1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

3

ἀμαθεῖς μόνον εἰδότες πλάττειν προφάσεις καὶ ταύτας ἀπρεπεῖς καὶ ἀπιθάνους ἐχούσας ἐγγὺς τὸν ἔλεγχον.

5.1 Ἡ μὲν γὰρ ἐν Νικαίᾳ σύνοδος οὐχ ἁπλῶς γέγονεν, ἀλλ' εἶχε τὴν χρείαν κατεπείγουσαν καὶ τὴν αἰτίαν εὔλογον. οἱ μὲν γὰρ ἀπὸ τῆς Συρίας καὶ Κιλικίας καὶ Μεσοποταμίας ἐχώλευον περὶ τὴν ἑορτὴν καὶ μετὰ τῶν Ἰουδαίων ἐποίουν τὸ πάσχα, ἥ τε ἀρειανὴ αἵρεσις ἐπαναστᾶσα ἦν κατὰ τῆς καθολικῆς ἐκκλησίας καὶ προστάτας εἶχεν εἴς τε τὴν ὑπὲρ 5.2 ἑαυτῆς σπουδὴν καὶ εἰς τὴν κατὰ τῶν εὐσεβούντων ἐπιβουλὴν τοὺς περὶ Εὐσέβιον. καὶ αὕτη αἰτία γέγονεν οἰκουμενικὴν συναχθῆναι σύνοδον, ἵνα πανταχοῦ μία τῆς ἑορτῆς ἡμέρα ἐπιτελῆται καὶ ἡ παραφυεῖσα αἵρεσις ἀναθεματισθῇ. γέγονε γοῦν, καὶ οἱ μὲν ἀπὸ τῆς Συρίας ἐπείσθησαν, τὴν δὲ ἀρειανὴν αἵρεσιν ἀπεφήναντο πρόδρομον τοῦ ἀντιχρίστου καὶ 5.3 κατ' αὐτῆς γράψαντες ἐκδεδώκασι καλῶς. καὶ ὅμως γράψαντες καὶ τοσοῦτοι ὄντες οὐδὲν τοιοῦτον τετολμήκασιν οἷον οἱ τρεῖς ἢ τέσσαρες οὗτοι. οὐ γὰρ προέταξαν ὑπατείαν καὶ μῆνα καὶ ἡμέραν, ἀλλὰ περὶ μὲν τοῦ πάσχα «ἔδοξε τὰ ὑποτεταγμένα». τότε γὰρ ἔδοξε πάντας πείθεσθαι· περὶ δὲ τῆς πίστεως ἔγραψαν οὐκ «ἔδοξεν», ἀλλ' «οὕτως πιστεύει ἡ καθολικὴ ἐκκλησία» καὶ εὐθὺς ὡμολόγησαν πῶς πιστεύουσιν, ἵνα δείξωσιν ὅτι μὴ νεώτερον, ἀλλ' ἀποστολικόν ἐστιν αὐτῶν τὸ φρόνημα καὶ ἃ ἔγραψαν οὐκ ἐξ αὐτῶν εὑρέθη, ἀλλὰ ταῦτ' ἐστιν ἅπερ ἐδίδαξαν οἱ ἀπόστολοι.

6.1 Αἱ δὲ νῦν κινούμεναι παρ' αὐτῶν σύνοδοι ποίαν ἔχουσιν εὔλογον αἰτίαν; εἰ μὲν γὰρ καινοτέρα τις ἄλλη γέγονεν αἵρεσις μετὰ τὴν ἀρειανήν, εἰπάτωσαν τὰ τῆς ἐπινοίας αὐτῆς ῥήματα καὶ τίνες οἱ ταύτην ἐφευρόντες εἰσί, γράφοντές τε ἀναθεματιζέτωσαν τὰς πρὸ τῆς συνόδου ταύτης αἱρέσεις, ἐν αἷς ἐστι καὶ ἡ ἀρειανή, ὥσπερ οἱ ἐν Νικαίᾳ πεποιήκασιν, ἵνα δόξωσι καὶ αὐτοὶ πιθανήν τινα πρόφασιν ἔχειν τοῦ καινότερα λέγειν· εἰ δὲ μηδέν τι τοιοῦτον γέγονε, μηδὲ δύνανται δεῖξαι (αὐτοὶ δὲ μᾶλλον ἔχοντες τὴν ἀσέβειαν Ἀρείου ταῦτα φθέγγονται καὶ καθημέραν ἐλεγχόμενοι μεταβάλλονται), τίς ἡ χρεία τῶν συνόδων ἀρκούσης τῆς ἐν Νικαίᾳ γενομένης πρός τε τὴν ἀρειανὴν καὶ 6.2 τὰς ἄλλας αἱρέσεις, ἃς κατέκρινε πάσας διὰ τῆς ὑγιαινούσης πίστεως. καὶ γὰρ καὶ ὁ θρυλούμενος Ἀέτιος ὁ ἐπικληθεὶς Ἄθεος οὐκ ἰδίαν ἐφευρὼν μανίαν θρασύνεται, ἀλλ' εἰς τὴν ἀρειανὴν ἑτεροδοξίαν χειμαζόμενος ἐναυάγησε καὶ αὐτὸς μετὰ τῶν ἀπατηθέντων παρ' αὐτοῦ. μάτην γοῦν περιτρέχοντες προφασίζονται διὰ πίστιν ἠξιωκέναι γενέσθαι τὰς συνόδους. ἔστι μὲν γὰρ ἱκανωτέρα πάντων ἡ θεία γραφή, εἰ δὲ καὶ συνόδου χρεία περὶ τούτου, ἔστι τὰ τῶν πατέρων. καὶ τούτου γὰρ οὐκ ἠμέλησαν οἱ ἐν Νικαίᾳ συνελθόντες, ἀλλὰ καὶ ἔγραψαν οὕτω καλῶς, ὥστε τοὺς γνησίως ἐντυγχάνοντας τοῖς ἐκείνων γράμμασι δύνασθαι παρ' αὐτῶν ὑπομιμνήσκεσθαι τὴν ἐν ταῖς θείαις γραφαῖς καταγγελλομένην εἰς Χριστὸν εὐσέβειαν.

7.1 Οὐκοῦν, ἐπειδὴ μηδὲν εὔλογόν ἐστι παρ' αὐτοῖς, ἀποροῦσι δὲ πανταχόθεν, καίτοι καὶ προφάσεις πλάττοντες, τοῦτο λοιπὸν αὐτοῖς περιλείπεται λέγειν· ἡμεῖς ἀντιλέγοντες τοῖς πρὸ ἡμῶν καὶ παραβαίνοντες τὰς τῶν πατέρων παραδόσεις ἠξιώσαμεν σύνοδον γενέσθαι. ἀλλὰ πάλιν φοβηθέντες μὴ πάλιν εἰς ἓν συνελθόντων μάταιος ἡμῖν ἡ σπουδὴ γένηται, ἠξιώσαμεν εἰς δύο διαιρεθῆναι τὴν σύνοδον, ἵνα ἐν μέρει γενόμενοι δείξαντες ἅπερ ἐγράψαμεν ὑφαρπάσαι δυνηθῶμεν τὸ πλέον ἀπειλοῦντες τὸν προιστάμενον τῆς ἀσεβείας Κωνστάντιον, καὶ οὕτω τὰ μὲν ἐν Νικαίᾳ πραχθέντα σχολάσαι ποιήσωμεν 7.2 σχηματισάμενοι τὴν ἁπλότητα τῶν γραφέντων παρ' ἡμῶν. ταῦτα δὲ εἰ καὶ μὴ τοῖς ῥήμασιν αὐτοῖς εἰρήκασιν, ἀλλὰ τῇ διανοίᾳ ταύτῃ πάντα πεποιήκασί τε καὶ διετάραξαν. ἀμέλει πολλὰ πολλάκις εἰρηκότες καὶ γράψαντες ἐν διαφόροις συνόδοις οὐδε πώποτε περὶ τῆς ἀρειανῆς αἱρέσεως ὡς φαύλης ἐμνημόνευσαν, ἀλλ' εἰ καί ποτε παρόντες τινὲς τὰς αἱρέσεις