1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

9

Ἀρείου γραφέντα καὶ ὅσα συναγαγεῖν ἠδυνήθην ὧν ἐν διαφόροις οὗτοι συνόδοις ἐξέθεντο, ἵνα γνῶτε καὶ θαυμάσητε, τίνος ἕνεκα πρὸς οἰκουμενικὴν σύνοδον καὶ πρὸς τοὺς ἑαυτῶν πατέρας φιλονεικοῦντες οὐ καταδύονται.

15.1 Ἄρειος καὶ οἱ σὺν αὐτῷ φρονήσαντες καὶ λέγοντες «ἐξ οὐκ ὄντων πεποίηκε τὸν υἱὸν ὁ θεὸς καὶ κέκληκεν ἑαυτῷ υἱόν, καὶ ἓν τῶν κτισμάτων ἐστὶν ὁ τοῦ θεοῦ λόγος, καὶ ἦν ποτε ὅτε οὐκ ἦν, τρεπτὸς δέ ἐστι δυνάμενος, ὅτε βούλεται, τραπῆναι» ἐξεβλήθησαν 15.2 τῆς ἐκκλησίας παρὰ τοῦ μακαρίτου Ἀλεξάνδρου. ἀλλ' ἐκβληθεὶς καὶ ἐπιτριβεὶς Ἄρειος παρὰ τῶν περὶ Εὐσέβιον συνέθηκεν ἑαυτοῦ τὴν αἵρεσιν ἐν χάρτῃ καὶ ὡς ἐν «Θαλίᾳ» ζηλώσας οὐδένα τῶν φρονίμων, ἀλλὰ τὸν Αἰγύπτιον Σωσάτην ἐν τῷ ἤθει καὶ τῇ ἐκλύσει τοῦ μέλους γράφει μὲν πολλά, ἀπὸ μέρους δέ ἐστιν αὐτοῦ ταῦτα· 15.3 Βλασφημίαι Ἀρείου Αὐτὸς γοῦν ὁ θεὸς καθό ἐστιν ἄρρητος ἅπασιν ὑπάρχει. ἴσον οὐδὲ ὅμοιον, οὐχ ὁμόδοξον ἔχει μόνος οὗτος. ἀγέννητον δὲ αὐτόν φαμεν διὰ τὸν τὴν φύσιν γεννητόν· τοῦτον ἄναρχον ἀνυμνοῦμεν διὰ τὸν ἀρχὴν ἔχοντα, ἀίδιον δὲ αὐτὸν σέβομεν διὰ τὸν ἐν χρόνοις γεγαότα. ἀρχὴν τὸν υἱὸν ἔθηκε τῶν γενητῶν ὁ ἄναρχος καὶ ἤνεγκεν εἰς υἱὸν ἑαυτῷ τόνδε τεκνοποιήσας, ἴδιον οὐδὲν ἔχει τοῦ θεοῦ καθ' ὑπόστασιν ἰδιότητος, οὐδὲ γάρ ἐστιν ἴσος, ἀλλ' οὐδὲ ὁμοούσιος αὐτῷ. σοφὸς δέ ἐστιν ὁ θεός, ὅτι τῆς σοφίας διδάσκαλος αὐτός. ἱκανὴ δὲ ἀπόδειξις ὅτι ὁ θεὸς ἀόρατος ἅπασι, τοῖς τε διὰ υἱοῦ καὶ αὐτῷ τῷ υἱῷ ἀόρατος ὁ αὐτός. ῥητῶς δὲ λέξω, πῶς τῷ υἱῷ ὁρᾶται ὁ ἀόρατος· τῇ δυνάμει ᾗ δύναται ὁ θεὸς ἰδεῖν· ἰδίοις τε μέτροις ὑπομένει ὁ υἱὸς ἰδεῖν τὸν πατέρα, ὡς θέμις ἐστίν. ἤγουν τριάς ἐστι δόξαις οὐχ ὁμοίαις, ἀνεπίμικτοι ἑαυταῖς εἰσιν αἱ ὑποστάσεις αὐτῶν, μία τῆς μιᾶς ἐνδοξοτέρα δόξαις ἐπ' ἄπειρον. ξένος τοῦ υἱοῦ κατ' οὐσίαν ὁ πατήρ, ὅτι ἄναρχος ὑπάρχει. σύνες ὅτι ἡ μονὰς ἦν, ἡ δυὰς δὲ οὐκ ἦν, πρὶν ὑπάρξῃ. αὐτίκα γοῦν υἱοῦ μὴ ὄντος ὁ πατὴρ θεός ἐστι. λοιπὸν ὁ υἱὸς οὐκ ὢν (ὑπῆρξε δὲ θελήσει πατρῴᾳ) μονογενὴς θεός ἐστι καὶ ἑκατέρων ἀλλότριος οὗτος. ἡ σοφία σοφία ὑπῆρξε σοφοῦ θεοῦ θελήσει. ἐπινοεῖται γοῦν μυρίαις ὅσαις ἐπινοίαις πνεῦμα, δύναμις, σοφία, δόξα θεοῦ, ἀλήθειά τε καὶ εἰκὼν καὶ λόγος οὗτος. σύνες ὅτι καὶ ἀπαύγασμα καὶ φῶς ἐπινοεῖται. ἴσον μὲν τοῦ υἱοῦ γεννᾶν δυνατός ἐστιν ὁ κρείττων, διαφορώτερον δὲ ἢ κρείττονα ἢ μείζονα οὐχί. θεοῦ θελήσει ὁ υἱὸς ἡλίκος καὶ ὅσος ἐστίν, ἐξ ὅτε καὶ ἀφ' οὗ καὶ ἀπὸ τότε ἐκ τοῦ θεοῦ ὑπέστη, ἰσχυρὸς θεὸς ὢν τὸν κρείττονα ἐκ μέρους ὑμνεῖ. συνελόντι εἰπεῖν τῷ υἱῷ ὁ θεὸς ἄρρητος ὑπάρχει· ἔστι γὰρ ἑαυτῷ ὅ ἐστι τοῦτ' ἔστιν ἄλεκτος, ὥστε οὐδὲν τῶν λεγομένων κατά τε κατάληψιν συνίει ἐξειπεῖν ὁ υἱός. ἀδύνατα γὰρ αὐτῷ τὸν πατέρα τε ἐξιχνιάσει, ὅς ἐστιν ἐφ' ἑαυτοῦ. αὐτὸς γὰρ ὁ υἱὸς τὴν ἑαυτοῦ οὐσίαν οὐκ οἶδεν, υἱὸς γὰρ ὢν θελήσει πατρὸς ὑπῆρξεν ἀληθῶς. τίς γοῦν λόγος συγχωρεῖ τὸν ἐκ πατρὸς ὄντα αὐτὸν τὸν γεννήσαντα γνῶναι ἐν καταλήψει; δῆλον γὰρ ὅτι τὸ ἀρχὴν ἔχον, τὸν ἄναρχον, ὡς ἔστιν, ἐμπερινοῆσαι ἢ ἐμπεριδράξασθαι οὐχ οἷόν τέ ἐστιν.

16.1 Ἃ δὲ καὶ δι' ἐπιστολῆς ἔγραψαν πρὸς τὸν μακαρίτην Ἀλέξανδρον τὸν ἐπίσκοπον, ἔστι ταῦτα· 16.2 Μακαρίῳ πάπᾳ καὶ ἐπισκόπῳ ἡμῶν Ἀλεξάνδρῳ οἱ πρεσβύτεροι καὶ οἱ διάκονοι 16.2 ἐν κυρίῳ χαίρειν. Ἡ πίστις ἡμῶν ἡ ἐκ προγόνων, ἣν καὶ ἀπὸ σοῦ μεμαθήκαμεν, μακάριε πάπα, ἔστιν αὕτη· οἴδαμεν ἕνα θεόν, μόνον ἀγέννητον, μόνον ἀίδιον, μόνον ἄναρχον, μόνον ἀληθινόν, μόνον ἀθανασίαν ἔχοντα, μόνον σοφόν, μόνον ἀγαθόν, μόνον δυνάστην, πάντων κριτήν, διοικητήν, οἰκονόμον, ἄτρεπτον καὶ ἀναλλοίωτον, δίκαιον καὶ ἀγαθόν, νόμου καὶ προφητῶν καὶ καινῆς διαθήκης τοῦτον θεὸν γεννήσαντα υἱὸν μονογενῆ πρὸ χρόνων αἰωνίων, «δι' οὗ καὶ τοὺς αἰῶνας καὶ τὰ ὅλα πεποίηκε», γεννήσαντα δὲ οὐ δοκήσει, ἀλλὰ ἀληθείᾳ· ὑποστήσαντα ἰδίῳ θελήματι ἄτρεπτον καὶ ἀναλλοίωτον κτίσμα τοῦ θεοῦ τέλειον, ἀλλ' οὐχ ὡς ἓν τῶν κτισμάτων· γέννημα, ἀλλ' οὐχ ὡς ἓν τῶν