1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

11

γὰρ ὁ ἀπόστολος ἔγραψε· «τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ», καὶ ἔστι δῆλον «ἐξ οὐκ ὄντων πεποιῆσθαι τὰ πάντα, ἔστι δὲ καὶ ὁ υἱὸς κτίσμα καὶ τῶν πεποιημένων εἷς. λεχ 17.7» θείη ἂν καὶ ὁ υἱὸς ἐκ τοῦ θεοῦ οὕτως, ὥσπερ καὶ τὰ πάντα λέγεται ἐκ τοῦ θεοῦ. ἐξ ἐκείνου γοῦν ἔμαθον οἱ τὰ Ἀρείου φρονοῦντες ὑποκρίνεσθαι τὴν λέξιν τὴν «ἐκ τοῦ θεοῦ», καὶ λέγειν μὲν τὴν λέξιν, μὴ φρονεῖν δὲ καλῶς. αὐτὸς δὲ ὁ Γεώργιος καθῃρέθη ὑπὸ Ἀλεξάν δρου καὶ δι' ἄλλα μέν, ὅτι δὲ καὶ ἀσεβὴς ἐφάνη· πρεσβύτερος γὰρ ἦν αὐτός, καθὰ προ είρηται.

18.1 Καὶ ὅλως ἔγραφον οὗτοι τοιαῦτα ὡς ἕκαστον ἐρίζειν καὶ φιλοτιμεῖσθαι, τίς πλέον αὐξήσει τὴν ἀσέβειαν τῆς αἱρέσεως καὶ μᾶλλον αὐτὴν δείξει γυμνότερον. καὶ τὰς μὲν ἐπιστολὰς αὐτῶν οὐκ ἔσχον ἐν ἑτοίμῳ, ὥστε καὶ ἀποστεῖλαι, εἰ δ' οὖν, καὶ ἀντίγραφα καὶ 18.2 αὐτῶν ὑμῖν ἔπεμψα ἄν, τοῦ δὲ κυρίου θέλοντος, ἐὰν εὐπορήσω καὶ τοῦτο ποιήσω. καὶ Ἀστέριος δέ τις ἀπὸ Καππαδοκίας, πολυκέφαλος σοφιστής, εἷς ὢν τῶν περὶ Εὐσέβιον, ἐπειδὴ θύσας ἐν τῷ προτέρῳ διωγμῷ τῷ κατὰ τὸν πάππον Κωνσταντίου οὐκ ἠδύνατο παρ' αὐτῶν εἰς κλῆρον προαχθῆναι, ποιεῖ μετὰ γνώμης τῶν περὶ Εὐσέβιον συνταγμάτιον, 18.3 ὁποῖον μὲν ἤθελον αὐτοί, ἴσον δὲ τῷ τῆς θυσίας αὐτοῦ τολμήματι. ἐν γὰρ τούτῳ τὴν ἀκρίδα καὶ τὴν κάμπην τῷ Χριστῷ συγκρίνας, μᾶλλον δὲ προτιμήσας αὐτοῦ, καὶ λέγων ἄλλην εἶναι παρὰ τὸν Χριστὸν ἐν τῷ θεῷ σοφίαν τὴν τοῦ Χριστοῦ καὶ τοῦ κόσμου δημι ουργικὴν περιήρχετο τὰς ἐν τῇ Συρίᾳ καὶ τὰς ἄλλας ἐκκλησίας κατὰ σύστασιν τῶν περὶ Εὐσέβιον, ἵνα ἅπαξ ἀρνεῖσθαι μελετήσας οὕτω καὶ νῦν θρασύνηται κατὰ τῆς ἀληθείας. ἐπέβαινεν οὖν εἰς τοὺς μὴ ἐξὸν αὐτῷ τόπους ὁ πάντα τολμηρός, καὶ εἰς τὸν τῶν κληρικῶν τόπον καθεζόμενος ἀνεγίνωσκε δημοσίᾳ τὸ συνταγμάτιον, καίτοι τῶν ἄλλων δυσανασχε 18.4 τούντων ἐπ' αὐτῷ. καὶ τὸ μὲν συνταγμάτιον διὰ πολλῶν ἐστι γεγραμμένον, μέρη δὲ αὐτοῦ ἐστι ταῦτα· «οὐ γὰρ εἶπεν ὁ μακάριος Παῦλος Χριστὸν κηρύσσειν τὴν ἰδίαν αὐτοῦ» δύναμιν ἢ τὴν σοφίαν αὐτοῦ, τουτέστι τοῦ θεοῦ, ἀλλὰ δίχα τῆς προσθήκης «δύναμιν» θεοῦ καὶ θεοῦ σοφίαν, ἄλλην μὲν εἶναι τὴν ἰδίαν αὐτοῦ τοῦ θεοῦ δύναμιν, τὴν ἔμφυτον «αὐτῷ καὶ συνυπάρχουσαν αὐτῷ ἀγενήτως κηρύσσων, γεννητικὴν μὲν οὖσαν, δηλονότι 18.5 «τοῦ Χριστοῦ, δημιουργικὴν δὲ τοῦ παντὸς κόσμου. περὶ ἧς ἐν τῇ πρὸς Ῥωμαίους 18.5 » ἐπιστολῇ διδάσκων ἔλεγε· «τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται ἥ τε ἀίδιος αὐτοῦ δύναμις καὶ θειότης». ὥσπερ γὰρ τὴν εἰρημένην ἐν «ταυθοῖ θεότητα οὐκ ἄν τις φαίη Χριστὸν εἶναι, ἀλλ' αὐτὸν ὑπάρχειν τὸν πατέρα, οὕτως, οἶμαι, καὶ ἡ ἀίδιος αὐτοῦ δύναμις οὐχ ὁ μονογενὴς θεός, ἀλλ' ὁ γεννήσας ὑπάρχει πατήρ. ἄλλην δὲ δύναμιν καὶ σοφίαν διδάσκει θεοῦ τὴν διὰ τοῦ Χριστοῦ δεικνυμένην δηλονότι 18.6 καὶ διὰ τῶν ἔργων αὐτῶν τῆς διακονίας αὐτοῦ γνωριζομένην. καὶ πάλιν· καίτοιγε ἡ μὲν ἀίδιος αὐτοῦ δύναμις καὶ σοφία, ἣν ἄναρχόν τε καὶ ἀγέννητον οἱ τῆς ἀληθείας ἀποφαίνονται λογισμοί, μία ἂν εἴη δήπουθεν καὶ ἡ αὐτή, πολλαὶ δὲ αἱ καθ' ἕκαστον ὑπ' αὐτοῦ κτισθεῖσαι, ὧν πρωτότοκος καὶ μονογενὴς ὁ Χριστός· πᾶσαί γε μὴν ὁμοίως εἰς τὸν κεκτημένον ἀνήρτηνται καὶ πᾶσαι αἱ δυνάμεις αὐτοῦ τοῦ κτίσαντος καὶ χρωμένου καλοῦνται 18.7 δικαίως. οἷον ὁ μὲν προφήτης «τὴν ἀκρίδα» δίκην τῶν ἀνθρωπίνων ἁμαρτημάτων θεήλατον γινομένην οὐ «δύναμιν» μόνον θεοῦ, ἀλλὰ καὶ «μεγάλην» φησὶν ὑπ' αὐτοῦ προσαγορεύεσθαι τοῦ θεοῦ, ὁ δέ γε μακάριος ∆αυὶδ ἐν πλείοσι τῶν ψαλμῶν οὐκ ἀγγέλοις μόνον, ἀλλὰ καὶ «δυνάμεσιν» αἰνεῖν παρακελεύεται τὸν θεόν· καὶ πάσας γε ἐπὶ τὸν ὕμνον παρακαλῶν καὶ τὸ πλῆθος παρίστησι καὶ «λειτουργοὺς θεοῦ» καλεῖν οὐ παραιτεῖται καὶ ποιεῖν «αὐτοῦ τὸ θέλημα» διδάσκει.

19.1 Τοιαῦτα τολμήσας κατὰ τοῦ σωτῆρος οὐκ ἠρκέσθη, ἀλλὰ καὶ πλέον ἐπεκτείνει τὰς βλασφημίας αὐτοῦ λέγων ὅτι εἷς τῶν πάντων ἐστὶν ὁ υἱός· «πρῶτον