1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

32

50.1 Εἰ μὲν οὖν ἄλλην ἀρχὴν ἐνθυμεῖταί τις καὶ ἄλλον πατέρα διὰ τὸ ἰσάζον τῶν λεγο μένων, μανικὸν τὸ ἐνθύμημα, εἰ δὲ διὰ τὸ ἐκ τοῦ πατρὸς εἶναι τὸν υἱὸν πάντα τὰ τοῦ πατρὸς ὡς ἐν εἰκόνι καὶ χαρακτῆρι τοῦ υἱοῦ ἐστι, λογισώμεθα εὐμενῶς, εἰ ξένη οὐσία τῆς τοῦ πατρὸς οὐσίας δεκτικὴ τῶν τοιούτων ἐστί, καὶ εἰ ὁ τοιοῦτος ἑτεροφυὴς καὶ ἀλλοτριοούσιός ἐστι, 50.2 καὶ οὐχ ὁμοούσιος τῷ πατρί. εὐλαβητέον γὰρ μὴ τὰ τοῦ πατρὸς ἴδια μεταφέροντες ἐπὶ τὸ ἀνομοιοούσιον αὐτῷ καὶ ἐν ἀνομοιογενεῖ καὶ ἀλλοτριοουσίῳ χαρακτηρίζοντες τὴν τοῦ πατρὸς θεότητα, ξένην μὲν ἄλλην εἰσάξωμεν οὐσίαν, δεκτικὴν τῶν τῆς πρώτης οὐσίας ἰδιωμάτων, ἐντραπῶμεν δὲ ὑπ' αὐτοῦ τοῦ θεοῦ λέγοντος· «τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω» καὶ εὑρεθῶμεν προσκυνοῦντες τῷ ἀλλοτρίῳ καὶ νομισθῶμεν εἶναι τοιοῦτοι, οἷοι ἦσαν οἱ τότε Ἰουδαῖοι λέγοντες· «διὰ τί σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν», ὅτε καὶ τὰ τοῦ πνεύ ματος μεταφέροντες ἐβλασφήμουν λέγοντες ὅτι· «ἐν Βεελζεβοὺλ ἐκβάλλει τὰ δαιμόνια». 50.3 εἰ δὲ τοῦτο ἀπρεπές, δῆλον ὅτι οὐκ ἀνομοιοούσιος ἂν εἴη ὁ υἱός, ἀλλὰ ὁμοούσιος τῷ πατρί· καὶ γὰρ εἰ τὰ τοῦ πατρὸς φυσικῶς τοῦ υἱοῦ ἐστιν, αὐτός τε ὁ υἱὸς ἐκ τοῦ πατρός ἐστι καὶ διὰ τὴν τοιαύτην ἑνότητα τῆς θεότητος καὶ τῆς φύσεως αὐτὸς καὶ ὁ πατὴρ ἕν εἰσι, καὶ «ὁ ἑωρακὼς τὸν υἱὸν ἑώρακε τὸν πατέρα «, εἰκότως ἐλέχθη παρὰ τῶν πατέρων ὁμοούσιος, οὐ γὰρ ἑτεροουσίου τὰ τοιαῦτα ἔχειν ἐστί.

51.1 Πάλιν τε εἰ, καθὰ προείπομεν, οὐκ ἐκ μετουσίας ἐστὶν ὁ υἱός, ἀλλὰ τὰ μὲν γενητὰ πάντα ἐκ μετουσίας ἔχει τὴν παρὰ θεοῦ χάριν, αὐτὸς δὲ τοῦ πατρὸς σοφία καὶ λόγος ἐστίν, οὗ μετέχει τὰ πάντα, δῆλον ὅτι αὐτὸς ὢν τὸ θεοποιὸν καὶ φωτιστικὸν τοῦ πατρός, ἐν ᾧ τὰ πάντα θεοποιεῖται καὶ ζωοποιεῖται, οὐκ ἀλλοτριοούσιός ἐστι τοῦ πατρός, ἀλλ' ὁμο ούσιος. τούτου γὰρ μεταλαμβάνοντες τοῦ πατρὸς μετέχομεν διὰ τὸ τοῦ πατρὸς εἶναι 51.2 ἴδιον τὸν λόγον. ὅθεν εἰ ἦν ἐκ μετουσίας καὶ αὐτὸς καὶ μὴ ἐξ αὑτοῦ οὐσιώδης θεότης καὶ εἰκὼν τοῦ πατρός, οὐκ ἂν ἐθεοποίησε θεοποιούμενος καὶ αὐτός. οὐ γὰρ οἷόν τε τὸν ἐκ μετουσίας ἔχοντα μεταδιδόναι τῆς μεταλήψεως ἑτέροις, ὅτι μὴ αὐτοῦ ἐστιν ὃ ἔχει, ἀλλὰ τοῦ 51.3 δεδωκότος, καὶ ὃ ἔλαβε μόγις τὴν ἀρκοῦσαν αὐτῷ χάριν ἔλαβε. καὶ τὴν αἰτίαν δὲ ὅμως, δι' ἥν τινες, ὡς λέγεται, παραιτοῦνται τὸ ὁμοούσιον, ἐξετάσωμεν ἀληθῶς, μὴ ἄρα μᾶλλον ἐκ ταύτης ὁμοούσιος δείκνυται ὁ υἱὸς τῷ πατρί. φασὶ τοίνυν, ὡς ὑμεῖς ἐγράψατε, μὴ χρῆναι λέγειν ὁμοούσιον τὸν υἱὸν τῷ πατρὶ, ὅτι ὁ λέγων ὁμοούσιον τρία λέγει, οὐσίαν τινὰ προυποκειμένην καὶ τοὺς ἐκ ταύτης γεννωμένους ὁμοουσίους εἶναι. καὶ ἐπιλέγουσιν· «ἐὰν οὖν ὁ υἱὸς ὁμοούσιος ᾖ τῷ πατρί, ἀνάγκη προυποκεῖσθαι αὐτῶν οὐσίαν, ἐξ ἧς καὶ ἐγεν 51.4 νήθησαν, καὶ μὴ εἶναι τὸν μὲν πατέρα, τὸν δὲ υἱόν, ἀλλ' ἀμφοτέρους ἀδελφούς.» ταῦτα εἰ καὶ Ἑλλήνων εἰσὶν ἑρμηνεῖαι καὶ οὐκ ἀναγκαῖα ἡμῖν τὰ παρ' ἐκείνων, ἀλλ' ἴδωμεν τὰ εἰρημένα τὰ ὁμοούσια τὰ ἐκ τῆς προνοουμένης οὐσίας ἀδελφά, πότερον ἑαυτῶν εἰσιν ὁμο 51.5 ούσια ἢ τῆς οὐσίας ἐξ ἧς καὶ ἐγεννήθησαν. εἰ μὲν γὰρ ἑαυτῶν ἑτεροούσια καὶ ἀνόμοια ἔσται πρὸς τὴν γεννήσασαν αὐτὰ οὐσίαν· ἀντίκειται γὰρ τῷ ὁμοουσίῳ τὸ ἑτεροούσιον· εἰ δὲ τῆς γεννησάσης αὐτὰ οὐσίας ἐστὶν ἕκαστον ὁμοούσιον, δῆλον ὅτι τὸ ἔκ τινος γεννώ μενον ὁμοούσιόν ἐστι τῷ γεννήσαντι. καὶ οὐκέτι χρὴ ζητεῖν τρεῖς οὐσίας, ἀλλὰ μόνον 51.6 ζητεῖν, εἰ τόδε ἀληθὲς ἐκ τοῦδέ ἐστι. κἂν γὰρ συμβῇ μὴ εἶναι δύο ἀδελφούς, ἀλλὰ καὶ μόνον ἕνα ἐξ ἐκείνης τῆς οὐσίας γενέσθαι, οὐ διὰ τὸ μὴ εἶναι ἕτερον ἀλλοτριοούσιος ἂν λεχθείη ὁ γεννηθείς, ἀλλὰ καὶ μόνος ὢν εἴη ἂν καὶ αὐτὸς ὁμοούσιος τῷ γεννήσαντι. ἐπεὶ τί ἂν εἴποιμεν περὶ τῆς θυγατρὸς τοῦ Ἰεφθάε ὅτι «μονογενὴς ἦν καὶ οὐκ ἦν», φησίν, «ἄλλο τέκνον αὐτῷ», καὶ περὶ τοῦ υἱοῦ δὲ τῆς χήρας, ὃν ἤγειρεν ἐκ νεκρῶν ὁ κύριος, ὅτι καὶ αὐτὸς οὐκ εἶχεν ἀδελφόν, ἀλλὰ μονογενὴς ἦν, ἆρα οὐκ ἦν ὁμοούσιος ἕκαστος αὐτῶν τῷ γεννήσαντι; καὶ μὴν ἦσαν· τέκνα γὰρ ἦσαν· καὶ τοῦτο τέκνων ἴδιόν ἐστι πρὸς γονέας. 51.7 οὕτω καὶ τὸν