1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

24

«ἐκ τοῦ θεοῦ» λευκότερον 36.2 ἔγραψαν «ἐκ τῆς οὐσίας» τὸν υἱόν. ἐκ μὲν γὰρ τούτου τὸ γνήσιον ἀληθῶς υἱοῦ πρὸς τὸν πατέρα γνωρίζεται, ἐκ δὲ τοῦ λέγεσθαι ἁπλῶς «ἐκ τοῦ θεοῦ» τὸ βούλημα τῆς δημιουργίας τοῦ κτίζοντος σημαίνεται. εἰ μὲν οὖν καὶ αὐτοὶ τοιαύτην ἔχοντες διάνοιαν ἔγραψαν «ἐκ τοῦ πατρὸς» τὸν λόγον, μὴ μεμφέσθωσαν τὴν σύνοδον· εἰ δὲ ὡς ἐπὶ τῆς κτίσεώς ἐστι γεγραμμένον, οὕτω καὶ ἐπὶ τοῦ υἱοῦ φρονοῦσι τὸ ἐκ τοῦ θεοῦ, ἔδει τὰ ἐπὶ τῆς κτίσεως λαμβάνοντας αὐτοὺς μὴ λέγειν υἱόν, ἵνα μὴ δοκῶσι φύρειν βλασφημίαν τῇ εὐσε βείᾳ καὶ ἢ τὸν κύριον μὴ συναριθμεῖν τοῖς κτίσμασιν ἢ μὴ ἀνάξια καὶ μὴ ἁρμόζοντα περὶ τοῦ υἱοῦ γράφειν. εἰ γὰρ υἱός ἐστιν, οὐκ ἔστι κτίσμα· εἰ δὲ κτίσμα ἐστίν, οὐκ ἔστιν 36.3 υἱός. τοιαῦτα δὲ διανοούμενοι ἀρνήσονταί που καὶ τὸ ἅγιον λουτρόν, ὅτι εἰς πατέρα 36.4 καὶ εἰς υἱὸν καὶ οὐκ εἰς κτίστην καὶ κτίσμα δίδοται, ὡς αὐτοὶ νομίζουσιν. «ἀλλ' οὐ γέ γραπται ταῦτα», φησίν, «καὶ ὡς ἀγράφους τὰς φωνὰς ἐκβάλλομεν». ἀλλὰ καὶ τοῦτο πάλιν πρόφασις αὐτοῖς ἐστιν ἀναίσχυντος. εἰ γὰρ ἐκβλητέα νομίζουσι τὰ μὴ γεγραμμένα, διὰ τί τῶν περὶ Ἄρειον ἐξ ἀγράφων ἐπινοησάντων τοσούτων ῥηματίων συρφετὸν τὸ «ἐξ οὐκ ὄντων» καὶ τὸ «οὐκ ἦν ὁ υἱὸς πρὶν γεννηθῇ καὶ ἦν ποτε ὅτε οὐκ ἦν καὶ τρεπτός ἐστι καὶ ἄρρητος καὶ ἀόρατος ὁ πατὴρ τῷ υἱῷ καὶ ὁ υἱὸς οὐκ οἶδεν οὐδὲ τὴν ἑαυτοῦ οὐσίαν» καὶ ὅσα ἐν τῇ γελοίῳ καὶ ἀσεβεῖ Θαλίᾳ ἑαυτοῦ φρονῶν ἐξήμεσεν Ἄρειος οὐκ ἀντειρήκασιν, ἀλλὰ καὶ μᾶλλον ὑπὲρ αὐτῶν ἀγωνίζονται καὶ διὰ ταῦτα πρὸς τοὺς πατέρας ἑαυτῶν δια 36.5 μάχονται; ἐκ ποίας δὲ γραφῆς καὶ αὐτοὶ εὑρόντες τὸ ἀγένητον καὶ τὸ οὐσίας ὄνομα καὶ «τρεῖς εἰσιν ὑποστάσεις» καὶ «οὐκ ἔστιν ἀληθινὸς θεὸς ὁ Χριστὸς» καὶ «εἷς ἐστι τῶν ἑκατὸν προβάτων» καὶ «ἡ μὲν σοφία τοῦ θεοῦ ἀγέννητος καὶ ἄναρχός ἐστι, πολλαὶ δέ εἰσιν αἱ 36.6 κτισθεῖσαι δυνάμεις, ὧν μία ἐστὶν ὁ Χριστός»; ἢ πῶς ἐν τοῖς λεγομένοις Ἐγκαινίοις ἀγράφοις χρησάμενοι λέξεσιν οἱ περὶ Ἀκάκιον καὶ Εὐσέβιον καὶ εἰπόντες «οὐσίας τε καὶ δυνάμεως καὶ βουλῆς καὶ δόξης ἀπαράλλακτον εἰκόνα τὸν πρωτότοκον τῆς κτίσεως» γογγύζουσι κατὰ τῶν πατέρων ὡς ἀγράφων αὐτῶν μνημονευσάντων λέξεων καὶ οὐσίας μνημονευσάντων; ἔδει γὰρ αὐτοὺς ἢ καθ' ἑαυτῶν γογγύζειν ἢ μηδὲν τοὺς πατέρας αἰτιᾶσθαι.

37.1 Εἰ μὲν οὖν ἄλλοι τινὲς ἐπροφασίζοντο τὰς τῆς συνόδου λέξεις, ἠδύναντό πως ἢ ἀγνοίας ἢ εὐλαβείας ὑπόνοιαν ἔχειν. καὶ περὶ μὲν Γεωργίου τοῦ Καππάδοκος τοῦ ἐκβληθέν τος ἀπὸ τῆς Ἀλεξανδρείας λόγος οὐδείς, ἀνθρώπου μήτε ἐκ προάγοντος βίου τὴν μαρ τυρίαν ἔχοντος μήτε ὅλως Χριστιανοῦ τυγχάνοντος, ἀλλὰ μόνον ὑποκριναμένου διὰ τὸν καιρὸν τὸ ὄνομα καὶ «πορισμὸν ἡγησαμένου τὴν εὐσέβειαν». διὸ οὐδὲ μέμψαιτο ἄν τις αὐτὸν εἰκότως πταίοντα περὶ τὴν πίστιν, ἄνθρωπον «μήτε εἰδότα περὶ ὧν λέγει μήτε περὶ ὧν διαβεβαιοῦται», ἀλλὰ πᾶσι κατὰ τὸ γεγραμμένον ὡς κέπφον ἐπακολουθοῦντα. 37.2 Ἀκάκιος δὲ καὶ Εὐδόξιος καὶ Πατρόφιλος ταῦτα λέγοντες πῶς οὐκ ἄξιοι πάσης εἰσὶ κατα γνώσεως; γράψαντες γὰρ ἄγραφα καὶ αὐτοὶ καὶ ἀποδεξάμενοι πολλάκις ὡς καλὸν τὸ τῆς οὐσίας ὄνομα, μάλιστα καὶ διὰ τὴν ἐπιστολὴν Εὐσεβίου αἰτιῶνται νῦν τοὺς πρὸ αὐτῶν ὡς τοιαύταις χρησαμένους λέξεσιν. ἀλλὰ καὶ εἰπόντες αὐτοὶ «θεὸν ἐκ θεοῦ καὶ λόγον ζῶντα, τῆς οὐσίας τοῦ πατρὸς ἀπαράλλακτον εἰκόνα τὸν υἱὸν» κατηγοροῦσι τῶν ἐν Νικαίᾳ εἰπόν 37.3 των «ἐκ τῆς οὐσίας καὶ ὁμοούσιον τὸν γεννηθέντα τῷ γεγεννηκότι». τί δὲ θαυμαστὸν εἰ τοῖς πρὸ αὐτῶν καὶ τοῖς ἰδίοις πατράσι διαμάχονται, ὅπου γε καὶ αὐτοὶ ἑαυτοῖς ἐναντι ούμενοι τοῖς ἑαυτῶν προσκόπτουσιν; ἐκθέμενοι γὰρ ἐν τοῖς λεγομένοις Ἐγκαινίοις ἐν Ἀντιοχείᾳ «τῆς οὐσίας τοῦ πατρὸς ἀπαράλλακτον εἰκόνα εἶναι τὸν υἱὸν» ὀμόσαντές τε οὕτω φρονεῖν καὶ ἀναθεματίσαντες τοὺς ἄλλως φρονοῦντας, ἀλλὰ γὰρ καὶ ἐν τῇ Ἰσαυρίᾳ γρά ψαντες· «οὐ φεύγομεν τὴν ἐκτεθεῖσαν αὐθεντικὴν πίστιν ἐν τοῖς Ἐγκαινίοις τοῖς κατὰ Ἀντιόχειαν» (ἐν αὐτοῖς δὲ ἐγράφη τὸ