1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

7

γὰρ τῆς ἑβδομάδος ἡμερῶν τῆς μιᾶς κατά τινα λόγον μυστικὸν ἀπραξίᾳ τετιμημένης, ἐν τῇ πρὸ αὐτῆς ἡμέρᾳ τῆς ἴσης ὡς πρὸς τὸν ἔμπροσθεν χρόνον γινομένης ἐπιρροῆς καὶ τῆς τῶν συλλεγόντων προθυμίας τὸ ἴσον ἐχούσης, διπλάσιον ηὑρίσκετο τοῦ συνήθους μέτρου τὸ συναγόμενον, ὡς ἂν μηδεμίαν ἔχοιεν ἀφορμὴν τῇ τῆς τροφῆς ἀνάγκῃ παραλύειν τῆς ἀπραξίας τὸν νόμον. Ἐν ᾧ δὴ καὶ πλέον ἡ θεία ἐδείκνυτο δύναμις, ὅτι ταῖς ἄλλαις ἡμέραις ἀχρειουμένου τοῦ περισσεύοντος ἐν μόνῃ τῇ πρὸ τοῦ σαββά του παρασκευῇ (τοῦτο γὰρ ὄνομα τῇ ἀπράκτῳ ἡμέρᾳ) τὸ ταμιευθὲν ἀδιάφθορον ἔμενεν, ὡς κατ' οὐδὲν εἶναι τοῦ προσφάτου δοκεῖν ἑωλότερον. 1.39 Εἶτα πόλεμος αὐτοῖς συγκροτεῖται πρός τι ἔθνος ἀλλόφυλον. Ἀμαληκίτας δὲ τοὺς κατ' αὐτῶν τότε συστάντας ὀνομάζει ὁ λόγος. Καὶ τότε πρῶτον εἰς παράταξιν τὸ Ἰσραηλιτικὸν ἐξοπλίζεται, οὐ πανστρατιᾷ πάντων συγκινη θέντων ἐπὶ τὴν μάχην, ἀλλ' ἀριστίνδην ἐξειλεγμένων καὶ τῶν ἐν αὐτοῖς λογάδων ἀναδεξαμένων τὸν πόλεμον, ἐν ᾧ πάλιν καινὸν ἔδειξε στρατηγίας τρόπον ὁ Μωϋσῆς. Τοῦ γὰρ Ἰησοῦ, ὃς μετὰ τὸν Μωϋσέα τοῦ λαοῦ καθηγήσατο, τότε τοῖς Ἀμαληκίταις τὸν στρατὸν ἀντεξάγοντος, ἔξω τῶν ὅπλων ὁ Μωϋσῆς ἐπί τινος γεωλόφου σκοπιᾶς πρὸς τὸν οὐρανὸν ἀναβλέπει, συνεστώτων ἑκατέρωθεν αὐτῷ δύο τῶν ἐπιτηδείων. 1.40 Τότε τοιοῦτον ἐν τοῖς γινομένοις θαῦμα παρὰ τῆς ἱστορίας ἀκούομεν· εἰ μὲν ἐπῆρε πρὸς οὐρανὸν τὰς χεῖρας ὁ Μωϋσῆς, ἐπερρώννυτο κατὰ τῶν ἐχθρῶν τὸ ὑπήκοον· εἰ δὲ καθῆκεν, ἐνεδίδου καὶ ὁ στρατὸς τῇ τῶν ἀλλοφύλων ὁρμῇ, ὃ δὴ συνέντες οἱ παρεστῶτες αὐτῷ, βαρείας τε καὶ δυσκινήτους ἔκ τινος κεκρυμμένης αἰτίας τὰς τοῦ Μωϋσέως χεῖρας γεγενημένας, ἑκατέρωθεν ὑποβάντες ὑπήρειδον· ἐπεὶ δὲ ἀσθενέστεροι ἦσαν ἢ ὥστε ἀνέχειν αὐτὸν ἐν ὀρθίῳ τῷ σχήματι, λίθῳ τὴν καθέδραν αὐτοῦ ὑπερείσαντες, οὕτως εἰς οὐρανὸν ἐπαίρειν τὸν Μωϋσέα δι' ἑαυτῶν τὰς χεῖρας ἐποίησαν, οὗ γενομένου ἡττᾶται κατὰ κράτος ὑπὸ τῶν Ἰσραηλιτῶν τὸ ἀλλόφυλον.

1.41 Ἐπὶ δὲ τοῦ αὐτοῦ τόπου τῆς νεφέλης μενούσης ἣ καθηγεῖτο τοῦ λαοῦ τῆς πορείας, ἀνάγκη πᾶσα ἦν μηδὲ τὸν λαὸν μετανίστασθαι, μηδενὸς ὄντος τοῦ καθηγουμένου πρὸς τὴν μετανάστασιν. Οὕτω δὲ αὐτοῖς ἀμογητὶ τῆς πρὸς τὸ ζῆν ἀφθονίας παρούσης, ἄνωθεν μὲν τοῦ ἀέρος ἕτοιμον αὐτοῖς ὕοντος ἄρτον, κάτωθεν δὲ τῆς πέτρας τὸ πότον παρεχούσης, τῆς τε αὖ νεφέλης τὴν ὕπαιθρον ἀηδίαν θεραπευούσης, ὡς καὶ τοῦ θάλπους διατείχισμα γίνεσθαι τῇ ἡμέρᾳ καὶ τῇ νυκτὶ λύειν τὸν ζόφον ἐν αὐγῇ τινι πυροειδεῖ καταλάμπουσαν, ἄλυπος αὐτοῖς ἦν ἡ κατὰ τὴν ἔρημον ἐκείνην ἐν τῇ ὑπωρείᾳ τοῦ ὄρους διατριβὴ καθ' ἣν ἵδρυτο τὸ στρατόπεδον. 1.42 Ἐν τούτῳ δὲ καί τινος αὐτοῖς ἀπορρητοτέρας μυήσεως ὁ Μωϋσῆς καθηγεῖτο, αὐτῆς τῆς θείας δυνάμεως διὰ τῶν ὑπὲρ λόγον θαυμάτων τόν τε λαὸν πάντα καὶ αὐτὸν τὸν καθηγεμόνα μυσταγωγούσης. Ἡ δὲ μυσταγωγία τοῦτον ἐπετελεῖτο τὸν τρόπον. Προείρητο τῷ λαῷ τῶν τε ἄλλων μολυσμάτων ἐκτὸς εἶναι πάντων, ὅσα περί τε σῶμα καὶ ψυχὴν καθορᾶται, καὶ περιρραντηρίοις τισὶν ἀφαγνίσασθαι, καὶ αὐτοῦ δὲ τοῦ γάμου ἐν ῥητῷ τινὶ ἡμερῶν ἀριθμῷ καθαρεῦσαι, ὡς πασῆς ἐμπαθοῦς τε καὶ σωματικῆς διαθέσεως ἐκπλυθέντα καθαρὸν πάθους προσβῆναι τῷ ὄρει μυηθησόμενον (Σινὰ δὲ ἦν τὸ τοῦ ὄρους ὄνομα) ὃ μόνοις ἀνείθη κατὰ τὸν καιρὸν ἐκεῖνον τοῖς λογικοῖς εἰς ἐπίβασιν καὶ τούτων τοῖς ἀνδράσι μόνοις καὶ τούτων πάλιν τοῖς παντὸς ἀφαγνισ θεῖσι μιάσματος· φυλακὴ δὲ πᾶσα ἦν καὶ προμήθεια τοῦ μηδὲν τῶν ἀλόγων ἐπιβατεῦσαι τοῦ ὄρους, εἰ δέ που καὶ γένοιτο, καταλευσθῆναι παρὰ τοῦ λαοῦ πᾶν ὅτιπερ ἦν τῆς ἀλόγου φύσεως κατὰ τὸ ὄρος φαινόμενον. 1.43 Εἶτα τὸ ἐναέριον φῶς ἐκ καθαρᾶς αἰθρίας ζόφῳ κατεμελαίνετο, ὡς ἀόρατον γενέσθαι τὸ ὄρος, ἐν κύκλῳ τῷ γνόφῳ διειλημμένον. Πῦρ τε ἐκ τοῦ γνόφου διαφαινόμενον φοβερὰν ἐποίει τοῖς ὁρῶσι τὴν ὄψιν, πανταχόθεν τὴν περιοχὴν τοῦ ὄρους ἐπιβοσκόμενον, ὡς καὶ καπνῷ διὰ τῆς τοῦ πυρὸς περιδρομῆς ἅπαν τὸ φαινόμενον ὑποτύφεσθαι. Ἡγεῖτο δὲ τοῦ λαοῦ ὁ Μωϋσῆς πρὸς τὴν ἄνοδον, οὐδὲ αὐτὸς θαρσῶν