1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

25

τῆς οὐσίας ὄνομα) ὥσπερ ἐπιλαθόμενοι τούτων, μετ' ὀλίγον ἐν τῇ αὐτῇ Ἰσαυρίᾳ τἀναντία ἔγραψαν λέγοντες· «τὸ ὁμοούσιον καὶ τὸ ὁμοιο ούσιον ἐκβάλλομεν ὡς ἀλλότριον τῶν γραφῶν, καὶ τὸ τῆς οὐσίας ὄνομα περιαιροῦμεν ὡς μὴ κείμενον ἐν ταῖς γραφαῖς».

38.1 Τίς οὖν ἔτι τοὺς τοιούτους Χριστιανοὺς ἡγήσεται; ἢ ποία πίστις παρὰ τούτοις, παρ' οἷς οὐ λόγος, οὐ γράμμα βέβαιον, ἀλλὰ πάντα κατὰ καιρὸν ἀλλάσσεται καὶ μετα 38.2 βάλλεται; εἰ γάρ, ὦ Ἀκάκιε καὶ Εὐδόξιε, οὐ φεύγετε τὴν ἐκτεθεῖσαν ἐν τοῖς Ἐγκαινίοις πίστιν, ἐν αὐτῇ δὲ γέγραπται· «οὐσίας ἀπαράλλακτος εἰκών ἐστιν ὁ υἱός», πῶς ἐν τῇ Ἰσαυρίᾳ γράφετε· «ἐκβάλλομεν τὸ ὁμοούσιον»; εἰ γὰρ οὐκ ἔστι κατ' οὐσίαν ὅμοιος ὁ υἱὸς τῷ πατρί, πῶς «ἀπαράλλακτος τῆς οὐσίας εἰκών» ἐστιν; εἰ δὲ μετέγνωτε γράψαντες τὸ «τῆς οὐσίας ἀπαράλλακτος εἰκών», πῶς ἀναθεματίζετε τοὺς «ἀνόμοιον» εἶναι λέγοντας τὸν υἱόν; εἰ γὰρ οὐχ «ὅμοιος κατ' οὐσίαν» πάντως «ἀνόμοιός» ἐστι. τὸ δὲ ἀνόμοιον οὐκ ἂν εἴη 38.3 «εἰκών». εἰ δὲ οὕτω καθ' ὑμᾶς ἐστιν, οὐκ ἄρα «ὁ τὸν υἱὸν ἑωρακὼς ἑώρακε τὸν πατέρα « πλείστης ὅσης οὔσης διαφορᾶς, μᾶλλον δὲ τὸ ὅλον ὄντος τούτου πρὸς ἐκεῖνον ἀνομοίου. τὸ δὲ ἀνόμοιον οὐχ οἷόν τε ὅμοιον λέγεσθαι. ποίᾳ τοίνυν μηχανῇ τὸ ἀνόμοιον ὅμοιον λέγετε καὶ τὸ ὅμοιον ἀνόμοιον φρονεῖτε καὶ ὑποκρίνεσθε λέγοντες «εἰκόνα εἶναι τοῦ πατρὸς τὸν υἱόν»; εἰ γὰρ οὐκ ἔστι κατ' οὐσίαν ὅμοιος ὁ υἱὸς τοῦ πατρός, λείπει τι τῇ εἰκόνι καὶ οὐκ 38.4 ἔστι πλήρης εἰκὼν οὐδὲ τέλειον ἀπαύγασμα. πῶς οὖν ἀναγινώσκετε τὸ «ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς « καὶ «ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν «; πῶς τὸν Ἀρειανὸν Ἀέτιον ὡς αἱρετικὸν ἐκβάλλετε, καίτοι τὰ αὐτὰ ἐκείνῳ λέγοντες; καὶ γὰρ σοῦ μέν, ὦ Ἀκάκιε, ἑταῖρός ἐστιν, Εὐδοξίου δὲ διδάσκαλος εἰς τὴν τοιαύτην ἀσέβειαν γέγονεν, ἧς ἕνεκα καὶ Λεόντιος αὐτὸν ὁ ἐπίσκοπος διάκονον κατέστησεν, ἵνα ὡς ἐν ἐνδύματι προβάτου τῷ ὀνόματι τῆς διακονίας χρώμενος ἐπ' ἀδείας ἐξεμεῖν δύνηται τὰ τῆς βλασφημίας ῥήματα.

39.1 Τί οὖν ὑμᾶς ἄρα τοιοῦτον ἔπεισεν, ὥστε καὶ ἑαυτοῖς εἰς τὸ ἐναντίον περιπεσεῖν καὶ το σαύτην αἰσχύνην ἀπενέγκασθαι; ἀλλ' οὐδὲν εὔλογον ἂν εἴποιτε· τοῦτο δὲ μόνον περι λείπεται νοεῖν ὅτι πάντα νῦν ὑποκρίνεσθε καὶ πάντα προσποιούμενοι πλάττετε διὰ τὴν 39.2 παρὰ Κωνσταντίου προστασίαν καὶ τὸ παρὰ τοῦ τοιούτου κέρδος. καὶ κατηγορεῖτε μὲν εὐχερῶς τῶν πατέρων, προφασίζεσθε δὲ ἁπλῶς τὰς λέξεις ὡς ἀγράφους, καὶ κατὰ τὸ γεγραμμένον «διετείνατε τὰ σκέλη παντὶ παρόδῳ», ὥστε τοσαυτάκις ὑμᾶς μεταβάλλεσθαι, ὁσάκις ἂν ὑμᾶς οἱ μισθούμενοι καὶ χορηγοῦντες ὑμῖν βούλωνται. καίτοι κἂν ἀγράφους τις 39.3 λαλῇ λέξεις, οὐδὲν διαφέρει, ἕως εὐσεβῆ τὴν διάνοιαν ἔχει. ὁ δὲ αἱρετικὸς ἀνήρ, κἂν τὰς ἀπὸ τῶν γραφῶν χρήσηται λέξεις, οὐδὲν ἧττον ὕποπτος ὢν καὶ τὸν νοῦν διεφθαρμένος ἀκούσεται παρὰ τοῦ πνεύματος «ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου». οὕτως ὁ μὲν διάβολος καίτοι λαλῶν ἀπὸ τῶν γρα φῶν πεφίμωται παρὰ τοῦ σωτῆρος· ὁ δὲ μακάριος Παῦλος κἂν ἐκ τῶν ἔξωθεν λαλῇ· «Κρῆτες ἀεὶ ψεῦσται», καὶ «τοῦ γὰρ καὶ γένος ἐσμὲν» καὶ «φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί», ἀλλ' ὅμως ἅγιος ὢν ἔχει τὴν διάνοιαν εὐσεβῆ καὶ «τοῦ Χριστοῦ νοῦν ἔχων διδάσκαλός ἐστιν 39.4 ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ», καὶ ἃ λαλεῖ μετ' εὐσεβείας φθέγγεται. ποία τοίνυν ἐν τοῖς ἀρειανοῖς ῥηματίοις κἂν πιθανότης ἐστίν, ἐν οἷς προτιμᾶται τοῦ σωτῆρος ἡ κάμπη καὶ ἡ ἀκρὶς καὶ λοιδορεῖται παρ' αὐτῶν· «οὐκ ἦς ποτε καὶ ἐκτίσθης ξένος τε κατ' οὐσίαν τοῦ θεοῦ τυγχάνεις» καὶ ὅλως οὐδὲν δυσφημίας ἐν αὐτοῖς παραλέλειπται; τί δὲ πρὸς εὐφημίαν παρῆκαν οἱ πατέρες; καὶ οὐ μᾶλλον ὑψηλὴ διάνοια καὶ φιλόχριστος εὐσέβεια παρ' αὐτοῖς 39.5 ἐστι; καὶ ὅμως ταῦτα μὲν ἔγραψαν ὅτι «ἐκβάλλομεν», ἐκείνων δὲ τῶν κατὰ τοῦ κυρίου λοιδοριῶν ἀνέχονται καὶ φανεροὺς ἑαυτοὺς πᾶσι καθιστῶσιν, ὅτι