶς γὰρ ἐπίσκοποι ὄντες ἀκολουθοῦμεν πρεσβυτέρῳ; οὔτε ἄλλην τινὰ πίστιν παρὰ τὴν ἐξ ἀρχῆς παραδοθεῖσαν ἐδεξάμεθα. 22.4 ἀλλὰ καὶ αὐτοὶ ἐξετασταὶ καὶ δοκιμασταὶ τῆς πίστεως αὐτοῦ γενόμενοι μᾶλλον αὐτὸν 22.5 προσηκάμεθα ἤπερ ἠκολουθήσαμεν· γνώσεσθε δὲ ἀπὸ τῶν λεγομένων. μεμαθήκαμεν γὰρ ἐξ ἀρχῆς εἰς ἕνα θεὸν τὸν τῶν ὅλων θεὸν πιστεύειν, τὸν πάντων νοητῶν τε καὶ αἰσθη 22.6 τῶν δημιουργόν τε καὶ προνοητήν, καὶ εἰς ἕνα υἱὸν τοῦ θεοῦ μονογενῆ, πρὸ πάντων αἰώνων ὑπάρχοντα καὶ συνόντα τῷ γεγεννηκότι αὐτὸν πατρί, δι' οὗ καὶ τὰ πάντα ἐγένετο, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, τὸν καὶ ἐπ' ἐσχάτων ἡμερῶν κατ' εὐδοκίαν τοῦ πατρὸς κατελ θόντα καὶ σάρκα ἐκ τῆς παρθένου ἀνειληφότα καὶ πᾶσαν τὴν πατρικὴν αὐτοῦ βούλησιν συνεκπεπληρωκότα, πεπονθέναι καὶ ἐγηγέρθαι καὶ εἰς οὐρανοὺς ἀνεληλυθέναι καὶ ἐν δεξιᾷ τοῦ πατρὸς καθέζεσθαι καὶ πάλιν ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς, καὶ διαμένοντα 22.7 βασιλέα καὶ θεὸν εἰς τοὺς αἰῶνας. πιστεύομεν δὲ καὶ εἰς τὸ ἅγιον πνεῦμα· εἰ δὲ δεῖ προσθεῖναι πιστεύομεν καὶ περὶ σαρκὸς ἀναστάσεως καὶ ζωῆς αἰωνίου.

23.1 Ἃ δὲ καὶ ἐν ἑτέρᾳ ἐπιστολῇ δεύτερον ἐν τοῖς αὐτοῖς Ἐγκαινίοις ἐκτίθενται μεταγνόντες μὲν ἐπὶ τοῖς προτέροις, ἐπινοήσαντες δὲ καινότερά τινα καὶ πλείονα ἔστι ταῦτα· 23.2 Πιστεύομεν ἀκολούθως τῇ εὐαγγελικῇ καὶ ἀποστολικῇ παραδόσει εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, τὸν τῶν ὅλων δημιουργόν τε καὶ ποιητὴν καὶ προνοητήν, ἐξ οὗ τὰ 23.3 πάντα· καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστόν, τὸν υἱὸν αὐτοῦ, τὸν μονογενῆ θεόν, δι' οὗ τὰ πάντα, τὸν γεννηθέντα πρὸ τῶν αἰώνων ἐκ τοῦ πατρός, θεὸν ἐκ θεοῦ, ὅλον ἐξ ὅλου, μόνον ἐκ μόνου, τέλειον ἐκ τελείου,