1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

26

δι' οὐδὲν ἕτερον μάχονται πρὸς τὴν σύνοδον ἐκείνην τὴν μεγάλην ἢ ὅτι τὴν ἀρειανὴν αἵρεσιν κατέκρινε. διὰ τοῦτο γὰρ καὶ τὴν τοῦ ὁμοουσίου λέξιν διαβάλλουσι κακῶς αὐτοὶ φρονοῦντες καὶ περὶ αὐτῆς. 39.6 εἰ γὰρ ἐπίστευον ὀρθῶς καὶ τὸν μὲν πατέρα πατέρα ἀληθῶς ὡμολόγουν, τὸν δὲ υἱὸν γνήσιον υἱὸν καὶ φύσει ἀληθινὸν λόγον καὶ σοφίαν ἐπίστευον εἶναι τοῦ πατρὸς τό τε «ἐκ τοῦ θεοῦ» λέγειν τὸν υἱόν, εἰ μή, ὥσπερ λέγεται περὶ τῶν κτισμάτων, οὕτως ἔλεγον καὶ περὶ αὐτοῦ, ἀλλὰ τῆς οὐσίας τοῦ πατρὸς ἴδιον αὐτὸν ἐνόουν εἶναι γέννημα ὡς ἔστι τὸ ἀπαύγασμα ἐκ τοῦ φωτός, οὐκ ἂν ἕκαστος αὐτῶν κατηγόρει τῶν πατέρων, ἀλλ' ἐθάρρουν, ὅτι καλῶς ἔγραψεν ἡ σύνοδος καὶ οὕτως ἐστὶν ἡ ὀρθὴ περὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πίστις.

40.1 Ἀλλ' «ἀσαφής», φησίν, «ἐστὶν ἡμῖν τῶν τοιούτων λέξεων ἡ διάνοια». καὶ τοῦτο γὰρ προεφασίσαντο λέγοντες ὅτι «μὴ δυνάμενοι καταλαβεῖν τὴν ἑρμηνείαν αὐτῶν ἐκ 40.2 βάλλομεν ταύτας τὰς λέξεις». τοῦτο δὲ εἰ ἀληθῶς ἔλεγον, οὐκ ἔδει λέγειν αὐτοὺς «ἐκ βάλλομεν ταύτας», ἀλλ' ἀξιοῦν μαθεῖν παρὰ τῶν ἐπισταμένων, ἐπεὶ ὀφείλουσί γε, καὶ ἅπερ ἂν ἐν ταῖς θείαις γραφαῖς μὴ νοήσωσιν ἐκβάλλειν καὶ κατηγορεῖν τοὺς γράψαντας αὐτά. 40.3 ἀλλὰ τοῦτο μᾶλλον αἱρετικῶν καὶ οὐχ ἡμῶν τῶν Χριστιανῶν τὸ τόλμημα. ἃ γὰρ ἀγνοοῦμεν ἐν τοῖς λογίοις, οὐκ ἐκβάλλομεν, ἀλλὰ ζητοῦμεν οὓς ἀπεκάλυψεν ὁ κύριος καὶ παρ' αὐτῶν μανθάνειν ἀξιοῦμεν. ἐπειδὴ δὲ καὶ οὕτω προφασίζονται τὴν ἀσάφειαν τῶν τοιούτων λέξεων, ὁμολογείτωσαν γοῦν τὰ εὐθὺς ἐπιφερόμενα καὶ ἀναθεματιζέτωσαν τοὺς φρονοῦντας «ἐξ οὐκ ὄντων εἶναι τὸν υἱὸν» καὶ «οὐκ ἦν πρὶν γεννηθῇ» καὶ ὅτι «κτίσμα καὶ ποίημά ἐστιν ὁ τοῦ θεοῦ λόγος» καὶ «τρεπτός ἐστι τῇ φύσει» καὶ «ἐξ ἑτέρας ὑποστάσεως», καὶ ὅλως ἀναθεματιζέτωσαν τὴν ἀρειανὴν αἵρεσιν τὴν ἐφευροῦσαν τὴν τοιαύτην ἀσέβειαν. 40.4 καὶ λοιπὸν μὴ λεγέτωσαν «ἐκβάλλομεν τὰς λέξεις», ἀλλ' ὅτι «οὔπω νοοῦμεν αὐτάς», ἵνα οὕτω πιθανήν τινα πρόφασιν ἔχωσι τοῦ παραιτεῖσθαι ταύτας. εὖ δὲ οἶδα καὶ πέπεισμαι καὶ αὐτοὶ δὲ τοῦτο γινώσκουσιν ὅτι ταῦτα ἐὰν ὁμολογήσωσι καὶ ἀναθεματίσωσι τὴν 40.5 ἀρειανὴν αἵρεσιν οὐκ ἀρνήσονται κἀκείνας τὰς τῆς συνόδου λέξεις. διὰ τοῦτο γὰρ καὶ οἱ πατέρες εἰρηκότες «ἐκ τῆς οὐσίας γεννητὸν τὸν υἱὸν ὁμοούσιον τῷ πατρὶ» εὐθὺς ἐπήγα γον· «τοὺς δὲ λέγοντας» τὰ προειρημένα, ἅπερ ἐστὶ τῆς ἀρειανῆς αἱρέσεως, «ἀναθεματίζομεν» ἵνα δείξωσιν ὅτι ὡς ἐκ παραλλήλου λέλεκται παρ' αὐτῶν καὶ αἱ λέξεις ἐκεῖναι ταῦτα σημαίνουσι, καὶ ὃς ἂν ἐκείνας ὁμολογήσῃ, πάντως καὶ ταῦτα διανοηθήσεται· οἱ δὲ μήτε ταῦτα φρονοῦντες, ἀλλὰ κἀκεῖνα διαβάλλοντες οἱ τοιοῦτοι πανταχόθεν ἐλέγχονται χριστομάχοι.

41.1 Καὶ περὶ μὲν τῶν ἐξ ὅλου τὴν σύνοδον ἀρνουμένων ἀρκεῖ πρὸς ἔλεγχον τὰ ὀλίγα ταῦτα, πρὸς δὲ τοὺς ἀποδεχομένους τὰ μὲν ἄλλα πάντα τῶν ἐν Νικαίᾳ γραφέντων, περὶ δὲ μόνον τὸ ὁμοούσιον ἀμφιβάλλοντας χρὴ μὴ ὡς πρὸς ἐχθροὺς διακεῖσθαι. καὶ γὰρ καὶ ἡμεῖς οὐχ ὡς πρὸς Ἀρειομανίτας οὐδ' ὡς μαχομένους πρὸς τοὺς πατέρας ἐνιστάμεθα, ἀλλ' ὡς ἀδελφοὶ πρὸς ἀδελφοὺς διαλεγόμεθα τὴν αὐτὴν μὲν ἡμῖν διάνοιαν ἔχοντας, περὶ 41.2 δὲ τὸ ὄνομα μόνον διστάζοντας. καὶ γὰρ ὁμολογοῦντες ἐκ τῆς οὐσίας τοῦ πατρὸς εἶναι καὶ μὴ ἐξ ἑτέρας ὑποστάσεως τὸν υἱὸν κτίσμα τε μὴ εἶναι μηδὲ ποίημα αὐτόν, ἀλλὰ γνήσιον καὶ φύσει γέννημα ἀιδίως τε αὐτὸν συνεῖναι τῷ πατρὶ λόγον ὄντα καὶ σοφίαν οὐ μακράν εἰσιν ἀποδέξασθαι καὶ τὴν τοῦ ὁμοουσίου λέξιν. τοιοῦτος δέ ἐστι Βασίλειος ὁ ἀπὸ Ἀγ 41.3 κύρας γράψας περὶ πίστεως. τὸ μὲν γὰρ «ὅμοιον» μόνον λέγειν «κατ' οὐσίαν» οὐ πάντως σημαίνει καὶ τὸ «ἐκ τῆς οὐσίας», ἐξ οὗ μᾶλλον, ὡς καὶ αὐτοὶ εἰρήκασι, σημαίνεται τὸ γνήσιον τοῦ υἱοῦ πρὸς τὸν πατέρα. καὶ γὰρ καὶ κασσίτερος ὅμοιός ἐστι μόνος τῷ ἀρ γύρῳ καὶ λύκος τῷ κυνὶ καὶ χαλκὸς χρυσίζων τῷ ἀληθινῷ χρυσῷ, οὔτε δὲ κασσίτερος ἐκ 41.4