1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

1

Quaestiones et responsiones ad orthodoxos

ΘΕΟ∆ΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΠΟΛΕΩΣ ΚΥΡΟΥ, ἑνὸς τῶν ἐν Χαλκηδόνι χλʹ ἁγίων πατέρων, πρὸς τὰς ἐπενεχθείσας αὐτῷ ἐρωτήσεις παρά τινος τῶν

ἐξ Αἰγύπτου ἐπισκόπων.

Πίναξ αὐτῶν. ˉαˉʹ. Εἰ εἷς ἐστι θεὸς ὁ θεός, δῆλον ὅτι κατὰ πάντα κέκτηται τὸ ἕν, τὸ ἁπλοῦν

ἢ τὸ σύνθετον. πῶς οὖν τοῦ πατρὸς γεννήσαντος καὶ τὰ ἑξῆς; ˉβˉʹ. Εἰ ἔχει ὁ θεὸς ὑπόστασιν ὑπάρχουσαν ἢ βουλὴν ἐνυπάρ χουσαν καὶ υἱὸν ἐνυπάρχοντα, πῶς ἐκ τοσούτων συγκείμενος ἁπλοῦς ὀνομάζεται; ˉγˉʹ. Εἰ ἁπλοῦν μὲν τὸ καθ' ἑαυτό, ὡς ἐπὶ τῶν κατὰ γράμ ματα στοιχείων, οἷον ἰῶτα, σύνθετον δὲ τὸ μεθ' ἑτέρου, οἷον πῖ, πῶς ὁ θεὸς ἀσύνθετος λέγεται; ˉδˉʹ. Εἰ τῶν θείων ὑποστάσεων ἡ ἕνωσίς ἐστιν ἀδιαίρετος, πῶς δύνανται τρεῖς ὑποστάσεις καὶ τρία ὀνομάζεσθαι πρόσωπα; ˉεˉʹ. Εἰ τὸ μὲν θεὸς τῆς οὐσίας, τὸ δὲ πατὴρ τοῦ προσώπου ἐστὶ δηλωτικόν, πῶς ταὐτὸν τὸ λέγειν υἱὸν θεοῦ τῷ λέγειν υἱὸν τοῦ πατρός; ˉ ϛˉʹ. Εἰ κατὰ τὴν ἡμετέραν φύσιν, εἴ τι γέννημα, τοῦτο τῷ γεννήσαντι ὁμοούσιον, πῶς οὐχὶ κατ' αὐτὴν εἴ τι γεγέννηται, μεθ' οὗ ὑπάρχει τοῦ γεννήσαντος καὶ ἑξῆς; 2 ˉζˉʹ. Εἰ ἡ θεία οὐσία μία καθέστηκε, πῶς τὴν ἐνανθρώπησιν καὶ τὴν ἕνωσιν καὶ τὴν ἐνοίκησιν ἐν τῇ οἰκονομίᾳ μόνῳ τῷ θεῷ λόγῳ τινὲς περιάπτουσι καὶ ἑξῆς; ˉηˉʹ. Οἱ λέγοντες ἡνῶσθαι τῇ τοῦ δούλου μορφῇ τὸν ἀληθῶς καὶ κυρίως ὄντα υἱόν, πῶς δυάδι υἱῶν οὐ λατρεύουσιν; ˉθˉʹ. Εἰ τὸ περιέχον μεῖζον μέν ἐστι τοῦ περιεχομένου κατ' οὐσίαν, ἧττον δὲ κατ' ἀξίαν, οὐρανὸς καὶ γῆ ἀγγέλων οἶκος καὶ τὰ ἑξῆς. ˉιˉʹ. Εἰ τὸ περιέχον ἐπὶ φρουρᾷ καὶ συντηρήσει ἐστὶ τοῦ περιεχο μένου, πῶς ὁ θεὸς περιέχων τὸ πᾶν οὐκ ἐπὶ φρουρᾷ καὶ τὰ ἑξῆς; ˉιˉαˉʹ. Ἐπειδὴ συνεχῶς ὁ κύριος υἱὸν τοῦ ἀνθρώπου καὶ οὐχὶ τῆς ἀνθρώπου ἑαυτὸν ὀνομάζει, καὶ διὰ τοῦτο πειρῶνται οἱ ἄπιστοι δεικνύναι ὡς ἐκ γαμικῆς συναφείας ὁ δεσποτικὸς γέγονε τόκος καὶ τὰ ἑξῆς. ˉιˉβˉʹ. Εἰ οἱ εὐαγγελισταὶ Ματθαῖός τε καὶ Λουκᾶς τὸ κατὰ σάρκα γενεαλογοῦντες τὸν κύριον, ὃ μὲν τὴν κατὰ φύσιν, ὃ δὲ τὴν κατὰ νόμον αὐτοῦ γενεαλογίαν συνέγραψε, πῶς ὁ Λουκᾶς οὐ δείκνυται τῷ Ματθαίῳ μαχόμενος, πλείονας τοὺς κατὰ νό μον τῶν κατὰ φύσιν καὶ τὰ ἑξῆς; ˉιˉγˉʹ. Εἰ κατὰ τὸν Μωσαϊκὸν νόμον ὁ ἀδελφὸς τοῦ τελευτή σαντος ἄπαιδος τὴν γυναῖκα λαμβάνων ἐπαιδοποίει ἐξ αὐτῆς κατὰ φύσιν ἑαυτῷ. ˉιˉδˉʹ. Εἰ ὁ προλεχθεὶς νόμος πρὸ τοῦ ∆αυὶδ τοῖς Ἰσραηλίταις ἐντέταλτο, πῶς ὁ Ματθαῖος τῶν κατὰ φύσιν πατέρων πρὸ τοῦ ∆αυὶδ καὶ μετ' αὐτὸν ἐπίσης ἐμνημόνευσεν, ὁ δὲ Λουκᾶς τῶν κατὰ φύσιν πρὸ τοῦ ∆αυὶδ καὶ τὰ ἑξῆς; ˉιˉεˉʹ. Ἐπειδὴ ὁ Ἡσαΐας προφητεύων εἰς τὸν Χριστὸν ἀναφέρει "τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται", ἐπὶ δυσδιηγήτου ἢ ἀδιη γήτου λέγει καὶ ἐπὶ τῆς θεότητος ἢ τῆς σαρκός; ˉιˉ ϛˉʹ. Εἰ τὴν ἀρχαίαν λατρείαν ἀνεῖλεν ὁ θεὸς ὡς μὴ ἀρε σκόμενος αὐτῇ, ἀντεισήγαγε δὲ τὴν χριστιανῶν, πῶς τὴν πλά νην κατέλιπεν ἀνεκρίζωτον; 3 ˉιˉζˉʹ. Εἰ τὰ μέλλοντα γίνεσθαι προφῆται καὶ ἀπόστολοι προ εῖπον καί τινες τῶν Ἑλλήνων, πόθεν οἱ κρείττους γνωρίζονται, γεγενημένης τῆς ἑκατέρων προρρήσεως; ˉιˉηˉʹ. Εἰ πάντες ἐν τῇ ἀναστάσει οἱ ἡμαρτηκότες κολάζονται, πλέον δὲ οἱ εἰδότες τὸ θέλημα καὶ μὴ ποιήσαντες, τί τὸ κέρδος τοῦ χριστιανοῦ καὶ τοῦ Ἕλληνος; ˉιˉθˉʹ. Εἰ πάσῃ δυνάμει ἔσπευσαν οἱ αἱρετικοὶ γνῶναι τὴν τῶν δογμάτων ἀλήθειαν καὶ οὐκ ἴσχυσαν, πῶς οὐκ ἄδικον τούτους κολάσει ἐμβαλεῖν; ˉκˉʹ. Εἰ ἐν ταῖς ἐκκλησίαις τῶν αἱρετικῶν δυνάμεις καὶ θαύ ματα ἐνεργοῦνται, πῶς οὐκ ἀνάγκη ἐκ τούτων ἐν τῇ πλάνῃ βε βαιοῦσθαι ἐκείνους; ˉκˉαˉʹ. Εἰ ἐν τοῖς ἀλγοῦσι καὶ ἡδομένοις τὸ παθητὸν διαδεί κνυται, τούτων δὲ οἱ ἐν τῇ κρίσει μετέχουσι, πῶς ἀπάθειαν ἐν τῇ ἀναστάσει