1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

33

τοῦ θεοῦ υἱὸν ἐκ τῆς οὐσίας εἰπόντες οἱ πατέρες εἰκότως καὶ ὁμοούσιον εἰρή κασι· ταύτην γὰρ ἔχει καὶ τὸ ἀπαύγασμα δύναμιν πρὸς τὸ φῶς. ἕπεται δὲ τούτοις μηδὲ τὴν κτίσιν ἐκ τοῦ μὴ ὄντος γεγονέναι. οἱ γὰρ κατὰ πάθος γεννῶντες ἄνθρωποι αὐτοὶ καὶ τὴν ὑποκειμένην ὕλην ἐργάζονται, καὶ ἄλλως οὐκ ἂν δύναιντοποιεῖν· εἰ δὲ τὸ κτίζειν οὐκ ἀνθρωπίνως νοοῦμεν ἐπὶ θεοῦ, πολλῷ μᾶλλον οὐδὲ τὸ γεννᾶν ἀνθρωπίνως πρέπει νοεῖν ἐπὶ θεοῦ οὐδὲ τὸ ὁμοούσιον σωματικῶς ἐκλαμβάνειν, ἀλλ' ἀναχωρεῖν δεῖ ἀπὸ τῶν γενητῶν, καὶ ἀποτιθέντας κάτω που τὰς ἀνθρωπίνας εἰκόνας καὶ πάσας ἁπλῶς τὰς αἰσθήσεις ἀνιέναι ἐπὶ τὸν πατέρα, μὴ λάθωμεν ἀφαιροῦντες τὸν υἱὸν ἀπὸ τοῦ πατρὸς καὶ προστιθέντες τοῖς ἑαυτοῦ κτίσμασι.

52.1 Καὶ ἄλλως δέ, εἰ μὲν πατέρα καὶ υἱὸν ὁμολογοῦντες δύο τινὰς ἀρχὰς ἢ δύο θεοὺς καθάπερ Μαρκίων καὶ Οὐαλεντῖνος λέγομεν ἢ ἕτερόν τινα τρόπον θεότητος ἔχειν τὸν υἱὸν καὶ μὴ εἰκόνα καὶ χαρακτῆρα τοῦ πατρὸς εἶναι τὸν υἱὸν διὰ τὸ ἐξ αὐτοῦ πεφυκέναι, ἔστω ἀνόμοιος· ξέναι γάρ εἰσι παντάπασιν ἀλλήλων αἱ τοιαῦται οὐσίαι· εἰ δὲ μίαν οἴδαμεν καὶ μόνην θεότητα τὴν τοῦ πατρὸς τούτου τε λόγον καὶ σοφίαν εἶναι τὸν υἱὸν καὶ οὕτω πιστεύοντες οὐ λέγομεν δύο θεοὺς τήν τε ἑνότητα τοῦ υἱοῦ πρὸς τὸν πατέρα οὐχ ὁμοιώσει διδασκαλίας, ἀλλὰ κατὰ τὴν οὐσίαν καὶ ἀληθείᾳ φρονοῦμεν, ὥστε διὰ τοῦτο μὴ λέγειν δύο 52.2 θεούς, ἀλλ' ἕνα θεὸν ἑνὸς ὄντος εἴδους θεότητος ὡς ἔστι τὸ φῶς καὶ τὸ ἀπαύγασμα. τοῦτο γὰρ ὤφθη τῷ πατριάρχῃ Ἰακώβ, καί φησιν ἡ γραφή· «ἀνέτειλε δὲ αὐτῷ ὁ ἥλιος, ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ θεοῦ». καὶ τοῦτο θεωροῦντες οἱ ἅγιοι προφῆται καὶ νοοῦντες, τίνος ἐστὶν υἱὸς καὶ εἰκών, ἔλεγον· «ἐγένετο λόγος κυρίου πρὸς μέ» γινώσκοντες τὸν ἐν αὐτῷ θεωρούμενον καὶ ἀποκαλυπτόμενον πατέρα ἐθάρρουν εἰπεῖν· «ὤφθη μοι ὁ θεὸς τῶν πα 52.3 τέρων ἡμῶν, ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ». τούτου δὲ οὕτως ὄντος, διὰ τίτὸν ἕνα ὄντα πρὸς τὸν πατέρα καὶ φαινόμενον ὡς ἔστι πατέρα, κατὰ τὴν ὁμοιότητα καὶ μίαν θεότητα εὐλαβούμεθα εἰπεῖν ὁμοούσιον; εἰ μὲν γάρ, ὥσπερ εἴρηται πολλάκις, οὐκ ἔχει τὴν ἰδιότητα τῆς πατρικῆς οὐσίας οὐδὲ τὴν ἐμφέρειαν ὡς υἱός, καλῶς εὐλαβούμεθα, εἰ δὲ τοῦτό ἐστι τὸ φωτιστικὸν καὶ δημιουργικὸν τὸ ἰδιαίτατον τοῦ πατρός, οὗ ἄνευ οὔτε δη μιουργεῖ οὔτε γινώσκεται ( «πάντα γὰρ δι' αὐτοῦ καὶ ἐν αὐτῷ συνέστηκε»), διὰ τί τὸ πρᾶγμα νοοῦντες παραιτούμεθα τὴν τοῦτο σημαίνουσαν λέξιν εἰπεῖν; τί γάρ ἐστι τὸ 52.4 οὕτως ὁμοφυὲς τῷ πατρὶ ἢ ὁμοούσιον αὐτοῦ; οὐ γὰρ ἀλλότριον ὡς ὑπουργοῦ δεόμενος προσελάβετο ὁ θεὸς τὸν υἱὸν οὐδὲ τὰ ποιήματα ἰσάξια τοῦ κτίσαντος, ὥστε τιμᾶσθαι ταῦτα ὡς ἐκεῖνον ἢ νομίζειν ὅτι ταῦτα καὶ ὁ πατὴρ ἕν εἰσιν. ἢ τολμησάτω τις διελεῖν καὶ εἰπεῖν δύο φῶτα εἶναι τὸν ἥλιον καὶ τὸ ἀπαύγασμα ἢ ἑτέραν τινὰ εἶναι οὐσίαν ἢ ὅτι ἐπισυμβέβηκε τὸ ἀπαύγασμα καὶ μὴ ἁπλοῦν εἶναι καὶ καθαρὸν γέννημα ἐκ τοῦ ἡλίου τοῦτο, ὥστε δύο μὲν εἶναι ἥλιον καὶ ἀπαύγασμα, ἓν δὲ τὸ φῶς διὰ τὸ ἐκ τοῦ ἡλίου εἶναι τοῦτο γέννημα. 52.5 τοιαύτης δὲ οὔσης καὶ μᾶλλον ἀδιαιρέτου τῆς φύσεως τοῦ υἱοῦ πρὸς τὸν πατέρα καὶ οὐκ ἐπισυμβάσης τῆς θεότητος τῷ υἱῷ, ἀλλὰ τῆς πατρικῆς θεότητος οὔσης ἐν τῷ υἱῷ, ὥστε τὸν ἑωρακότα τὸν υἱὸν ὁρᾶν ἐν αὐτῷ τὸν πατέρα, διὰ τί ὁ τοιοῦτος μὴ ἂν λέγοιτο ὁμοούσιος;

53.1 Ἔστι μὲν οὖν ἱκανὰ καὶ ταῦτα πεῖσαι ὑμᾶς μὴ κατηγορεῖν τῶν εἰρηκότων ὁμοούσιον εἶναι τὸν υἱὸν τῷ πατρί, καὶ αὐτὴν δὲ ὅμως τὴν τοῦ ὁμοουσίου λέξιν καθ' ἑαυτὴν ἐξετάσω μεν ἵνα γνῶμεν, εἰ χρὴ λέγειν ὅλως ὁμοούσιον καὶ εἰ κυρία λέξις ἐστὶ καὶ ἁρμοζόντως ἐστὶν 53.2 αὕτη ἐπὶ υἱοῦ λεγομένη. οἴδατε γὰρ καὶ ὑμεῖς καὶ οὐδ' ἄν τις ἀμφιβάλλοι ὅτι τὸ ὅμοιον οὐκ ἐπὶ τῶν οὐσιῶν, ἀλλ' ἐπὶ σχημάτων καὶ ποιοτήτων λέγεται ὅμοιον· ἐπὶ γὰρ τῶν 53.3 οὐσιῶν οὐχ ὁμοιότης, ἀλλὰ ταυτότης ἂν λεχθείη. ἄνθρωπος γοῦν ἀνθρώπῳ ὅμοιος λέγεται οὐ κατὰ τὴν οὐσίαν, ἀλλὰ κατὰ τὸ σχῆμα καὶ τὸν χαρακτῆρα· τῇ γὰρ οὐσίᾳ ὁμοφυεῖς εἰσι. καὶ