1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

21

μόνος ὁ γεννήσας αὐτὸν πατήρ. τοῦτον οἴδαμεν μονογενῆ θεοῦ υἱὸν πέμποντος τοῦ πατρὸς παραγεγενῆσθαι ἐκ τῶν οὐρανῶν, 30.5 ὡς γέγραπται, ἐπὶ καταλύσει τῆς ἁμαρτίας καὶ τοῦ θανάτου καὶ γεννηθέντα ἐκ πνεύματος ἁγίου, ἐκ Μαρίας τῆς παρθένου τὸ κατὰ σάρκα, ὡς γέγραπται, καὶ ἀνα στραφέντα μετὰ τῶν μαθητῶν καὶ πάσης τῆς οἰκονομίας πληρωθείσης κατὰ τὴν πατρικὴν βούλησιν σταυρωθέντα καὶ ἀποθανόντα καὶ ταφέντα καὶ εἰς τὰ καταχθόνια κατεληλυ 30.6 θέναι, ὅντινα καὶ αὐτὸς ὁ ᾅδης ἔπτηξεν, ὅστις καὶ ἀνέστη ἐκ τῶν νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ καὶ διέτριψε μετὰ τῶν μαθητῶν, καὶ πληρωθεισῶν τεσσαράκοντα ἡμερῶν ἀνελήφθη εἰς τοὺς οὐρανοὺς καὶ καθέζεται ἐν δεξιᾷ τοῦ πατρὸς ἐλευσόμενος ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ 30.7 τῆς ἀναστάσεως ἐν τῇ πατρικῇ δόξῃ, ἵνα ἀποδῷ ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. καὶ εἰς τὸ ἅγιον πνεῦμα, ὅπερ αὐτὸς ὁ μονογενὴς τοῦ θεοῦ υἱὸς ὁ Χριστὸς ὁ κύριος καὶ ὁ θεὸς ἡμῶν ἐπηγγείλατο πέμπειν τῷ γένει τῶν ἀνθρώπων παράκλητον, καθάπερ γέγραπται· 30.8 «τὸ πνεῦμα τῆς ἀληθείας», ὅπερ αὐτοῖς ἔπεμψεν, ὅτε ἀνῆλθεν εἰς τοὺς οὐρανούς. τὸ δὲ ὄνομα τῆς οὐσίας, ὅπερ ἁπλούστερον ὑπὸ τῶν πατέρων ἐτέθη, ἀγνοούμενον δὲ τοῖς λαοῖς σκάνδαλον ἔφερε, διότι μηδὲ αἱ γραφαὶ τοῦτο περιέχουσιν, ἤρεσε περιαιρεθῆναι καὶ παντελῶς μηδεμίαν μνήμην τοῦ λοιποῦ γίνεσθαι, ἐπειδήπερ καὶ αἱ θεῖαι γραφαὶ 30.9 οὐδαμῶς ἐμνημόνευσαν περὶ οὐσίας πατρὸς καὶ υἱοῦ. καὶ γὰρ οὐδὲ ὀφείλει ὑπόστασις περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ὀνομάζεσθαι. ὅμοιον δὲ λέγομεν τῷ πατρὶ 30.10 τὸν υἱόν, ὡς λέγουσιν αἱ θεῖαι γραφαὶ καὶ διδάσκουσι. πᾶσαι δὲ αἱ αἱρέσεις, αἵ τε ἤδη πρότερον κατεκρίθησαν, καὶ αἵτινες ἐὰν καινότεραι γένωνται, ἐναντίαι τυγχάνουσαι τῆς ἐκτεθείσης ταύτης γραφῆς, ἀνάθεμα ἔστωσαν.

31.1 Ἀλλ' οὐδὲ τούτοις ἐνέμειναν. κατελθόντες γὰρ ἀπὸ Κωνσταντινουπόλεως εἰς τὴν Ἀντιόχειαν μετέγνωσαν, ὅτι ὅλως ἔγραψαν «ὅμοιον τῷ πατρὶ τὸν υἱὸν ὡς λέγουσιν αἱ γραφαί.» καὶ συνθέντες ἅπερ ἐπενόησαν ἤρξαντο πάλιν ἀνατρέχειν εἰς τὰ πρῶτα ἑαυτῶν καὶ λέγειν ὅτι «παντελῶς ἀνόμοιός ἐστιν ὁ υἱὸς τῷ πατρὶ καὶ κατ' οὐδένα τρόπον ὅμοιός 31.2 ἐστιν ὁ υἱὸς τῷ πατρί.» τοσοῦτον μετεβάλοντο ὡς καὶ τοὺς τὰ Ἀρείου γυμνότερον λέγοντας προσδέχεσθαι καὶ τὰς ἐκκλησίας αὐτοῖς παραδιδόναι, ἵνα ἐπ' ἀδείας τὰ τῆς 31.3 βλασφημίας προσφέρωσι. διὰ γοῦν τὴν πολλὴν ἀναίδειαν τῆς ἀσεβείας αὐτῶν Ἀνόμοιοι παρὰ πᾶσιν ἐκλήθησαν ἔχοντες καὶ τὴν «ἐξουκόντιον» ἐπωνυμίαν καὶ τὸν αἱρετικὸν Κωνστάντιον προστάτην τῆς ἀσεβείας αὐτῶν, ὃς μέχρι τέλους διαμείνας ἐν ἀσεβείᾳ καὶ λοιπὸν ἀποθνήσκων ἔδοξε βαπτίζεσθαι, οὐ παρὰ εὐσεβῶν ἀνδρῶν, ἀλλ' ὑπὸ Εὐζωίου τοῦ διὰ τὴν ἀρειανὴν αἵρεσιν οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις καθαιρεθέντος, καὶ ὅτε διάκονος ἦν, καὶ ὅτε ἐν Ἀντιοχείᾳ ἐκαθέσθη.

32.1 Τέως μὲν οὖν ἄχρι τούτου φθάσαντες ἔστησαν καὶ καθῃρέθησαν οἱ προειρημένοι. ἀλλ' οὐδὲ οὕτως εὖ οἶδα ὅτι στήσονται, ὅσοι καὶ νῦν ὑπεκρίναντο, ἀεὶ δὲ συστάσεις ποιήσουσι κατὰ τῆς ἀληθείας, ἕως ἂν εἰς ἑαυτοὺς ἐλθόντες εἴπωσι καὶ οὗτοι· «ἀναστάντες πορευσώμεθα πρὸς τοὺς πατέρας ἑαυτῶν καὶ ἐροῦμεν αὐτοῖς· ἀναθεματίζομεν μὲν τὴν ἀρειανὴν αἵρεσιν, ἐπιγινώσκομεν δὲ τὴν ἐν Νικαίᾳ σύνοδον». πρὸς ταύτην γὰρ ἔχουσι 32.2 τὴν ἔριν. τίς οὖν ἔτι κἂν ὀλίγην αἴσθησιν ἔχων ἀνέξεται τούτων; τίς βλέπων καθ' ἑκάστην σύνοδον τὰ μὲν ἀφαιρούμενα, τὰ δὲ προστιθέμενα οὐ συνορᾷ τούτους ὕποπτον καὶ ὕπουλον ἔχοντας κατὰ Χριστοῦ τὴν διάνοιαν; τίς ὁρῶν αὐτοὺς διὰ μακρῶν ἐκτείνοντας ἑαυτῶν τήν τε τῆς πίστεως σύνθεσιν καὶ τὴν ἀπολογίαν περὶ ὧν ἐγκαλοῦνται οὐχ ὁρᾷ τούτους καταγινώσκοντας ἑαυτῶν καὶ πολλὰ γράφοντας ἐπίτηδες, ἵνα δόξωσι διὰ τῆς ἀκαίρου φιλοτιμίας καὶ τῆς τοσαύτης πολυλογίας ὑφαρπάζειν τοὺς ἀκεραίους καὶ λαν 32.3 θάνειν οἷοι τὴν αἵρεσιν τυγχάνουσιν ὄντες; ἀλλ' ὥσπερ οἱ ἐθνικοί, ὡς εἶπεν