1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

22

ὁ κύριος, βαττολογοῦντες ἐν ταῖς εὐχαῖς οὐδὲν ὠφελοῦσιν, οὕτως οὗτοι τοσαῦτα καταντλήσαντες οὐκ ἠδυνήθησαν σβέσαι τὴν κατὰ τῆς ἀρειανῆς αἱρέσεως κρίσιν, ἀλλὰ καὶ μᾶλλον ἐλεγ χθέντες καθῃρέθησαν, καὶ εἰκότως γε. ποίαν γὰρ αὐτῶν ὁ ἀκούων ἀποδέξεται συγ 32.4 γραφήν; ἢ ποῖα θαρρήσαντες αὐτοὶ κατηχήσουσι τοὺς ἐρχομένους πρὸς αὐτούς; εἰ μὲν γὰρ αἱ πᾶσαι μίαν καὶ τὴν αὐτὴν ἔχουσι συμφωνίαν, τίς ἡ χρεία τῶν πολλῶν; εἰ δὲ τοσούτων χρεία γέγονε, δῆλόν ἐστιν ἑκάστην ἐνδεῆ καὶ μὴ πλήρη τυγχάνειν. καὶ τοῦτο μᾶλλον ἡμῶν αὐτοὶ διελέγχουσιν ἐν τῷ πάσας ἐναλλάττειν καὶ μεταποιεῖν. τὸ δὲ πλῆθος τῶν συνόδων καὶ ἡ διαφορὰ τῶν γραφομένων δείκνυσι τοὺς ἐν αὐταῖς συνελθόντας μαχομένους μὲν πρὸς τὴν ἐν Νικαίᾳ σύνοδον, ἀσθενοῦντας δὲ πρὸς τὴν ἀλήθειαν.

33.1 Ἐπειδὴ δὲ οὕτως αὐτοὶ πρός τε ἑαυτοὺς καὶ πρὸς τοὺς πρὸ ἑαυτῶν διετέθησαν, φέρε λοιπὸν ἡμεῖς ἐξετάσαντες μάθωμεν παρ' αὐτῶν, ποῖον ἄτοπον ἄρα θεωρήσαντες ἢ τίνα λέξιν αἰτιώμενοι τῶν ἐγγεγραμμένων ἀπειθεῖς μὲν γονεῦσι γεγόνασι, διαμάχονται δὲ πρὸς οἰκουμενικὴν σύνοδον. τὸ ἐκ τῆς οὐσίας, φησί, καὶ τὸ ὁμοούσιον οὐκ ἤρεσεν 33.2 ἡμῖν· ταῦτα γάρ τινας ἐσκανδάλισε καὶ πολλοὺς ἐθορύβησεν. ἐκεῖνοι μὲν οὖν οὕτω γράφοντες εἰρήκασιν, ἀπαντήσειε δ' ἄν τις αὐτοῖς εὐλόγως οὕτως· εἰ μὲν οὖν αὐτὰ τὰ ῥήματα καθ' ἑαυτὰ τυγχάνει ὄντα αἴτια τούτοις εἰς σκάνδαλον, ἔδει μή τινας σκαν δαλίζεσθαι μηδὲ πολλοὺς θορυβεῖσθαι, ἀλλὰ καὶ ἡμᾶς καὶ τοὺς ἄλλους πάντας ταὐτὸν ἐκείνοις πάσχειν ἐξ αὐτῶν· εἰ δὲ οἱ μὲν πάντες ἀγαπῶσι τὰ ῥήματα, οἱ δὲ ταῦτα γράψαντες οὐχ οἱ τυχόντες, ἀλλ' οἱ ἐκ πάσης τῆς οἰκουμένης συνελθόντες εἰσὶ καὶ τούτοις ἐπιμαρτυ ροῦσιν οἱ νῦν ἐν τῇ Ἀριμήνῳ συνελθόντες ἐπίσκοποι υʹ καὶ πλείους, πῶς οὐκ ἄντικρυς ἐλέγχει τοῦτο τοὺς κατὰ τῆς συνόδου λέγοντας, ὡς οὐ τὰ ῥήματά ἐστιν αἴτια, ἀλλ' ἡ 33.3 κακόνοια τῶν παρεξηγουμένων τὰ τοιαῦτα; πόσοι κακῶς ἐντυγχάνοντες ταῖς θείαις γραφαῖς καὶ παρανοοῦντες ταύτας κατηγοροῦσι τῶν ἁγίων, οἷοι γεγόνασιν οἱ μὲν τότε Ἰουδαῖοι μὴ δεξάμενοι τὸν κύριον, οἱ δὲ νῦν Μανιχαῖοι βλασφημοῦντες τὸν νόμον, καὶ 33.4 οὐχ αἱ γραφαὶ γεγόνασιν αὐτοῖς αἴτιαι, ἀλλ' ἡ σφῶν αὐτῶν κακοφροσύνη. εἰ μὲν οὖν ἀποδεῖξαι δύνασθε τὰ ῥήματα φαῦλα, τοῦτο ποιεῖτε, καὶ λόγος ἡγείσθω τῆς ἀπο δείξεως· καὶ μὴ προφασίζεσθε τοὺς σκανδαλιζομένους, ἵνα μὴ ταυτὸν πάθητε τοῖς τότε Φαρισαίοις. καὶ γὰρ κἀκείνων προφασιζομένων σκανδαλίζεσθαι ἐπὶ ταῖς τοῦ κυρίου διδαχαῖς ἔλεγεν αὐτοῖς ὁ κύριος· «πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος 33.5 ἐκριζωθήσεται». τοῦτο δὲ λέγων ἐδείκνυεν ὡς οὐ τὰ τοῦ πατρὸς δι' αὐτοῦ φυτευόμενα ῥήματα σκάνδαλον ἦσαν αὐτοῖς, ἀλλ' αὐτοὶ κακῶς ἐκδεχόμενοι τὰ καλῶς λεγόμενα ἐσκαν δάλιζον ἑαυτούς. ἐπεὶ καὶ οἱ αἰτιώμενοι τότε τὰς ἐπιστολὰς τοῦ ἀποστόλου, οὐ τοῦ Παύλου, ἀλλὰ τῆς ἑαυτῶν ἀμαθίας καὶ στρεβλῆς διανοίας κατηγόρουν.

34.1 Ἐπεὶ (καλὸν γὰρ αὐτοὺς ἐρέσθαι τοῦτο) εἴπατε, τίνες εἰσὶν οὓς προφασίζεσθε σκανδαλίζεσθαι καὶ θορυβεῖσθαι ἐπὶ τούτοις; τῶν μὲν γὰρ εὐσεβούντων εἰς τὸν Χριστὸν οὐ δείς, αὐτὰ γὰρ πρεσβεύουσι καὶ ἐκδικοῦσιν. εἰ δὲ τῶν Ἀρειανῶν εἰσιν οἱ τοῦτο πάσχοντες, τί θαυμαστόν, εἰ ἐπὶ τοῖς ἀναιροῦσιν αὐτῶν τὴν αἵρεσιν ἄχθονται; οὐ γάρ ἐστιν αὐτοῖς σκάνδαλον τὰ ῥήματα, ἀλλὰ λύπη ὅτι στηλογραφία κατὰ τῆς ἀσεβείας αὐτῶν ἐστιν. 34.2 οὐκοῦν παύσασθε γογγύζοντες κατὰ τῶν πατέρων καὶ τοιαῦτα προφασιζόμενοι, ἐπεὶ ὥρα ὑμᾶς καταμέμφεσθαι καὶ τῷ κυριακῷ σταυρῷ ὅτι «Ἰουδαίοις μὲν σκάνδαλόν ἐστιν, ἔθνεσι δὲ μωρία», ὡς εἶπεν ὁ ἀπόστολος. ἀλλ' ὥσπερ οὐ φαῦλος ὁ σταυρός· ἡμῖν γὰρ τοῖς πιστεύουσίν ἐστι «Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία», κἂν Ἰουδαῖοι μαίνωνται, οὕτως οὐ φαῦλα τὰ τῶν πατέρων ῥήματα, ἀλλ' ὠφέλιμα τοῖς γνησίως ἐντυγχάνουσι καὶ ἀναιρετικὰ πάσης ἀσεβείας ἐστί, κἂν οἱ Ἀρειανοὶ πολλάκις διαρρηγνύωνται κατακρινόμενοι