1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

10

γεγεννημένων, 16.3 οὐδ' ὡς Οὐαλεντῖνος προβολὴν τὸ γέννημα τοῦ πατρὸς ἐδογμάτισεν, οὐδ' ὡς Μανιχαῖος μέρος ὁμοούσιον τοῦ πατρὸς τὸ γέννημα εἰσηγήσατο, οὐδ' ὡς Σαβέλλιος τὴν μονάδα διαιρῶν υἱοπάτορα εἶπεν, οὐδ' ὡς Ἱέρακας λύχνον ἀπὸ λύχνου ἢ ὡς λαμπάδα εἰς δύο, οὐδὲ τὸν ὄντα πρότερον ὕστερον γεννηθέντα ἢ ἐπικτισθέντα εἰς υἱόν, ὡς καὶ σὺ αὐτός, μακάριε πάπα, κατὰ μέσην τὴν ἐκκλησίαν καὶ ἐν συνεδρίῳ πλειστάκις τοὺς ταῦτα εἰσ ηγησαμένους ἀπηγόρευσας, ἀλλ' ὥς φαμεν θελήματι τοῦ θεοῦ πρὸ χρόνων καὶ πρὸ αἰώνων κτισθέντα καὶ τὸ ζῆν καὶ τὸ εἶναι παρὰ τοῦ πατρὸς εἰληφότα καὶ τὰς δόξας, 16.4 συνυποστήσαντος αὐτῷ τοῦ πατρός. οὐ γὰρ ὁ πατὴρ δοὺς αὐτῷ πάντων τὴν κληρονομίαν ἐστέρησεν ἑαυτὸν ὧν ἀγεννήτως ἔχει ἐν ἑαυτῷ· πηγὴ γάρ ἐστι πάντων. ὥστε τρεῖς εἰσιν ὑποστάσεις. καὶ ὁ μὲν θεὸς αἴτιος τῶν πάντων τυγχάνων ἔστιν ἄναρχος μονώτατος, ὁ δὲ υἱὸς ἀχρόνως γεννηθεὶς ὑπὸ τοῦ πατρὸς καὶ πρὸ αἰώνων κτισθεὶς καὶ θεμελιωθεὶς οὐκ ἦν πρὸ τοῦ γεννηθῆναι, ἀλλὰ ἀχρόνως πρὸ πάντων γεννηθεὶς μόνος ὑπὸ τοῦ πατρὸς ὑπέστη. οὐδὲ γάρ ἐστιν ἀίδιος ἢ συναίδιος ἢ συναγέννητος τῷ πατρί, οὐδὲ ἅμα τῷ πατρὶ τὸ εἶναι ἔχει, ὥς τινες λέγουσι τὰ πρός τι δύο ἀγεννήτους ἀρχὰς εἰσηγούμενοι, ἀλλ' ὡς μονὰς καὶ ἀρχὴ πάντων, οὕτως ὁ θεὸς πρὸ πάντων ἐστί. διὸ καὶ πρὸ τοῦ υἱοῦ ἔστιν, ὡς καὶ παρὰ σοῦ μεμαθήκαμεν κατὰ μέσην τὴν ἐκκλησίαν κη 16.5 ρύξαντος. καθὸ οὖν παρὰ τοῦ θεοῦ τὸ εἶναι ἔχει καὶ τὰς δόξας καὶ τὸ ζῆν καὶ τὰ πάντα αὐτῷ παρεδόθη, κατὰ τοῦτο ἀρχὴ αὐτοῦ ἐστιν ὁ θεός. ἄρχει γὰρ αὐτοῦ ὡς θεὸς αὐτοῦ καὶ πρὸ αὐτοῦ ὤν. εἰ δὲ τὸ «ἐξ αὐτοῦ» καὶ τὸ «ἐκ γαστρὸς» καὶ τὸ «ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω» ὡς μέρος αὐτοῦ ὁμοουσίου καὶ ὡς προβολὴ ὑπό τινων νοεῖται, σύν θετος ἔσται ὁ πατὴρ καὶ διαιρετὸς καὶ τρεπτὸς καὶ σῶμα κατ' αὐτοὺς καὶ τὸ ὅσον ἐπ' αὐτοῖς τὰ ἀκόλουθα σώματι πάσχων ὁ ἀσώματος θεός.

17.1 Ταῦτα ἀπὸ μέρους ὧν ἤμεσαν ἐκ τῆς ἑαυτῶν αἱρετικῆς καρδίας οἱ περὶ Ἄρειον ἐστί· πρὸ δὲ τοῦ γενέσθαι τὴν ἐν Νικαίᾳ σύνοδον ἔγραψαν καὶ οἱ περὶ Εὐσέβιον Νάρ κισσόν τε καὶ Πατρόφιλον καὶ Μάριν Παυλῖνόν τε καὶ Θεόδοτον καὶ Ἀθανάσιον τὸν 17.2 ἀπὸ Ναζαρβῶν τὰ ὅμοια αὐτοῖς. καὶ ὁ μὲν ἀπὸ τῆς Νικομηδείας Εὐσέβιος κατὰ περιττὸν ἔγραψεν Ἀρείῳ ὅτι «καλῶς φρονῶν εὔχου πάντας οὕτως φρονεῖν· παντὶ γὰρ» δῆλόν ἐστιν ὅτι τὸ πεποιημένον οὐκ ἦν πρὶν γενέσθαι. τὸ γενόμενον δὲ ἀρχὴν ἔχει τοῦ 17.3 «εἶναι»· ὁ δὲ ἀπὸ Καισαρείας τῆς Παλαιστίνης Εὐσέβιος γράφων πρὸς Εὐφρατίωνα τὸν ἐπίσκοπον οὐκ ἐφοβήθη φανερῶς εἰπεῖν ὅτι «ὁ Χριστὸς οὐκ ἔστιν ἀληθινὸς θεός». 17.4 καὶ Ἀθανάσιος δὲ ὁ ἀπὸ Ναζαρβῶν ἔτι γυμνότερον ἀπεκάλυπτε τὴν αἵρεσιν ἕνα τῶν ἑκατὸν προβάτων λέγων εἶναι τὸν υἱὸν τοῦ θεοῦ. γράφων γὰρ πρὸς Ἀλέξανδρον τὸν ἐπίσκοπον ἀπετόλμησεν οὕτως εἰπεῖν· «τί μέμφῃ τοῖς περὶ Ἄρειον, εἰ λέγουσιν· ἐξ οὐκ»ὄντων κτίσμα πεποίηται ὁ υἱὸς τοῦ θεοῦ καὶ ἓν τῶν πάντων ἐστίν; ἐν ἑκατὸν γὰρ προ «βάτοις παραβαλλομένων πάντων τῶν πεποιημένων εἷς ἐστι καὶ ὁ υἱὸς ἐξ αὐτῶν. εἰ μὲν»οὖν τὰ ἑκατὸν οὐκ ἔστι κτίσματα καὶ γενητὰ ἢ ἔνι πλέον τι τῶν ἑκατόν, δηλονότι μηδὲ «ὁ υἱὸς ἔστω κτίσμα καὶ εἷς τῶν πάντων. εἰ δὲ τὰ ἑκατὸν πάντα γενητὰ καὶ οὐδέν ἐστιν ἐκτὸς» τῶν ἑκατὸν πλὴν μόνου τοῦ θεοῦ, τί ἄτοπον λέγουσιν οἱ περὶ Ἄρειον, εἰ ἓν ἐν τοῖς ἑκατὸν 17.5 «περιλαβόντες καὶ ἀριθμοῦντες τὸν Χριστὸν ἕνα τῶν πάντων αὐτὸν εἰρήκασι»; Γεώργιος δὲ ὁ νῦν ἐν Λαοδικείᾳ, πρεσβύτερος ὢν τότε τῆς Ἀλεξανδρείας καὶ ἐν Ἀντιοχείᾳ διατρίβων, πρὸς μὲν Ἀλέξανδρον τὸν ἐπίσκοπον ἔγραφεν ὅτι· «μὴ μέμφου τοῖς περὶ Ἄρειον,» εἰ λέγουσιν· ἦν ποτε, ὅτε οὐκ ἦν ὁ υἱὸς τοῦ θεοῦ. καὶ γὰρ ὁ Ἡσαίας υἱὸς γέγονεν Ἀμώς, «καὶ ὅμως ὁ μὲν Ἀμὼς ἦν πρὸ τοῦ γενέσθαι τὸν Ἡσαίαν, ὁ δὲ Ἡσαίας οὐκ ἦν πρότερον,17.6» ἀλλὰ μετὰ ταῦτα γέγονε. πρὸς δὲ τοὺς Ἀρειανοὺς ἔγραφε· «τί μέμφεσθε Ἀλεξάνδρῳ» τῷ πάπᾳ λέγοντι ἐκ τοῦ πατρὸς τὸν υἱόν; καὶ γὰρ καὶ ὑμεῖς μὴ φοβηθῆτε εἰπεῖν καὶ ἐκ τοῦ θεοῦ τὸν υἱόν. εἰ