1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

5

καὶ Οὐάλης καὶ οἱ σὺν αὐτοῖς ἀνένευον. καὶ λοιπὸν κατεγνώσθησαν ὡς οὐ γνησίως, ἀλλ' ἐπ' ἀναιρέσει τῶν ἐν Νικαίᾳ πραχθέντων γράψαντες ταῦτα, ἵνα τὴν δυσώνυμον αἵρεσιν ἀντεισάξωσι. 9.2 θαυμάσαντες γοῦν ἐπὶ τοῖς δολίοις αὐτῶν ῥήμασι καὶ πανούργῳ προαιρέσει ἔλεγον· «ἡμεῖς οὐ δεόμενοι πίστεως συνήλθομεν (ἔχομεν γὰρ ἐν ἑαυτοῖς ὑγιαίνουσαν τὴν πίστιν), ἀλλ' ἵνα τοὺς ἀντιλέγοντας τῇ ἀληθείᾳ καὶ καινοτομεῖν ἐπιχειροῦντας ἐντρέψωμεν. εἰ μὲν οὖν ὑμεῖς ὡς νῦν ἀρχόμενοι πιστεύειν ἐγράψατε ταῦτα, οὔπω ἐστὲ κληρικοὶ ἀρχὴν ἔχοντες τοῦ κατηχεῖσθαι, εἰ δὲ τῇ γνώμῃ ᾗ συνήλθομεν ἡμεῖς ταύτην καὶ ὑμεῖς ἔχοντες ἀπηντήσατε, ἔστω πάντων ὁμοφροσύνη καὶ τὰς μὲν αἱρέσεις ἀναθέματι ἀναθεματίσωμεν, τὰ δὲ τῶν πατέρων φυλάξωμεν ὑπὲρ τοῦ μηκέτι διατρέχειν προφάσεις συνόδων ἅπαξ προλαβόντων τῶν ἐν Νικαίᾳ συνελθόντων καὶ πάντα πραξάντων ὑπὲρ τῆς καθολικῆς 9.3 ἐκκλησίας». ἀλλὰ καὶ οὕτω τῶν ἐπισκόπων πάλιν πάντων συνθεμένων ἀνένευσαν οἱ προειρημένοι, καὶ λοιπὸν καταγνόντες αὐτῶν ὡς ἀμαθῶν δολίων τε καὶ μᾶλλον αἱρετικῶν τῇ μὲν ἐν Νικαίᾳ γενομένῃ συνόδῳ συνεψηφίσαντο πάντες καὶ ταύτῃ πάντες ἔκριναν ἀρκεῖσθαι, τοὺς δὲ προειρημένους Οὐρσάκιον καὶ Οὐάλεντα Γερμίνιον Αὐξέντιον Γάιον ∆ημόφιλον αἱρετικοὺς ἀπέφηναν καὶ καθελόντες αὐτοὺς ὡς μὴ ὄντας ἀληθῶς Χριστια νούς, ἀλλ' Ἀρειανοὺς ἔγραψαν κατ' αὐτῶν Ῥωμαιστὶ μέν, ἑρμηνευθέντα δὲ Ἑλληνιστὶ κατὰ δύναμιν ταῦτα·

10.t Ἀντίγραφον ἐπιστολῆς παρὰ τῆς συνόδου πρὸς τὸν Αὔγουστον Κωνστάντιον

10.1 Ἔκ τε τῆς τοῦ θεοῦ κελεύσεως καὶ τοῦ τῆς σῆς εὐσεβείας προστάγματος

τὰ πάλαι δογματισθέντα γεγενῆσθαι πιστεύομεν. εἰς γὰρ Ἀρίμινον ἐκ πασῶν τῶν πρὸς δύσιν πόλεων εἰς τὸ αὐτὸ πάντες οἱ ἐπίσκοποι συνήλθομεν, ἵνα καὶ ἡ πίστις τῆς καθολικῆς 10.2 ἐκκλησίας γνωρισθῇ καὶ οἱ τἀναντία φρονοῦντες ἔκδηλοι γένωνται. ὡς γὰρ ἐπὶ πλεῖστον διασκοποῦντες εὑρήκαμεν, ἀρεστὸν ἐφάνη τὴν πίστιν τὴν ἐκ παλαιοῦ δια μένουσαν, ἣν καὶ οἱ προφῆται καὶ τὰ εὐαγγέλια καὶ οἱ ἀπόστολοι διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκήρυξαν, τοῦ καὶ τῆς σῆς βασιλείας φρουροῦ καὶ τῆς σῆς ῥώσεως προστά του, ἵνα ταύτην κατασχόντες φυλάξωμεν καὶ φυλάττοντες μέχρι τέλους διατηρήσωμεν. 10.3 ἄτοπον γὰρ καὶ ἀθέμιτον ἐφάνη τῶν ὀρθῶς καὶ δικαίως ὡρισμένων τι μεταλλάσσειν καὶ τῶν ἐν Νικαίᾳ κοινῇ μετὰ τοῦ ἐνδοξοτάτου Κωνσταντίνου τοῦ σοῦ πατρὸς καὶ βασιλέως ἐσκεμμένων, ὧν ἡ διδασκαλία καὶ τὸ φρόνημα διῆλθέ τε καὶ ἐκηρύχθη εἰς πάσας ἀνθρώπων ἀκοάς τε καὶ διανοίας, ἥτις ἀντίπαλος μόνη καὶ ὀλετὴρ τῆς Ἀρείου αἱρέσεως ὑπῆρξε, δι' ἧς οὐ μόνον αὕτη, ἀλλὰ καὶ αἱ λοιπαὶ αἱρέσεις καθῃρέθησαν, ἐν ᾗ ὄντως καὶ τὸ προσθεῖναί τι σφαλερὸν καὶ τὸ ἀφελέσθαι τι ἐπικίνδυνον ὑπάρχει, ὡς, εἴπερ τι θάτερον γένοιτο, ἔσται τοῖς ἐχθροῖς ἄδεια τοῦ ποιεῖν ἅπερ βούλονται. ὅθεν Οὐρσάκιός τε καὶ 10.4 Οὐάλης, ἐπειδὴ ἔκπαλαι μέτοχοί τε καὶ σύμφωνοι τοῦ ἀρειανοῦ δόγματος ἦσαν καθε στηκότες καὶ τῆς ἡμετέρας κοινωνίας χωρισθέντες ἀπεφάνθησαν, ἧς ἵνα μετάσχωσιν ἐφ' οἷς ἑαυτοῖς συνεγνώκεισαν πλημμελήσαντες μετανοίας τε καὶ συγγνώμης ἠξίουν τυχεῖν, ὡς καὶ τὰ ἔγγραφα τὰ ὑπ' ἐκείνων γεγενημένα μαρτυρεῖ, δι' ὧν ἁπάντων φειδὼ γεγένηται καὶ τῶν ἐγκλημάτων συγγνώμη (ἦν δὲ ὁ καιρὸς καθ' ὃν ταῦτα ἐπράττετο, ὅτε ἐν Μεδιολάνῳ τὸ συνέδριον τῆς συνόδου συνεκροτεῖτο, συμπαρόντων δὲ καὶ τῶν πρεσβυτέρων τῆς τῶν Ῥωμαίων ἐκκλησίας), ἐγνωκότες δὲ ἅμα καὶ τὸν μετὰ τελευτὴν ἄξιον μνήμης Κωνσταντῖνον μετὰ πάσης ἀκριβείας καὶ