1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

12

ἀνήκεστα, 1.74 ὃς τοῖς ἀπάγουσιν αὐτὸν ἐπὶ τὸν βασιλέα τοῦ ἔθνους ἑπόμενος τῇ φωνῇ τῆς ὄνου τὸ μὴ αἴσιον αὐτῷ τὴν ὁδὸν εἶναι διδάσκεται. Εἶτα διά τινος ἐμφανείας τὸ πρακτέον μαθών, ἀσθενεστέραν εὗρε τὴν κακοποιὸν μαγγα νείαν τοῦ βλάβην τινὰ τοῖς παρὰ τοῦ θεοῦ συμμαχουμένοις προστρίψασθαι. Ἀντὶ δὲ τῆς τῶν δαιμόνων ἐνεργείας ἐκ θείας ἐπιπνοίας ἔνθους γενόμενος, τοιαύτας ἐφθέγξατο φωνὰς ὡς προφητείαν ἄντικρυς εἶναι τῶν εἰς ὕστερον πρὸς τὸ κρεῖσσον ἐκβησομένων. ∆ι' ὧν γὰρ ἐκωλύθη πρὸς τὸ κακὸν ἐνεργῆσαι τῇ τέχνῃ, διὰ τούτων τῆς θείας δυνάμεως ἐν αἰσθήσει γενόμενος, χαίρειν ἐάσας τὴν μαντικήν, ὑποφητεύει τῷ θείῳ θελήματι. 1.75 Καὶ ἐπὶ τούτοις τὸ μὲν ἔθνος τῶν ἀλλοφύλων ἐκτρί βεται, ἐπικρατεστέρου τοῦ λαοῦ κατὰ τὸν πόλεμον γεγονότος, ἡττηθέντος δὲ μετὰ ταῦτα τῷ τῆς ἀκολασίας πάθει ἐν ταῖς αἰχμαλώτοις, ὅτε τοῦ Φινεὲς τοὺς ἐν ἀτιμίᾳ συμπλακέντας μιᾷ πληγῇ διελάσαντος ἀνάπαυλαν ἔσχε τοῦ Θεοῦ ἡ κατὰ τῶν λελυσσηκότων πρὸς τὰς ἀθέσμους μίξεις ὀργή, τότε ἀναβὰς ἐπί τι ὄρος ὑψηλὸν ὁ νομοθέτης καὶ πόρρωθεν τὴν χώραν κατασκεψάμενος, ἣ διὰ τῆς θείας ἐπαγγελίας τῆς πρὸς τοὺς πατέρας γεγενημένης τῷ Ἰσραὴλ παρεσκεύαστο, μεθίσταται τοῦ ἀνθρωπίνου βίου, οὐδὲν ἐν τῇ γῇ σημεῖον οὐδὲ μνημόσυνον τῆς ἑαυτοῦ μεταστάσεως ἐν τάφοις ὑπολει πόμενος, 1.76 οὗ τῷ κάλλει χρόνος οὐκ ἐλυμήνατο, οὔτε τῶν ὀφθαλμῶν τὴν λαμπηδόνα ἠμαύρωσεν, οὔτε τὴν ἀπολάμ πουσαν τοῦ προσώπου χάριν ἀπήμβλυσεν. Ἀλλ' ἦν ἀεὶ ὡσαύτως ἔχων καὶ κατὰ ταὐτὸν ἐν τῷ τρεπτῷ τῆς φύσεως διασώσας τὸ ἐν τῷ καλῷ ἀμετάπτωτον. 1.77 Ταῦτα μὲν οὖν, ὅσα ἐκ τῆς προχείρου τοῦ ἀνδρὸς ἱστορίας ἐμάθομεν, ἐν ἐπιδρομῇ σοι διηγησάμεθα, εἰ καί πως ἡ ὑπόθεσίς ἐστιν ἐν οἷς τὸν λόγον ἀναγκαίως ἐπλάτυνε. Καιρὸς δ' ἂν εἴη πρὸς τὸν προκείμενον ἡμῖν τοῦ λόγου σκοπὸν ἐφαρμόσαι τὸν μνημονευθέντα βίον, ὡς ἄν τις γένοιτο ἡμῖν ἐκ τῶν προειρημένων πρὸς τὸν κατ' ἀρετὴν βίον συνεισφορά. Ἀναλάβωμεν τοίνυν τὴν ἀρχὴν τοῦ περὶ αὐτοῦ διηγήματος.

2.τ ΘΕΩΡΙΑ ΕΙΣ ΤΟΝ ΤΟΥ ΜΩΥΣΕΩΣ ΒΙΟΝ

2.1 Ὅτε καταφθείρεσθαι τὸ ἄρρεν ὁ τυραννικὸς διεκελεύετο νόμος, τότε

γεννᾶται ὁ Μωϋσῆς. Πῶς οὖν τὴν συντυχικὴν τοῦ ἀνδρὸς γέννησιν ἐκ προαιρέσεως ἡμεῖς μιμησόμεθα; Οὐ γὰρ δὴ καὶ τοῦτο τῶν ἐφ' ἡμῖν εἶναι, πάντως ἐρεῖ τις, ὥστε μιμήσασθαί τινα τῇ καθ' ἑαυτὸν γεννήσει τὸν εὐδόκιμον τόκον. Ἀλλ' οὐδὲν χαλεπὸν ἐκ τοῦ δοκοῦντος δυσχερεστέρου τῆς μιμήσεως ἄρξασθαι. 2.2 Τίς γὰρ οὐκ οἶδεν ὅτι πᾶν τὸ ἐν ἀλλοιώσει κείμενον οὐδέποτε αὐτὸ ἐφ' ἑαυτοῦ μένει, ἀλλ' ἕτερον ἐξ ἑτέρου γίνεται πάντοτε, πρὸς τὸ κρεῖττον ἢ πρὸς τὸ χεῖρον ἀεὶ τῆς ἀλλοιώσεως ἐνεργουμένης; Νοείσθω δὲ καθ' ὑπόθεσιν. Ἡ μὲν γὰρ ὑλική τε καὶ ἐμπαθεστέρα διάθεσις, πρὸς ἣν ἡ ἀνθρωπίνη φύσις κατολισθαίνουσα φέρεται, τὸ θῆλυ τῆς ζωῆς, ὃ τῷ τυράννῳ φίλον ἐστὶ ζωογο νούμενον· τὸ δὲ κατεσκληκός τε καὶ σύντονον τῆς ἀρετῆς ὁ ἀνδρώδης τόκος, ὁ πολέμιος τῷ τυράννῳ καὶ πρὸς ἐπανάστασιν τῆς ἀρχῆς αὐτοῦ ὕποπτος. 2.3 ∆εῖ οὖν τὸ ἀλλοιούμενον πάντως που ἀεὶ γεννᾶσθαι. Οὐ γὰρ ἄν τι τῶν πάντοτε ὡσαύτως ἐχόντων ἐν τῇ τρεπτῇ φύσει θεωρηθείη. Τὸ δὲ οὕτω γεννᾶσθαι οὐκ ἐξ ἀλλοτρίας ἐστὶν ὁρμῆς, καθ' ὁμοιότητα τῶν σωμα τικῶς τὸ συμβὰν ἀπογεννώντων, ἀλλ' ἐκ προαιρέσεως ὁ τοιοῦτος γίνεται τόκος. Καὶ ἔσμεν ἑαυτῶν τρόπον τινὰ πατέρες, ἑαυτοὺς οἵους ἂν ἐθέλωμεν τίκτοντες καὶ ἀπὸ τῆς ἰδίας προαιρέσεως εἰς ὅπερ ἂν ἐθέλωμεν εἶδος, ἢ ἄρρεν ἢ θῆλυ, τῷ τῆς ἀρετῆς ἢ κακίας λόγῳ διαπλασσόμενοι. 2.4 Ἔξεστι καὶ ἡμῖν πάντως, ἄκοντος τοῦ τυράννου καὶ λυπουμένου, ἐπὶ τῇ ἀστειοτέρᾳ γεννήσει παρελθεῖν τε εἰς φῶς καὶ τοῖς γονεῦσι τοῦ καλοῦ τούτου κυήματος (λογισμοὶ δ' ἂν εἶεν οὗτοι οἱ τῆς ἀρετῆς γινόμενοι πατέρες) ὀφθῆναί τε μεθ' ἡδονῆς καὶ ζωογονηθῆναι, κἂν ὑπεναντίον ᾖ τῷ τοῦ τυράννου