1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

8

ἐγκλημάτων. γράψαντές τε εἰς τὴν ἑκάστου παροικίαν τὴν κατ' αὐτῶν γενομένην κρίσιν ἀνῆλθον παρὰ τὸν ἀσεβέστατον Αὔγουστον Κωνστάντιον ἀπαγγελοῦντες αὐτῷ τὰ πεπραγμένα· ταύτην γὰρ εἶχον πρόσταξιν. καὶ τοῦτο τέλος γέγονε καὶ τῆς ἐν Σελευκείᾳ συνόδου.

13.1 Τίς τοίνυν οὐκ ἂν ἀποδέξαιτο μὲν τὴν εὐλάβειαν τῶν ἐν τῇ Ἀριμίνῳ συνόδῳ συνελθόντων ἐπισκόπων; οἳ τοσοῦτον κάματον ὁδοῦ καὶ θαλάττης κινδύνους ὑπέμειναν, ἵνα τοὺς μὲν φρονοῦντας τὰ Ἀρείου καθέλωσι, τοὺς δὲ τῶν πατέρων ὅρους ἀκεραίους φυλάξωσιν ὁσίως καὶ κανονικῶς τοῦτο βουλευσάμενοι. ἡγεῖτο γὰρ ἕκαστος αὐτῶν, εἰ λύσαιεν τὰ τῶν πρὸ αὐτῶν, πρόφασιν διδόναι τοῖς μετὰ ταῦτα, ὥστε λῦσαι τὰ παρ' 13.2 αὐτῶν νῦν γινόμενα. τίς δὲ οὐκ ἂν καταγνοίη τῆς εὐχερείας τῶν περὶ Εὐδόξιον καὶ Ἀκάκιον, οἳ τὴν τῶν ἑαυτῶν πατέρων τιμὴν προπίνουσι τῇ πρὸς τοὺς Ἀρειομανίτας σπουδῇ καὶ χάριτι; ποία γὰρ πίστις τοῖς παρ' αὐτῶν γινομένοις, εἰ τὰ τῶν προτέρων καταλύεται; ἢ πῶς «πατέρας» ὀνομάζουσιν οὓς διεδέξαντο, ὧν αὐτοὶ τῆς γνώμης κατ 13.3 ήγοροι γίνονται; μάλιστα δὲ Ἀκάκιος τί ἂν εἴποι πρὸς Εὐσέβιον τὸν ἑαυτοῦ διδάσ καλον, ὃς οὐ μόνον ὑπέγραψεν ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ, ἀλλὰ γὰρ καὶ δι' ἐπιστολῆς ἐδήλωσε τοῖς ὑπ' αὐτὸν λαοῖς ταύτην εἶναι πίστιν ἀληθῆ τὴν ὁμολογηθεῖσαν ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ; εἰ γὰρ καὶ ὡς ἠθέλησεν ἀπελογήσατο διὰ τῆς ἐπιστολῆς, ἀλλά γε τὰς λέξεις οὐκ ἠρνήσατο, ἀλλὰ καὶ κατηγόρησε τῶν Ἀρειανῶν ὅτι λέγοντες· «οὐκ ἦν 13.4 πρὶν γεννηθῇ ὁ υἱὸς, οὐδὲ πρὸ Μαρίας αὐτὸν ἤθελον εἶναι». τί ἄρα καὶ διδάξουσι τοὺς λαοὺς τοὺς παρ' ἐκείνων διδαχθέντας; ὅτι ἐσφάλησαν οἱ πατέρες; καὶ πῶς αὐτοὶ πιστευθήσονται παρ' αὐτοῖς οὓς διδάσκουσι παρακούειν τῶν διδασκάλων; ποίοις δὲ ὄμμασιν ἐμβλέψονται καὶ τοῖς μνήμασι τῶν πατέρων οὓς ὀνομάζουσι νῦν αἱρετικούς; τί δὲ τοὺς ἀπὸ Οὐαλεντίνου καὶ Φρυγίας καὶ Μανιχαίους διασύρουσι, τοὺς δὲ τὰ ὅμοια φθεγξαμένους, ὡς ὑπονοοῦσιν αὐτοί, «ἁγίους» ὀνομάζουσιν; ἢ πῶς αὐτοὶ ἔτι δύνανται 13.5 εἶναι ἐπίσκοποι, εἰ παρ' αἱρετικῶν, ὡς αὐτοὶ διαβάλλουσι, κατεστάθησαν; εἰ δὲ καὶ κακῶς ἐφρόνησαν καὶ γράψαντες ἐπλάνησαν τὴν οἰκουμένην, παυθήτω τέλεον καὶ ἡ περὶ τούτων μνήμη. καὶ εἰ τὰ γράμματα αὐτῶν ἐκβάλλεται, ἐκβάλλετε ὑμεῖς ἀπελθόντες ἀπὸ τῶν κοιμητηρίων τὰ λείψανα τούτων, ἵνα γνῶσιν ἅπαντες ἐκείνους μὲν πλάνους, ὑμᾶς δὲ πατροκτόνους.

14.1 Ὁ μὲν οὖν μακάριος ἀπόστολος ἀποδέχεται τοὺς Κορινθίους λέγων· «ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις, οὕτω κατέχετε», οὗτοι δὲ τοιαῦτα περὶ τῶν πρὸ αὐτῶν ἐνθυμούμενοι τἀναντία πάντως τοῖς λαοῖς καὶ εἰπεῖν τολ μήσουσιν· «οὐκ ἐπαινοῦμεν ὑμᾶς μνημονεύοντας τῶν πατέρων, ἀλλ' ἀποδεχόμεθα μᾶλλον 14.2 ὑμᾶς, ὅταν τὰς παραδόσεις αὐτῶν μὴ κατέχητε.» καὶ λοιπὸν διαβαλλέτωσαν τὴν ἑαυτῶν δυσγένειαν καὶ λεγέτωσαν· «ἡμεῖς οὐκ ἐξ εὐσεβῶν, ἀλλ' ἐξ αἱρετικῶν γεγόναμεν.» τοιαῦτα γὰρ ἁρμόζει λέγειν τοῖς, ὡς προεῖπον, προπίνουσι τὴν τῶν πατέρων τιμὴν καὶ τὴν ἑαυτῶν σωτηρίαν τῇ ἀρειανῇ αἱρέσει καὶ μὴ φοβουμένοις ἀκοῦσαι τὸ ἐν τῇ θείᾳ παροιμίᾳ γεγραμμένον «ἔκγονον κακὸν πατέρα καταρᾶται» καὶ τὴν ἐν τῷ νόμῳ 14.3 κατὰ τῶν τοιούτων κειμένην ἀπειλήν. ἐκεῖνοι μὲν οὖν διὰ τὴν ὑπὲρ τῆς αἱρέσεως σπουδὴν τοιοῦτον φιλόνεικον ἐσχήκασι καὶ τὸ φρόνημα, ὑμεῖς δὲ μὴ διὰ τοῦτο ταραχθῆτε μηδὲ τὴν ἐκείνων τόλμαν ἀλήθειαν ἡγήσησθε. καὶ γὰρ καὶ πρὸς ἑαυτοὺς ἀνθίστανται καὶ τῶν πατέρων ἀποστάντες μίαν οὐκ ἔχουσι τὴν γνώμην, ἀλλὰ ποικίλαις καὶ δια φόροις νήχονται μεταβολαῖς. καὶ πρὸς τὴν ἐν Νικαίᾳ σύνοδον ἐρίζοντες πολλὰς μὲν συνόδους πεποιήκασι καὶ αὐτοί, καθ' ἑκάστην δὲ πίστιν ἐκτιθέμενοι ἐν οὐδεμιᾷ μεμε νήκασιν· ἀλλὰ καὶ οὐ παύσονταί γε ἀεὶ τοῦτο ποιοῦντες, ὅτι κακῶς ζητοῦντες οὐχ 14.4 εὑρήσουσιν ἣν ἐμίσησαν σοφίαν. ὑπέταξα τοίνυν ἀναγκαίως ἀπὸ μέρους τά τε παρὰ