1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

31

μετουσίας ἐστὶν ὁ υἱός, ἀλλὰ τῇ οὐσίᾳ λόγος ἐστὶ καὶ σοφία τοῦ πατρός, ἡ δὲ οὐσία αὕτη τῆς οὐσίας τῆς πατρικῆς ἐστι γέννημα καὶ ὁμοιότης αὐτῆς ὥσπερ καὶ τὸ ἀπαύγασμα τοῦ φωτός· λέγει δὲ ὁ υἱὸς «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» καὶ «ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν πατέρα»· πῶς δεῖ νοεῖν ταύτας τὰς φωνάς; ἢ πῶς αὐτὰς ἐκλαμ 48.4 βάνοντες σώσομεν τὸ ἓν εἶναι τὸν πατέρα καὶ τὸν υἱόν; εἰ μὲν οὖν τῇ συμφωνίᾳ τῶν δογμάτων καὶ τῷ μὴ διαφωνεῖν πρὸς τὸν πατέρα, ὡς οἱ Ἀρειανοὶ λέγουσι, φαῦλος ὁ τοιοῦτος νοῦς. καὶ γὰρ καὶ οἱ ἅγιοι καὶ μᾶλλόν γε ἄγγελοι καὶ ἀρχάγγελοι τὴν τοιαύτην ἔχουσι πρὸς τὸν θεὸν συμφωνίαν καὶ οὐδεμία παρ' αὐτοῖς ἐστι διαφωνία. ὁ γὰρ δια φωνήσας διάβολος ἐθεωρήθη πίπτων ἐκ τῶν οὐρανῶν, ὡς εἶπεν ὁ κύριος. οὐκοῦν εἰ διὰ τὴν συμφωνίαν ἕν ἐστιν ὁ πατὴρ καὶ ὁ υἱός, εἴη ἂν καὶ τῶν γενητῶν τὰ συμφωνοῦντα 48.5 οὕτω πρὸς τὸν θεὸν καὶ εἴποι ἂν ἕκαστος· «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν». εἰ δὲ τοῦτο ἄτοπον· ἄτοπον γάρ ἐστιν ἀληθῶς· ἀνάγκη λοιπὸν κατὰ τὴν οὐσίαν νοεῖν καὶ τὴν υἱοῦ καὶ πατρὸς ἑνότητα. τὰ μὲν γὰρ γενητά, κἂν συμφωνίαν ἔχῃ πρὸς τὸν πεποιηκότα, ἀλλ' ἐν κινήσει καὶ μετουσίᾳ καὶ νῷ ταύτην ἔχει, ἥνπερ ὁ μὴ φυλάξας ἐκβέβληται τῶν οὐρανῶν, ὁ δὲ υἱὸς ἐκ τῆς οὐσίας ὢν γέννημα τῇ οὐσίᾳ ἕν ἐστιν αὐτὸς καὶ ὁ γεννήσας αὐτὸν πατήρ.

49.1 ∆ιὰ τοῦτο γὰρ καὶ τὸ ἰσάζον ἔχει πρὸς τὸν πατέρα ταῖς ἑνοειδέσι φωναῖς καὶ τὰ ἐπὶ τοῦ πατρὸς λεγόμενα ταῦτα καὶ ἐπὶ υἱοῦ λέγουσιν αἱ γραφαὶ χωρὶς μόνου τοῦ λέγεσθαι 49.2 αὐτὸν πατέρα. αὐτὸς γὰρ εἶπεν ὁ υἱός· «πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστι», τῷ τε πατρὶ ἔλεγε· «πάντα τὰ ἐμὰ σά ἐστι καὶ τὰ σὰ ἐμά», οἷον τὸ θεός· «θεὸς γὰρ ἦν ὁ λόγος», τὸ παντοκράτωρ· «τάδε λέγει ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος ὁ παντοκράτωρ·», τὸ εἶναι φῶς· «ἐγώ εἰμι», φησί, «τὸ φῶς», τὸ δημιουργικὸν αἴτιον· «πάντα γὰρ δι' αὐτοῦ ἐγένετο» καὶ «ἃ βλέπω τὸν πατέρα ποιοῦντα, ταῦτα κἀγὼ ποιῶ», τὸ εἶναι ἀίδιον· «ἥ τε γὰρ ἀίδιος αὐτοῦ δύναμις καὶ θειότης» καὶ «ἐν ἀρχῇ ἦν ὁ λόγος» καὶ «ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον», τὸ εἶναι κύριος· «ἔβρεξε γὰρ 49.3 κύριος θεῖον καὶ πῦρ παρὰ κυρίου». καὶ ὁ μὲν πατήρ φησιν· «ἐγὼ κύριος» καὶ «τάδε λέγει κύριος ὁ θεὸς ὁ παντοκράτωρ», περὶ δὲ τοῦ υἱοῦ ὁ Παῦλός φησιν· «εἷς κύριος Ἰησοῦς 49.4 Χριστός, δι' οὗ τὰ πάντα». καὶ τῷ μὲν πατρὶ λειτουργοῦσιν ἄγγελοι, ὁ δὲ υἱὸς 49.4 προσκυνεῖται παρ' αὐτῶν· «καὶ προσκυνησάτωσαν γὰρ αὐτῷ πάντες ἄγγελοι θεοῦ . λέγεται δὲ εἶναι καὶ κύριος ἀγγέλων· «διηκόνουν γὰρ αὐτῷ οἱ ἄγγελοι» καὶ «ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ », τὸ τιμᾶσθαι ὡς τὸν πατέρα· «ἵνα γάρ», φησί, «τιμῶσι τὸν υἱόν, καθὼς τιμῶσι τὸν πατέρα», τὸ εἶναι ἴσα θεῷ· «οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ», τὸ εἶναι ἐξ ἀληθινοῦ ἀλήθειαν καὶ ἐκ ζῶντος ζωὴν ὡς πηγῆς ὄντος τοῦ πατρός, τὸ ζωοποιεῖν τὸν υἱὸν καὶ ἐγείρειν τοὺς νεκροὺς ὥσπερ ὁ πατήρ· οὕτω 49.5 γὰρ ἐν τῷ εὐαγγελίῳ γέγραπται, καὶ περὶ μὲν τοῦ πατρὸς γέγραπται· «κύριος ὁ θεός σου κύριος εἷς ἐστι» καὶ «θεὸς θεῶν κύριος ἐλάλησε καὶ ἐκάλεσε τὴν γῆν», περὶ δὲ τοῦ υἱοῦ· «θεὸς κύριος καὶ ἐπέφανεν ἡμῖν « καὶ «ὀφθήσεται ὁ θεὸς τῶν θεῶν ἐν Σιών». πάλιν τε περὶ μὲν τοῦ θεοῦ φησιν ὁ Ἡσαίας· «τίς θεὸς ὥσπερ σὺ ἐξαίρων ἀνομίας καὶ ὑπερβαίνων ἀδικίας;» ὁ δὲ υἱὸς ἔλεγεν οἷς ἤθελεν· «ἀφέωνταί σου αἱ ἁμαρτίαι», ὅτε καὶ τῶν Ἰουδαίων γογγυζόντων ἔργῳ τὴν ἄφεσιν ἐδείκνυε λέγων τῷ παραλυτικῷ· «ἔγειραι, ἆρον τὸν κράββατόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου». καὶ περὶ μὲν τοῦ θεοῦ ἔλεγεν ὁ Παῦλος· «τῷ δὲ βασιλεῖ τῶν αἰώνων», περὶ δὲ τοῦ υἱοῦ ὁ μὲν ∆αυὶδ ἔψαλλεν· «ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης», ὁ δὲ ∆ανιὴλ ἤκουσεν· «ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος» καὶ «ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται». καὶ ὅλως ὅσα ἂν εὕροις περὶ τοῦ πατρὸς λεγόμενα, τοσαῦτα ἂν εὕροις καὶ περὶ τοῦ υἱοῦ λεγόμενα χωρὶς μόνου τοῦ εἶναι αὐτὸν πατέρα, καθάπερ εἴρηται.