1
De vita Mosis
ΠΕΡΙ ΤΟΥ ΒΙΟΥ ΜΩΥΣΕΩΣ ΤΟΥ ΝΟΜΟΘΕΤΟΥ Η ΠΕΡΙ ΤΗΣ ΚΑΤ' ΑΡΕΤΗΝ ΤΕΛΕΙΟΤΗΤΟΣ
1.1 Οἷόν τι πάσχουσιν οἱ τῶν ἱππικῶν ἀγώνων φιλοθεάμονες, οἳ τοῖς παρ'
αὐτῶν σπουδαζομένοις ἐν ταῖς ἁμίλλαις τῶν δρόμων, κἂν μηδὲν προθυμίας εἰς τάχος ἐλλείπωσιν, ὅμως ὑπὸ τῆς περὶ νίκην σπουδῆς ἐπιβοῶσιν ἄνωθεν τὸν ὀφθαλμὸν τῷ δρόμῳ συμπεριάγοντες καὶ παρακινοῦσιν, ὥς γε νομί ζουσιν, εἰς ὀξυτέραν ὁρμὴν τὸν ἡνίοχον, ἐποκλάζοντες ἅμα τοῖς ἵπποις καὶ ἀντὶ μάστιγος τὴν χεῖρα κατ' αὐτῶν προ τείνοντές τε καὶ ἐπισείοντες, οὐχ ὅτι συντελεῖ τι τὰ γινό μενα πρὸς τὴν νίκην αὐτὰ ποιοῦντες, ἀλλ' εὐνοίᾳ τῇ πρὸς τοὺς ἀγωνιζομένους φωνῇ τε καὶ σχήματι τὴν σπουδὴν ὑπὸ προθυμίας ἐπισημαίνοντες, τοιοῦτόν τι δοκῶ καὶ αὐτὸς ποιεῖν, φίλων μοι καὶ ἀδελφῶν τιμιώτατε, ὅτι σου κατὰ τὸ τῆς ἀρετῆς στάδιον καλῶς ἐναγωνιζομένου τῷ θείῳ δρόμῳ καὶ πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως πυκνοῖς τε καὶ κούφοις συντεινομένου τοῖς ἅλμασιν ὑποφωνῶ τε καὶ ἐπισπεύδω καὶ ἐπιτείνειν τῇ σπουδῇ τὸ τάχος διακελεύομαι. Ποιῶ δὲ ταῦτα οὐκ ἀλόγῳ τινὶ προθυμίᾳ πρὸς τοῦτο φερό μενος, ἀλλ' ὡς ἀγαπητῷ τέκνῳ τὰ καθ' ἡδονὴν χαριζόμενος. 1.2 Τῆς γὰρ ἐπιστολῆς ἣν πρώην διεπέμψω ταύτην ἀπαγγελ λούσης τὴν αἴτησιν τὸ γενέσθαι σοί τινα παρ' ἡμῶν ὑποθήκην εἰς τὸν τέλειον βίον, πρέπειν ᾠήθην παρασχεῖν· ἄλλο μὲν σοί τι χρήσιμον ἴσως ἐκ τῶν λεγομένων οὐδέν, αὐτὸ δὲ τοῦτο πάντως οὐκ ἄχρηστον τὸ γενέσθαι σοὶ τῆς εὐπειθείας ὑπόδειγμα. Εἰ γὰρ ἡμεῖς οἱ τοσούτων ψυχῶν ἐν πατέρων τάξει προτεταγμένοι πρέπειν οἰόμεθα τῇ πολιᾷ ταύτῃ νεότητος σωφρονούσης ἐπίταγμα δέχεσθαι, πολὺ μᾶλλον εἰκός ἐστιν ἐν σοὶ κρατυνθῆναι τὸ τῆς εὐπειθείας κατόρθωμα, πρὸς ὑπακοὴν ἑκούσιον δι' ἡμῶν παιδοτριβηθείσης σοι τῆς νεότητος. 1.3 Καὶ ταῦτα μὲν εἰς τοσοῦτον· ἐγχειρητέον δὲ ἤδη τῷ προκειμένῳ, Θεὸν καθηγεμόνα ποιησαμένοις τοῦ λόγου. Ἐπεζήτησας, ὦ φίλη κεφαλή, τύπῳ ὑπογραφῆναί σοι παρ' ἡμῶν τίς ὁ τέλειός ἐστι βίος, δηλαδὴ πρὸς τοῦτο βλέπων ὡς, εἴπερ εὑρεθείη τῷ λόγῳ τὸ σπουδαζόμενον, μετενεγκεῖν εἰς τὸν ἴδιον βίον τὴν ὑπὸ τοῦ λόγου μηνυθεῖσαν χάριν. Ἐγὼ δὲ ἐν ἀμφοτέροις ἐπίσης ἀμηχανῶ· τό τε γὰρ περιλαβεῖν τῷ λόγῳ τὴν τελειότητα καὶ τὸ ἐπὶ τοῦ βίου δεῖξαι ὅπερ ἂν ὁ λόγος κατανοήσῃ ὑπὲρ τὴν ἐμὴν δύναμιν ἑκάτερον τούτων εἶναί φημι· τάχα δὲ οὐκ ἐγὼ μόνος, ἀλλὰ πολλοὶ καὶ τῶν μεγάλων τε καὶ κατ' ἀρετὴν προεχόντων ἀνέφικτον αὐτοῖς εἶναι τὸ τοιοῦτον ὁμολογήσουσιν. 1.4 Ὡς δ' ἂν μὴ δοκοίην, κατὰ τὸν ψαλμῳδὸν εἰπεῖν, ἐκεῖ φοβεῖσθαι φόβον ὅπου οὐκ ἔστι φόβος, σαφέστερον ὃ βούλομαι παρα στήσω σοι. 1.5 Ἡ τελειότης ἐπὶ μὲν τῶν ἄλλων ἁπάντων ὅσα τῇ αἰσθήσει μετρεῖται πέρασί τισιν ὡρισμένοις διαλαμβάνεται, οἷον ἐπὶ τοῦ ποσοῦ, τοῦ τε συνεχοῦς καὶ τοῦ διωρισμένου. Πᾶν γὰρ τὸ ἐν ποσότητι μέτρον ἰδίοις τισὶν ὅροις ἐμπεριέχεται· καὶ ὁ πρὸς τὸν πῆχυν ἢ τὴν τοῦ ἀριθμοῦ δεκάδα βλέπων οἶδε τὸ ἀπό τινος ἀρξάμενον καὶ εἴς τι καταλῆξαν, ἐν ᾧ ἐστι τὸ τέλειον ἔχειν. Ἐπὶ δὲ τῆς ἀρετῆς ἕνα παρὰ τοῦ Ἀποστόλου τελειότητος ὅρον ἐμάθομεν, τὸ μὴ ἔχειν αὐτὴν ὅρον· ὁ γὰρ πολὺς ἐκεῖνος καὶ ὑψηλὸς τὴν διάνοιαν ὁ θεῖος Ἀπόστολος ἀεὶ διὰ τῆς ἀρετῆς τρέχων οὐδέποτε τοῖς ἔμπροσθεν ἐπεκτει νόμενος ἔληξεν· οὐδὲ γὰρ ἀσφαλὴς αὐτῷ ἦν ἡ τοῦ δρόμου στάσις· διὰ τί; ὅτι πᾶν ἀγαθὸν τῇ ἑαυτοῦ φύσει ὅρον οὐκ ἔχει, τῇ δὲ τοῦ ἐναντίου παραθέσει ὁρίζεται, ὡς ἡ ζωὴ τῷ θανάτῳ καὶ τὸ φῶς τῷ σκότῳ· καὶ πᾶν ὅλως ἀγαθὸν εἰς πάντα τὰ τοῖς ἀγαθοῖς ἐκ τοῦ ἐναντίου νοούμενα λήγει· ὥσπερ οὖν τὸ τῆς ζωῆς τέλος ἀρχὴ θανάτου ἐστίν, οὕτως καὶ τοῦ κατ' ἀρετὴν δρόμου ἡ στάσις ἀρχὴ τοῦ κατὰ κακίαν γίνεται δρόμου. 1.6 Οὐκοῦν οὐ