1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

43

μᾶλλον ἑδραῖος ἐν τῷ ἀγαθῷ καὶ ἀμετακίνητος κατὰ τὴν συμβουλὴν τοῦ Παύλου γίνεται, τοσούτῳ θᾶττον διανύει τὸν δρόμον, οἷόν τινι πτερῷ τῇ στάσει χρώμενος καὶ πρὸς τὴν ἄνω πορείαν διὰ τῆς βεβαιότητος τοῦ ἀγαθοῦ τὴν καρδίαν πτερούμενος. Ὁ οὖν ὑποδείξας τῷ Μωϋσεῖ τὸν τόπον παρορμᾷ πρὸς τὸν δρόμον. Τὴν δὲ ἐπὶ τῆς πέτρας ἐπαγγειλάμενος στάσιν, τὸν τρόπον τῆς θείας ἐκείνης σταδιοδρομίας αὐτῷ ὑποδείκνυσι. 2.245 Τὸ δὲ ἐν τῇ πέτρᾳ χώρημα, ἣν ὀπὴν ὀνομάζει ὁ λόγος, καλῶς ὁ θεῖος Ἀπόστολος τοῖς ἰδίοις λόγοις διηρμήνευσεν, οἰκίαν ἀχειροποίητον οὐρανίαν ἀποκεῖσθαι δι' ἐλπίδος τοῖς τὴν γηΐνην σκηνὴν διαλύσασι λέγων. 2.246 Ἀληθῶς γὰρ ὁ τὸν δρόμον τελέσας, καθώς φησιν ὁ Ἀπόστολος, ἐν ἐκείνῳ τῷ πλατεῖ καὶ εὐρυχώρῳ σταδίῳ, ὃν τόπον ὀνομάζει ἡ θεία φωνή, καὶ τὴν πίστιν τηρήσας ὄντως, καθώς φησι τὸ αἴνιγμα, ἐπὶ τῆς πέτρας τοὺς ἰδίους πόδας ἐρείσας, οὗτος τῷ τῆς δικαιοσύνης στεφάνῳ παρὰ τῆς χειρὸς τοῦ ἀγωνοθέτου καλλωπισθήσεται. Τὸ δὲ τοιοῦτο γέρας διαφόρως παρὰ τῆς Γραφῆς ὀνομάζεται. 2.247 Τὸ γὰρ αὐτὸ ἐνταῦθα μὲν χώρημα πέτρας λέγεται, ἐν ἑτέροις δὲ παραδείσου τρυφὴ καὶ αἰωνία σκηνὴ καὶ μονὴ παρὰ τῷ Πατρὶ καὶ πατριάρχου κόλπος καὶ χώρα ζώντων καὶ ὕδωρ ἀναπαύσεως καὶ ἡ ἄνω Ἰερουσαλὴμ καὶ βασιλεία οὐρανῶν καὶ βραβεῖον κλήσεως καὶ στέφανος χαρίτων καὶ στέφανος τρυφῆς καὶ στέφανος κάλλους καὶ πύργος ἰσχύος καὶ ἐπιτραπέζιος εὐφροσύνη καὶ Θεοῦ συνεδρία καὶ θρόνος κρίσεως καὶ τόπος ὀνομαστὸς καὶ σκηνὴ ἀπόκρυφος. 2.248 Ἓν οὖν καὶ τοῦτό φαμεν εἶναι τῶν εἰς τοῦτο φερόντων τὸ νόημα τὴν εἰς τὴν πέτραν τοῦ Μωϋσέως εἴσοδον. Ἐπειδὴ γὰρ Χριστὸς ἡ πέτρα παρὰ τοῦ Παύλου νενόηται, πᾶσα δὲ ἀγαθῶν ἐλπὶς ἐν τῷ Χριστῷ εἶναι πιστεύε, ἐν ᾧ πάντας εἶναι τοὺς θησαυροὺς τῶν ἀγαθῶν μεμαθή καμεν, ὁ ἐν ἀγαθῷ τινι γενόμενος ἐν τῷ Χριστῷ πάντως ἐστὶ τῷ περιεκτικῷ παντὸς ἀγαθοῦ. 2.249 Ὁ δὲ μέχρι τούτου φθάσας καὶ ὑπὸ τῆς τοῦ Θεοῦ χειρὸς σκεπασθείς, καθὼς ὁ λόγος ἐπηγγείλατο (χεὶρ δ' ἂν εἴη τοῦ Θεοῦ ἡ δημιουργικὴ τῶν ὄντων δύναμις, ὁ μονογενὴς Θεός, δι' οὗ τὰ πάντα ἐγένετο, ὃς καὶ τοῖς τρέχουσι τόπος ἐστίν, ὁδὸς τοῦ δρόμου γινόμενος, κατὰ τὴν ἰδίαν φωνήν, καὶ πέτρα γίνεται τοῖς βεβαίοις καὶ οἶκος τοῖς ἀναπαυο μένοις), τότε ἀκούσεται τοῦ προσκαλουμένου καὶ κατόπιν τοῦ καλοῦντος ὀφθήσεται, τουτέστιν· ὀπίσω Κυρίου τοῦ Θεοῦ πορεύσεται, καθὼς ὁ νόμος παρεγγυᾷ.

2.250 Ὅπερ ἀκούσας ἐνόησε καὶ ὁ μέγας ∆αβίδ, τῷ μὲν κατοικοῦντι ἐν βοηθείᾳ τοῦ Ὑψίστου λέγων ὅτι· ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, ὅπερ ἴσον ἐστὶ τοῦ κατόπιν αὐτὸν τοῦ Θεοῦ εἶναι (ἐν γὰρ τοῖς ὀπισθίοις ἐστὶ τὸ μετάφρενον), περὶ ἑαυτοῦ δὲ τοῦτο βοῶν ὅτι· ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου. Ὁρᾷς πῶς συμβαίνει τῇ ἱστορίᾳ ἡ ψαλμῳδία. Ὡς γὰρ οὗτός φησι τῷ ὀπίσω τοῦ Θεοῦ κεκολλημένῳ τὴν τῆς δεξιᾶς εἶναι ἀντίληψιν, οὕτω κἀκεῖ ἡ χεὶρ ἅπτεται τοῦ ἐν τῇ πέτρᾳ τὴν θείαν φωνὴν ἀναμένοντος καὶ κατόπιν ἀκολουθεῖν εὐχομένου. 2.251 Ἀλλὰ καὶ ὁ Κύριος, ὁ τότε τῷ Μωϋσεῖ χρηματίσας, ὁ πληρωτὴς τοῦ ἰδίου νόμου γενόμενος, ὁμοίως πρὸς τοὺς μαθητὰς διεξέρχεται, ἀπογυμνῶν τῶν ἐν αἰνίγματι ῥηθέντων εἰς τὸ ἐμφανὲς τὴν διάνοιαν· εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, λέγων, οὐκ· εἴ τις ἔμπροσθεν. Καὶ τῷ περὶ τῆς αἰωνίου ζωῆς ἱκετεύοντι τὸ αὐτὸ τοῦτο ὑποτίθεται· δεῦρο γάρ, φησίν, ἀκολούθει μοι. Ὁ δὲ ἀκολουθῶν τὸ ὄπισθεν βλέπει. 2.252 Οὐκοῦν διδάσκεται νῦν ὁ Μωϋσῆς, ὁ ἰδεῖν τὸν Θεὸν σπεύδων, πῶς ἔστιν ἰδεῖν τὸν Θεόν, ὅτι τὸ ἀκολουθεῖν τῷ Θεῷ, καθ' ὅπερ ἂν καθηγῆται, τοῦτο βλέπειν ἐστὶ τὸν Θεόν. Ἡ γὰρ πάροδος αὐτοῦ τὴν ὁδηγίαν τοῦ ἑπομένου διασημαίνει. Οὐ γὰρ ἔστιν ἄλλως τὸν ἀγνοοῦντα τὴν ὁδὸν ἀσφαλῶς διανύσαι, μὴ τῷ καθηγουμένῳ κατόπιν ἑπόμενον. Ὁ οὖν ὁδηγῶν τῷ προηγεῖσθαι τῷ ἑπομένῳ τὴν ὁδὸν ὑποδείκνυσιν. Ὁ δὲ ἑπόμενος τότε τῆς εὐθείας οὐκ ἐκτραπή σεται, εἰ τὸ ὀπίσω ἀεὶ τοῦ ἡγουμένου βλέποι. 2.253 Ὁ γὰρ ἐπὶ τὰ πλάγια τῇ κινήσει