1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

7

11.t Ἀπόφασις τῆς συνόδου 11.1 Ἕως προσῆκον ἦν καὶ δυνατόν, ἀδελφοὶ τιμιώτατοι, ἡ καθολικὴ

σύνοδος καὶ ἡ ἁγία ἐκκλησία τῇ ἰδίᾳ ὑπομονῇ καὶ ἀνεξικακίᾳ ἤνεγκεν οὐκ ἀγενῶς Οὐρσάκιον καὶ Οὐάλην καὶ Γάιον καὶ Γερμίνιον καὶ Αὐξέντιον, οἵτινες ἄλλοτε ἄλλα φρονοῦντες πάσας τὰς ἐκκλησίας συνετάραξαν, οἳ καὶ νῦν ἐπιχειρῆσαι τετολμήκασι τὸν αἱρετικὸν λογισμὸν τῇ τῶν ὀρθοδόξων πίστει συνάψαι καὶ διαλῦσαι τὴν ἐν Νικαίᾳ σύνοδον, ἥτις ἀντίμαχος ὑπάρχει τῇ τῶν Ἀρειανῶν αἱρέσει, ἔξωθεν ἰδίαν τινὰ καὶ ἀλλοτριωτάτην τῆς ἁγιω τάτης ἐκκλησίας συγγραφεῖσαν πίστιν προσφέροντες, ἥντινα ἡμᾶς δέξασθαι ἀθέμιτον 11.2 ἡγησάμεθα. ἔκπαλαι γὰρ οὗτοι αἱρετικοὶ ὄντες καὶ τἀναντία φρονοῦντες καὶ νῦν ἀπεδείχθησαν, οὓς πρὸς τὴν ἡμετέραν κοινωνίαν συνελθεῖν οὐκ ἐπιτρέπομεν τῇ ἰδίᾳ φωνῇ παρόντας αὐτοὺς κατακρίναντες καὶ καθαιροῦντες. νῦν τοίνυν ὅπερ δοκεῖ ἀποφήνασθε, 11.3 ἵνα ἑνὸς ἑκάστου ἡ γνῶσις ἐκ τῆς ὑπογραφῆς εἴη βέβαιος. ὁμοθυμαδὸν οἱ ἐπίσκοποι φάσκομεν· «οἱ προειρημένοι ἐχθροὶ καθαιρεθῶσιν, ἵνα ἡ καθολικὴ πίστις ἐν εἰρήνῃ διαμείνῃ». Καὶ τὰ μὲν ἐν τῇ Ἀριμίνῳ πραχθέντα ταχεῖαν καὶ τοιαύτην ἔσχε τὴν διάλυσιν. οὐδεὶς γὰρ ἐκεῖ διεφώνησεν, ἀλλὰ πάντες συμφώνως ἔγραψαν τὰ δόξαντα καὶ τοὺς Ἀρειανοὺς καθῄρησαν.

12.1 Τὰ δὲ ἐν Σελευκείᾳ τῇ Τραχείᾳ γενόμενα ταῦτά ἐστι. μὴν μὲν ἦν ὁ κατὰ Ῥωμαίους καλούμενος Σεπτέμβριος, κατὰ δὲ τοὺς Αἰγυπτίους Θὼθ καὶ κατὰ Μακεδόνας Γορπιαῖος καὶ ἡμέρα ιʹ τοῦ μηνὸς κατ' Αἰγυπτίους, εἰς ἣν συνέδραμον πάντες οἱ κληθέντες 12.2 συνελθεῖν· ἦσαν δὲ κἀκεῖ που ρξʹ. πολλῶν δὲ ὄντων τῶν ἐν αὐτοῖς κατηγορουμένων καὶ τῶν κατηγορούντων βοώντων κατ' αὐτῶν Ἀκάκιος καὶ Πατρόφιλος καὶ Οὐράνιος ὁ ἀπὸ Τύρου καὶ Εὐδόξιος ὁ ἐπεισπηδήσας τῇ Ἀντιοχέων ἐκκλησίᾳ Λεόντιός τε καὶ Θεοδόσιος καὶ Εὐάγριος καὶ Θεόδουλος καὶ Γεώργιος ὁ διωχθεὶς ἀπὸ τῆς οἰκουμένης 12.3 πράττουσί τι κακοῦργον. φοβηθέντες γὰρ τοὺς κατ' αὐτῶν παρὰ τῶν κατηγόρων ἐλέγχους προσελάβοντο τοὺς ἄλλους τῆς Ἀρείου μερίδος τοὺς εἰς αὐτὸ τοῦτο μισθωτοὺς εἰς ἀσέβειαν γινομένους καὶ κατασταθέντας παρὰ Σεκούνδου τοῦ καθαιρεθέντος παρὰ τῆς μεγάλης συνόδου, ἀπὸ μὲν τῆς Λιβύης Στέφανον καὶ Σερὰν καὶ Πολυδεύκην κατηγορου μένους ἐπὶ διαφόροις ἐγκλήμασι καὶ λοιπὸν Παγκράτιον καὶ Πτολεμαῖον Μελιτιανόν τινα· καὶ σχηματισάμενοι δῆθεν περὶ πίστεως ζητεῖν οὐκ ἐλάνθανον τοὺς κατηγόρους 12.4 δεδιότες. καὶ τὴν αἵρεσιν ἐξεδίκουν καὶ λοιπὸν ἐσχίσθησαν. καὶ οἱ μὲν μετὰ τῶν περὶ Ἀκάκιον ἦσαν ὕποπτοι καὶ ὀλίγοι παντελῶς, οἱ δὲ ἄλλοι τὸ πλῆθος ἦσαν. οἱ μὲν οὖν περὶ Ἀκάκιον ἀποχρησάμενοι τῷ τῆς ἀπονοίας θράσει τέλεον ἠρνοῦντο τὰ ἐν Νικαίᾳ γραφέντα καὶ τὴν σύνοδον διέβαλλον, οἱ δὲ ἄλλοι (τὸ πλῆθος δὲ ἦσαν οὗτοι) τὰ μὲν ἄλλα πάντα τῆς συνόδου ἀπεδέχοντο, μόνην δὲ τὴν τοῦ ὁμοουσίου λέξιν ὡς ἐκ τῆς 12.5 ἀσαφείας ὕποπτον ἐπροφασίζοντο. ἐγχρονιζόντων τοίνυν ἐν τῷ τόπῳ καὶ τῶν μὲν κατηγόρων ἐπικειμένων, τῶν δὲ κατηγορουμένων φευγόντων καὶ διὰ τοῦτο πλέον ἐν ἀσεβείαις ἐξαγομένων καὶ βλασφημούντων εἰς τὸν κύριον ἠγανάκτησε τὸ πλῆθος τῶν ἐπισκόπων καὶ καθῄρησαν μὲν Ἀκάκιον Πατρόφιλον Οὐράνιον Εὐδόξιον καὶ τὸν ἀπὸ ὑποδεκτῶν Γεώργιον καὶ ἄλλους ἀπὸ τῆς Ἀσίας, Λεόντιον καὶ Θεοδόσιον, Εὐάγριον καὶ Θεόδουλον, ἀκοινωνήτους δὲ πεποιήκασιν Ἀστέριον, Εὐσέβιον, Αὔγαρον καὶ Βασι 12.6 λικὸν καὶ Φοῖβον καὶ Φιδήλιον καὶ Εὐστάθιον καὶ Εὐτύχιον καὶ Μάγνον. τοῦτο δὲ πεποιήκασιν, ἐπειδὴ κληθέντες ἀπολογήσασθαι ἐφ' οἷς αὐτῶν πλεῖστοι κατηγόρουν οὐκ ἀπήντησαν. καὶ ὥρισαν οὕτω μένειν αὐτούς, ἕως ἂν ἀπολογησάμενοι δείξωσιν 12.7 ἑαυτοὺς καθαροὺς ἀπὸ τῶν ἐπιφερομένων αὐτοῖς