1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

23

συνέχειν τε αὐτοὺς καὶ ὑπ' ἐκείνων ἀνέχεσθαι, πρὸς μὲν ἀνδρείαν τῷ θυμῷ στομούμενον, πρὸς δὲ τὴν τοῦ ἀγαθοῦ μετουσίαν δι' ἐπιθυμίας ὑψούμενον. 2.97 Ἕως ἂν οὖν ἡ ψυχὴ τῷ σχήματι τούτῳ κατησφαλισμένη τύχῃ, καθάπερ τισὶ γόμφοις τοῖς κατ' ἀρετὴν νοήμασι τὸ βέβαιον ἔχουσα, ἐν πᾶσι δι' ἀλλήλων γίνεται ἡ πρὸς τὸ καλὸν συνεργία, παρέχοντος ἤδη δι' ἑαυτοῦ τοῖς ὑποβεβηκόσι τοῦ λογισμοῦ τὴν ἀσφάλειαν καὶ ἐν τῷ μέρει παρ' ἐκείνων τὴν ἴσην χάριν ἀντιλαμβάνοντος. 2.98 Εἰ δὲ ἀναστραφείη τὸ σχῆμα καὶ τὰ ἄνω γένοιτο κάτω, ὥστε κατὰ τὸ πατούμενον μέρος τὸν λογισμὸν πεσόντα ἄνω ἑαυτοῦ ποιῆσαι τὴν ἐπιθυμητικήν τε καὶ θυμώδη διάθεσιν, τότε καὶ ὁ ὁλοθρευτὴς εἰς τὰ ἐντὸς παραδύεται, μηδεμιᾶς τῆς ἐκ τοῦ αἵματος ἀντιπαθείας ἀντιβαινούσης αὐτῷ πρὸς τὴν εἴσοδον, τουτέστι τοῖς οὕτω διακειμένοις τῆς εἰς Χριστὸν πίστεως μὴ συμμαχούσης. 2.99 Τῷ γὰρ αἵματι πρῶτον ἐπαλείφειν κελεύει τὴν ἄνω φλιάν, εἶθ' οὕτως ἐπιθιγγάνειν τῶν σταθμῶν ἑκατέρωθεν. Πῶς ἂν οὖν τις ἐπαλείψειε τὸ ἄνω πρῶτον τὸ μὴ εὑρισκόμενον ἄνω; 2.100 Εἰ δὲ καὶ μὴ τὰ δύο τοῖς Ἰσραηλίταις γεγένηται, ἤ τε τῶν πρωτοτόκων ἀναίρεσις καὶ ἡ τοῦ αἵματος πρόσχυσις, μὴ θαυμάσῃς μηδέν, μήτε διὰ τοῦτο τὴν ἀποδοθεῖσαν περὶ τῆς ἀναιρέσεως τοῦ κακοῦ θεωρίαν ἀποβάλῃς, ὡς ἔξω τῆς ἀληθείας παρευρημένην. Νῦν γὰρ τῇ διαφορᾷ τῶν ὀνομάτων, τοῦ Ἰσραηλιτικοῦ τε καὶ τοῦ Αἰγυπτίου, τὸ τῆς ἀρετῆς πρὸς τὴν κακίαν διάφορον ἐνοήσαμεν. Εἰ οὖν Ἰσραηλιτικὸν τὸ ἐνάρετον ἡ ἀναγωγὴ νοεῖν ὑποτίθεται, οὐκ ἂν εὐλόγως τῶν τῆς ἀρετῆς γεννημάτων τὰς ἀπαρχὰς ἐπιζητοίη τις καταφο νεύεσθαι, ἀλλ' ἐκεῖνα ὧν ὁ ἀφανισμὸς τῆς ἀνατροφῆς ἐστι λυσιτελέστερος.

2.101 Οὐκοῦν ἀκολούθως τῆς Αἰγυπτίας γονῆς τὰς ἀπαρχὰς δεῖν ἀναιρεῖσθαι παρὰ τοῦ Θεοῦ μεμαθή καμεν, ὡς ἂν ἐπιλίποι τὸ κακὸν τῷ τῆς ἀρχῆς ὀλέθρῳ συνδαπανώμενον. Καὶ συμβαίνει τῇ ἱστορίᾳ τὸ νόημα. Τῶν μὲν γὰρ Ἰσραηλιτικῶν γεννημάτων διὰ τῆς τοῦ αἵματος προσχύσεως γίνεται ἡ φρουρά, ὅπως ἂν εἰς τελείωσιν τὸ ἀγαθὸν ἔλθοι· ὅπερ δὲ τελειωθὲν εἰς Αἰγύπτιον συντελέσει δῆμον, τοῦτο πρὸ τῆς ἐν τῷ κακῷ τελειώσεως ἠφανίσθη. 2.102 Συνεργεῖ δὲ πρὸς τὴν προκειμένην ἡμῶν ἀναγωγὴν τοῦ νοήματος καὶ τὰ ἐφεξῆς συμπαραλαμβανόμενα τῇ θεωρίᾳ τοῦ λόγου. Βούλεται γὰρ τροφὴν ἡμῶν γενέσθαι τὸ σῶμα, ὅθεν ἀπερρύη τὸ αἷμα ὃ χωρίζει τῶν Αἰγυπτίων πρωτοτόκων τοῦ ὀλοθρευτοῦ, ἐπὶ τῶν εἰσόδων δεικνύμενον. 2.103 Τό τε σχῆμα τῶν τὴν τροφὴν ταύτην προσφερομένων σύντονόν τε καὶ κατεσπουδασμένον εἶναι οὐχ οἷον ἐπὶ τῶν εὐπαθούντων ἐν συμποσίοις ὁρᾶται, ὧν ἄνετοι μὲν αἱ χεῖρες, ἐλαφραὶ δὲ αἱ τῶν ἱματίων ἐπιβολαί, τῆς τε ὁδοιπορικῆς παρασκευῆς οἱ πόδες ἐλεύθεροι. Ἀλλ' ἐκ τοῦ ἐναντίου τὰ πάντα. Πόδες μὲν διειλημμένοι τοῖς ὑποδήμασι, ζώνη δὲ τὸ περιρρέον τοῦ χιτῶνος τῇ ἰξύϊ συσφίγγουσα, διὰ χειρὸς δὲ ἡ ἀμυντικὴ τῶν κυνῶν βακτηρία. 2.104 Καὶ ἐν τούτῳ τῷ σχήματι προτίθεται αὐτοῖς ἡ βρῶσις ἄνευ τινὸς ὀψαρτυτικῆς καρυκείας, ἐπὶ πυρὸς κατὰ τὸ συμβὰν ἐκ τοῦ παρατυχόντος σχεδιασθεῖσα, ἣν κατὰ πᾶσαν ἔπειξιν ἁρπαλέως οἱ δαιτυμόνες κατανα λίσκουσι, μέχρις ἂν ἅπαν δαπανηθείη τοῦ ζώου τὸ σῶμα. Καὶ τῶν ὀστέων περιεσθίοντες ὅσον ἐδώδιμον, τοῦ ἐντὸς οὐ προσάπτονται. Τὸ γὰρ συντρίβειν τοῦ ζώου τούτου τὰ ὀστᾶ τῶν ἀπειρημένων ἐστίν· ὅ τι δ' ἂν ὑπολειφθείη τῆς βρώσεως τῷ πυρὶ δαπανᾶται. 2.105 Ἐξ ὧν ἁπάντων δῆλόν ἐστιν ὅτι πρός τινα ὑψηλοτέραν διάνοιαν τὸ γράμμα βλέπει, οὐχὶ τὸν τρόπον τῆς βρώσεως ἡμῖν ὑφηγουμένου τοῦ νόμου (ἱκανὸς γὰρ τῶν τοιούτων νομοθέτης ἡ φύσις, ἡ τὴν ὄρεξιν ἡμῖν τῆς τροφῆς ἐντιθεῖσα), ἀλλ' ἕτερόν τι διὰ τούτου σημαίνεται. Τί γὰρ ἂν παρὰ τοῦτο γένοιτο πρὸς ἀρετὴν ἢ κακίαν ἢ οὕτως ἢ οὕτως τὴν τροφὴν προσενέγκασθαι, λελυμένον ἢ περιειλημμένον τὴν ζώνην, γύμνον τοὺς πόδας ἢ ἐνειλημμένον τοῖς ὑποδήμασι, διὰ χειρὸς ἔχοντα τὴν βακτηρίαν ἢ ἀποθέμενον; 2.106 Ἀλλὰ δῆλον ἂν εἴη ὅπερ ἡ τοῦ ὁδοιπορικοῦ σχήματος διασκευὴ δείκνυσι δι'