1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

40

2.220 Καὶ ἡ ἄνωθεν φωνὴ νῦν μὲν τῇ ἐπιθυμίᾳ τοῦ αἰτοῦντος συντίθεται καὶ τὴν προσθήκην αὐτῷ τῆς χάριτος ταύτης οὐκ ἀπαναίνεται, πάλιν δὲ εἰς ἀπελπισμὸν ἄγει δι' ὧν ἀποφαίνεται ἀχώρητον εἶναι τῇ τῶν ἀνθρώπων ζωῇ τὸ παρ' ἐκείνου ζητούμενον. Ἀλλά τινα τόπον εἶναι παρ' ἑαυτῷ φησιν ὁ Θεὸς καὶ ἐν τῷ τόπῳ πέτραν καὶ ὀπὴν ἐν τῇ πέτρᾳ, ἐν ᾗ κελεύει γενέσθαι τὸν Μωϋσέα, εἶτα ἐπιβαλεῖν τὸν Θεὸν τὴν χεῖρα τῷ στομίῳ τῆς ὀπῆς ἐκείνης καὶ παρελθόντα προσκαλέσασθαι, τὸν δὲ Μωϋσέα προσκληθέντα καὶ τῆς ὀπῆς ἔξω γενόμενον τὰ ὀπίσθια ἰδεῖν τοῦ καλέσαντος καὶ οὕτως ἐκεῖνόν τε τὸ ζητούμενον ἰδεῖν δόξαι τῆς τε θείας φωνῆς ἀψευδῆ τὴν ἐπαγγελίαν γενέσθαι. 2.221 Ταῦτα γὰρ εἴ τις κατὰ τὸ γράμμα βλέποι, οὐ μόνον ἀσαφὴς τοῖς ζητοῦσιν ἔσται ἡ διάνοια, ἀλλ' οὐδὲ καθαρεύσει τῆς ἀπεμφαινούσης περὶ Θεοῦ ὑπολήψεως. Μόνων γὰρ τῶν ἐν σχήματι θεωρουμένων τὸ μὲν ἐμπρόσθιον, τὸ δὲ ὀπίσθιον. Πᾶν δὲ σχῆμα σώματος πέρας ἐστίν. Ὥστε ὁ σχῆμα περὶ τὸν Θεὸν ἐννοῶν οὐδὲ τῆς σωματικῆς φύσεως καθαρεύειν αὐτὸν οἰηθήσεται. Πᾶν δὲ σῶμα καὶ σύνθετόν ἐστι πάντως. Τὸ δὲ σύνθετον ἐκ τῆς τῶν ἑτερογενῶν συνδρομῆς ἔχει τὴν σύστασιν. Τὸ δὲ συντιθέμενον οὐκ ἄν τις ἀδιάλυτον εἶναι εἴποι. Τὸ δὲ διαλυόμενον ἄφθαρτον εἶναι οὐ δύναται. Φθορὰ γὰρ ἡ διάλυσις τοῦ συνεστῶτός ἐστιν. 2.222 Εἰ οὖν τις τὸ ὀπίσθιον τοῦ Θεοῦ κατὰ τὸ γράμμα νοήσειεν, εἰς ταύτην τὴν ἀτοπίαν ἐκ τῆς ἀκολουθίας κατ' ἀνάγκην ἀπενεχθήσεται. Τὸ γὰρ ἐμπρόσθιόν τε καὶ ὀπίσθιον ἐν σχήματι πάντως, τὸ δὲ σχῆμα ἐν σώματι. Τοῦτο δὲ διαλυτὸν κατὰ τὴν ἰδίαν φύσιν ἐστί. ∆ιαλυτὸν γὰρ ἅπαν τὸ σύνθετον. Τὸ δὲ διαλυόμενον ἄφθαρτον εἶναι οὐ δύναται. Ἄρα ὁ τῷ γράμματι δουλεύων φθορὰν διὰ τῆς ἀκολουθίας τῶν νοημάτων περὶ τὸ Θεῖον ἐννοήσειεν. Ἀλλὰ μὴν ἄφθαρτος ὁ Θεὸς καὶ ἀσώματος. 2.223 Ἀλλὰ τίς ἄρα τοῖς γεγραμμένοις ἐφαρμόσει διάνοια παρὰ τὸ ἐκ προχείρου νοούμενον; Εἰ δὲ τοῦτο τὸ μέρος τῶν ἐν τῇ συμφράσει τοῦ λόγου γεγραμμένων ἑτέραν ἡμᾶς ἐξευρεῖν ἀναγκάζει διάνοιαν, προσήκει πάντως καὶ περὶ τοῦ ὅλου τὸ ἴσον διανοεῖσθαι. Οἷον γὰρ ἐν τῷ μέρει νοήσωμεν, τοιοῦτον ἀνάγκῃ καὶ τὸ ὅλον καταλαμβάνομεν. Οὐ γὰρ ἂν εἴη τι ὅλον μὴ ἐκ μερῶν συμπληρούμενον. Οὐκοῦν καὶ ὁ τόπος ὁ παρὰ τῷ Θεῷ καὶ ἡ ἐν τῷ τόπῳ πέτρα καὶ τὸ ἐν ταύτῃ χώρημα, ὅπερ ὀπὴ ὀνομάζεται, καὶ ἡ ἐκεῖ τοῦ Μωϋσέως εἴσοδος καὶ ἡ τῆς θείας χειρὸς ἐπιβολὴ τοῦ στομίου καὶ ἡ πάροδος καὶ ἡ κλῆσις καὶ μετὰ ταύτην ἡ τῶν ὀπισθίων θεωρία εὐλογώτερόν τι τῷ τῆς ἀναγωγῆς νόμῳ θεωρηθήσεται. 2.224 Τί οὖν ἐστι τὸ εἰκαζόμενον; Ὅτι καθάπερ τὰ κατω φερῆ τῶν σωμάτων, εἴ τινα κατὰ τοῦ πρανοῦς ὁρμὴν λάβοι, κἂν μηδεὶς ἐπωθῶν μετὰ τὴν πρώτην κίνησιν τύχῃ, αὐτὰ δι' ἑαυτῶν ἐπὶ τὸ κάταντες ἐν σφοδροτέρᾳ τῇ φορᾷ συνελαύ νεται, ἕως ἂν ἐπικλινὲς ᾖ καὶ ὑποκατίῃ τῷ σχήματι τὸ τῇ φορᾷ ὑποκείμενον, μηδενὸς εὑρισκομένου τοῦ ἐξ ἀντιβάσεως τὴν ὁρμὴν ἀνακόπτοντος, οὕτω κατὰ τὸ ἔμπαλιν ἡ ψυχὴ τῆς γηΐνης προσπαθείας ἀπολυθεῖσα ἀνωφερής τε καὶ ὀξεῖα γίνεται πρὸς τὴν ἐπὶ τὰ ἄνω κίνησιν, ἀπὸ τῶν κάτω πρὸς τὸ ὕψος ἀνιπταμένη. 2.225 Μηδενὸς δὲ ὄντος ἄνωθεν τοῦ τὴν ὁρμὴν ἐπικόπτοντος (ἑλκτικὴ γὰρ πρὸς ἑαυτὴν ἡ τοῦ καλοῦ φύσις ἐστὶ τῶν πρὸς ἐκείνην ἀναβλεπόντων), ἀεὶ πάν τως ὑψηλοτέρα ἑαυτῆς γίνεται, τῇ τῶν οὐρανίων ἐπιθυμίᾳ συνεπεκτεινομένη τοῖς ἔμπροσθεν, καθώς φησιν ὁ Ἀπόστολος, καὶ πάντοτε πρὸς τὸ ὑψηλότερον τὴν πτῆσιν ποιήσεται. 2.226 Ποθοῦσα γὰρ διὰ τῶν ἤδη κατειλημμένων μὴ καταλιπεῖν τὸ ὕψος τὸ ὑπερκείμενον, ἄπαυστον ποιεῖται τὴν ἐπὶ τὰ ἄνω φοράν, ἀεὶ διὰ τῶν προηνυσμένων τὸν πρὸς τὴν πτῆσιν τόνον ἀνανεάζουσα. Μόνη γὰρ ἡ κατ' ἀρετὴν ἐνέργεια καμάτῳ τρέφει τὴν δύναμιν, οὐκ ἐνδιδοῦσα διὰ τοῦ ἔργου τὸν τόνον, ἀλλ' ἐπαύξουσα. 2.227 ∆ιὰ τοῦτό φαμεν καὶ τὸν μέγαν Μωϋσέα ἀεὶ μείζω γινόμενον μηδαμοῦ ἵστασθαι τῆς ἀνόδου, μηδέ τινα ὅρον ἑαυτῷ ποιεῖσθαι τῆς ἐπὶ τὸ ἄνω φορᾶς, ἀλλ' ἅπαξ ἐπιβάντα τῆς κλίμακος ᾗ ἐπεστήρικτο ὁ Θεός, καθώς φησιν Ἰακώβ, εἰσαεὶ τῆς ὑπερκειμένης βαθμίδος