1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

27

τοῦ ἀργύρου τυγχάνει οὔτε λύκος ὡς υἱὸς τοῦ κυνὸς ἂν νομισθείη. ἐπειδὴ δὲ καὶ «ἐκ τῆς οὐσίας» καὶ «ὁμοιοούσιον» αὐτὸν εἰρήκασι, τί ἕτερον σημαίνουσιν ἐκ τούτων ἢ τὸ ὁμοούσιον; καὶ γὰρ ὥσπερ ὁ λέγων μόνον «ὁμοιοούσιον» οὐ πάντως καὶ τὸ ἐκ τῆς οὐσίας γνωρίζει οὕτως ὁ λέγων ὁμοούσιον ἀμφοτέρων τοῦ τε ὁμοιοουσίου καὶ τοῦ ἐκ τῆς οὐσίας 41.5 σημαίνει τὴν διάνοιαν. καὶ αὐτοὶ γοῦν ἐνιστάμενοι πάλιν πρὸς τοὺς κτίσμα λέγοντας εἶναι τὸν λόγον, καὶ μὴ θέλοντας αὐτὸν γνήσιον υἱὸν εἶναι ἐξ ἀνθρωπίνων παραδειγμάτων υἱοῦ καὶ πατρὸς εἰλήφασι τὰς κατ' αὐτῶν ἀποδείξεις, ἐξαιρουμένου τούτου ὅτι μὴ ὡς ἄν θρωπός ἐστιν ὁ θεὸς μηδὲ ὡς ἀνθρωπίνη γονὴ οὕτως ἐστὶν ἡ τοῦ υἱοῦ γέννησις, ἀλλ' ὡς 41.6 ἡ θεῷ πρέπουσα καὶ ἡμᾶς ἁρμόζουσα νοεῖν. καὶ γὰρ καὶ πηγὴν εἰρήκασι τὸν πατέρα τῆς σοφίας καὶ τῆς ζωῆς, τὸν δὲ υἱὸν ἀπαύγασμα φωτὸς ἀιδίου καὶ αὐτὸν εἶναι τὸ ἐκ τῆς πη γῆς γέννημα λέγοντα· «ἐγώ εἰμι ἡ ζωὴ» καὶ «ἐγώ εἰμι ἡ σοφία, κατεσκήνωσα βουλήν». τὸ δὲ ἐκ φωτὸς ἀπαύγασμα καὶ ἐκ πηγῆς γέννημα καὶ ἐκ πατρὸς υἱὸν πῶς ἄν τις ἁρμοζόντως 41.7 ὀνομάσειεν ἢ ὁμοούσιον; ἆρ' οὖν μὴ ἐπειδὴ τὰ ἐξ ἀνθρώπων γεννήματα ὁμοούσιά ἐστιν, εὐλαβεῖσθαι δεῖ μὴ καὶ ὁ υἱὸς λεγόμενος ὁμοούσιος νομισθείη καὶ αὐτὸς ὡς ἀνθρώπινον γέν 41.8 νημα; μὴ γένοιτο· οὐκ ἔστιν οὕτως. ἀλλὰ καὶ ταχεῖαν ἔχει τὴν λύσιν τοῦτο· λόγος γάρ ἐστι καὶ σοφία τοῦ πατρὸς ὁ υἱός, ἐξ ὧν τὸ ἀπαθὲς καὶ τὸ ἀμέριστον τῆς ἐκ πατρὸς γεννήσεως γνωρίζεται. λόγος γὰρ οὐδὲ ὁ τῶν ἀνθρώπων μέρος ἐστὶν οὐδὲ κατὰ πάθος ἐξ αὐτῶν προέρχεται, μήτι γε ὁ τοῦ θεοῦ, ὃν υἱὸν εἶναι ἑαυτοῦ ὁ πατὴρ ἐδήλωσεν, ἵνα μὴ πάλιν τις ἀκούων μόνον λόγον νομίσῃ τοιοῦτον εἶναι, οἷός ἐστιν ὁ τῶν ἀνθρώπων ἀνυπόστατος, ἀλλ' ἀκούων ὅτι υἱός ἐστι γινώσκῃ τοῦτον εἶναι ζῶντα λόγον καὶ ἐνούσιον σοφίαν.

42.1 Ἔπειτα ὥσπερ τὸ γέννημα λέγοντες οὐκ ἀνθρωπίνως νοοῦμεν καὶ πατέρα τὸν θεὸν εἰδότες οὐ σωματικήν τινα περὶ αὐτοῦ λαμβάνομεν ἔννοιαν, ἀλλὰ τὰ μὲν παραδείγματα καὶ τὰς τοιαύτας λέξεις ἀκούομεν, ἁρμοζόντως δὲ περὶ θεοῦ νοοῦμεν· οὐ γὰρ ὡς ἄνθρωπος ὁ θεός· οὕτως ἄρα καὶ τὸ ὁμοούσιον ἀκούοντες ὑπερβαίνειν ὀφείλομεν πᾶσαν αἴσθησιν καὶ κατὰ τὴν θείαν παροιμίαν «νοητῶς νοεῖν τὰ παρατιθέμενα ἡμῖν», ὥστε μέντοι γινώσκειν ὅτι μὴ θελήσει ἀλλὰ ἀληθῶς υἱός ἐστιν ἐκ πατρὸς γνήσιος ὡς ἐκ πηγῆς ζωὴ καὶ φωτὸς ἀπαύ 42.2 γασμα. ἢ διὰ τί τὸ μὲν γέννημα καὶ τὸ υἱὸς οὐ σωματικῶς, τὸ δὲ ὁμοούσιον ὡς ἐπὶ σωμάτων διανοούμεθα, καὶ μάλιστα ὅτι οὐ περὶ ἄλλου καὶ ἄλλου ἐστὶ τὰ λεγόμενα, ἀλλὰ περὶ οὗ τὸ γέννημα, περὶ τούτου καὶ τὸ ὁμοούσιον ἐλέχθη, καὶ πρέπει τὴν αὐτὴν διάνοιαν ἀμφοτέρων τῶν λέξεων ἐπὶ τοῦ σωτῆρος διασώζειν καὶ μὴ τὸ μὲν γέννημα καλῶς ἐξηγεῖσθαι, τὸ δὲ ὁμοούσιον ἄλλως, ἐπεὶ ἀκόλουθόν ἐστιν οὕτω διακειμένους ὑμᾶς καὶ λέγοντας λόγον καὶ σοφίαν τοῦ πατρὸς τὸν υἱὸν διάφορον ἔχειν καὶ περὶ τούτων τὴν διάνοιαν, καὶ ἄλλως μὲν τὸν λόγον νοεῖν, ἑτέρως δὲ τὴν σοφίαν. ἀλλ' ὥσπερ ἄτοπον τοῦτο, λόγος γὰρ καὶ σοφία τοῦ πατρός ἐστιν ὁ υἱὸς καὶ ἕν ἐστι τὸ ἐκ πατρὸς γέννημα καὶ ἴδιον τῆς οὐσίας αὐτοῦ, οὕτως εἷς ἐστιν ὁ νοῦς τοῦ γεννήματος καὶ τοῦ ὁμοουσίου καὶ ὁ φρονῶν γέννημα τὸν υἱὸν φρονεῖ τοῦτον ὀρθῶς καὶ ὁμοούσιον.

43.1 Αὐτάρκη μὲν οὖν ταῦτα δεῖξαι τῶν ἀγαπητῶν τὴν διάνοιαν μὴ ἀλλοτρίαν μηδὲ μακρὰν οὖσαν τοῦ ὁμοουσίου. ἐπειδὴ δέ, ὡς αὐτοί φασι (τὴν γὰρ ἐπιστολὴν οὐκ ἔσχον ἐγώ), οἱ τὸν Σαμοσατέα κατακρίναντες ἐπίσκοποι γράφοντες εἰρήκασι μὴ εἶναι ὁμοούσιον τὸν υἱὸν τοῦ θεοῦ τῷ πατρί, καὶ λοιπὸν αὐτοὶ διὰ τὴν πρὸς τοὺς εἰρηκότας εὐλάβειάν τε καὶ τιμὴν οὕτω περὶ τὴν λέξιν διάκεινται· καλὸν μετ' αὐτῶν μετ' εὐλαβείας καὶ περὶ 43.2 τούτου διασκέψασθαι. συγκρούειν μὲν τούτους πρὸς ἐκείνους ἀπρεπές· πάντες γάρ εἰσι πατέρες· διακρίνειν δὲ πάλιν ὡς οὗτοι μὲν καλῶς, ἐκεῖνοι δὲ τοὐναντίον εἰρήκασιν οὐχ ὅσιον· οἱ πάντες γὰρ ἐκοιμήθησαν ἐν Χριστῷ. οὐ χρὴ δὲ φιλονεικεῖν οὐδὲ τῶν συνελθόντων τὸν ἀριθμὸν