1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

11

χώρας ἐκείνης, ἣ κατὰ θείαν αὐτοῖς ἐπαγγελίαν ἐν ἐλπίσιν ἦν τῆς οἰκήσεως. Τούτων δὲ μὴ πάντων τἀληθῆ καταγγειλάντων, ἀλλά τινων τὰ ψευδῆ καὶ σκυθρωπὰ μηνυσάντων, πάλιν ὁ λαὸς δι' ὀργῆς ἐποιεῖτο τὸν Μωϋσέα. Ὁ δὲ Θεὸς τοὺς ἀπελπίσαντας τὴν θείαν συμμαχίαν τὸ μὴ ἰδεῖν τὴν ἐπηγ γελμένην αὐτοῖς χώραν καταδικάζει. 1.66 Προϊόντων δὲ διὰ τῆς ἐρήμου, πάλιν αὐτοῖς ἐπιλιπόντος τοῦ ὕδατος, καὶ ἡ μνήμη τῆς τοῦ Θεοῦ δυνάμεως συνεπέλειψεν. Οὐ γὰρ τῷ προλαβόντι περὶ τὴν πέτραν θαύματι τὸ μηδὲ νῦν αὐτοῖς ἐνδεῆσαι τὴν χρείαν ἐπίστευσαν, ἀλλ' ἀποστάντες τῶν χρηστοτέρων ἐλπίδων, κατ' αὐτοῦ τοῦ Θεοῦ καὶ τοῦ Μωϋσέως ταῖς λοιδορίαις ἐχώρουν, ὡς καὶ τὸν Μωϋσέα δόξαι τῇ ἀπιστίᾳ τοῦ λαοῦ συνοκλάσαι, πλὴν πάλιν αὐτοῖς θαυματοποιῆσαι τὴν ἀκρότομον ἐκείνην πέτραν εἰς ὑδάτων φύσιν μεταβαλόντα. 1.67 Ὡς δὲ πάλιν αὐτοῖς ἡ ἀνδραποδώδης τῶν ἐδωδίμων ἡδονὴ τὴν ἐπιθυμίαν τῆς γαστριμαργίας ἐπήγειρε καὶ τῶν πρὸς τὴν ζωὴν ἀναγκαίων οὐδενὸς ὑστερού μενοι τὸν Αἰγύπτιον κόρον ὠνειροπόλουν, οἱ ἀτακτοῦντες τῶν νέων σφοδροτέραις παιδαγωγοῦνται ταῖς μάστιξιν, ὄφεων αὐτοῖς κατὰ τὴν παρεμβολὴν θανατηφόρον ἰὸν ἐμβαλλόντων διὰ τοῦ δήγματος. 1.68 Ἐπαλλήλου δὲ γινομένης ἐκ τῶν θηρίων τῆς πτώσεως, θείᾳ συμβουλῇ παρορμηθεὶς ὁ νομοθέτης, χαλκὸν ἐν ὁμοιώματι ὄφεως χέας, ὑπερφαίνεσθαι τοῦ στρατοπέδου παντὸς ἐπί τινος ὕψους ἐποίησε. Καὶ οὕτως ἔστησεν ἐν τῷ λαῷ τὴν ἐκ τῶν θηρίων βλάβην καὶ τῆς φθορᾶς αὐτὸν ἀπήλλαξεν. Ὁ γὰρ πρὸς τὴν εἰκόνα τοῦ ὄφεως τὴν ἐν τῷ χαλκῷ βλέπων οὐδὲν ἐδεδοίκει τοῦ ὄντως ὄφεως τὸ δῆγμα, ἐξ ἀντιπαθείας τινὸς ἀπορρήτου τῆς ὄψεως τὸν ἰὸν ἀμβλυνούσης. 1.69 Πάλιν αὐτῷ περὶ τῆς ἡγεμονίας ἐπαναστάσεως ἐκ τοῦ λαοῦ γενομένης καὶ τινῶν τὴν ἱερωσύνην εἰς ἑαυτοὺς μεταστῆσαι βιαζομένων, ὁ μὲν ἱκέτης τοῦ Θεοῦ ὑπὲρ τῶν ἐξαμαρτανόντων ἐγίνετο, τὸ δὲ δίκαιον τῆς τοῦ Θεοῦ κρίσεως τῆς τοῦ Μωϋσέως πρὸς τὸ ὁμόφυλον συμπαθείας ἰσχυρότερον ἦν. Χάσματι γὰρ ἡ γῆ διασχοῦσα θείῳ θελήματι πάλιν πρὸς ἑαυτὴν συμπίπτει, ἔνδον ὑπολαβοῦσα παγγενεῖ πάντας τοὺς τῇ ἀρχῇ τοῦ Μωϋσέως ἀντεπάραντας. Οἱ δὲ περὶ τὴν ἱερωσύνην λυσσήσαντες, πυρὶ καταφλεγέντες περὶ διακοσίους τε καὶ πεντήκοντα, τῷ καθ' ἑαυτοὺς πάθει σωφρονίζουσι τὸ ὁμόφυλον.

1.70 Ὡς δ' ἂν μᾶλλον πεισθεῖεν οἱ ἄνθρωποι θεόθεν παρα γίνεσθαι τῆς ἱερωσύνης τὴν χάριν τοῖς ἀξιουμένοις, ῥάβδους ἐξ ἑκάστης φυλῆς παρὰ τῶν ἐξεχόντων κομίζεται, γράμμασιν ἰδίοις ἑκάστην κατασημηναμένου τοῦ δεδωκότος, ἐν αἷς ἦν καὶ ἡ Ἀαρὼν τοῦ ἱερέως. Ταύτας δὲ προθεὶς τῷ ναῷ, διὰ τούτων φανεροῖ τῷ λαῷ τὴν περὶ τῆς ἱερωσύνης τοῦ Θεοῦ ψῆφον. Μόνη γὰρ ἐκ πασῶν ἡ τοῦ Ἀαρὼν ῥάβδος ἐβλάστησε καὶ τὸν ἐκ τοῦ ξύλου καρπόν (κάρυον δὲ ἦν ὁ καρπός) ἐξέφυσέ τε καὶ ἐτελείωσεν, 1.71 ὃ δὴ μέγιστον καὶ τοῖς ἀπί στοις ἔδοξε θαῦμα, πῶς τὸ αὗον καὶ περιεξεσμένον καὶ ἄρριζον ἀθρόως πιανθὲν τὸ τῶν ἐρριζωμένων ἐνήργησεν, ἀντὶ γῆς καὶ φλοιοῦ καὶ ἰκμάδος καὶ ῥίζης καὶ χρόνου τῆς θείας δυνάμεως γενομένης τῷ ξύλῳ. 1.72 Ἐπὶ τούτοις δι' ἀλλοφύλων ἐθνῶν κωλυόντων τὴν πάροδον τὸν στρατὸν ἄγων, ἀπώμοτον ποιεῖται ταῖς ἀρούραις αὐτῶν καὶ τοῖς ἀμπελῶσι τῷ λαῷ συγχωρῆσαι τὴν δίοδον, ἀλλὰ φυλάξαι τὴν βασιλικὴν ὁδόν, μήτε εἰς δεξιάν, μήτε εἰς ἀριστερὰν ἀποκλίναντα. Τῶν δὲ πολεμίων οὐδὲ ἐπὶ τούτοις εἰρηνευόντων, μάχῃ καταγωνι σάμενος τὸν ἀντίπαλον, ἐγκρατὴς γίνεται τῆς παρόδου. 1.73 Εἶτά τις Βαλὰκ μείζονος ἔθνους τὴν ἡγεμονίαν ἔχων (Μαδιανῖται δὲ τῷ ἔθνει τοὔνομα) πρὸς τὸ πάθος τῶν ἑαλωκότων καταπλαγεὶς καὶ ὅσον οὐδέπω τὰ ἴσα παρὰ τῶν Ἰσραηλιτῶν πείσεσθαι προσδοκήσας, ἐπάγεται πρὸς συμ μαχίαν ὅπλων μὲν καὶ σωμάτων βοήθειαν οὐδεμίαν, περίεργον δὲ μαγγανείαν διά τινος Βαλαάμ, ὃς περὶ ταῦτα δεινὸς ἐθρυλλεῖτο εἶναι καὶ παρὰ τῶν κεχρημένων αὐτῷ ἔχειν τινὰ πρὸς τὰς τοιαύτας σπουδὰς δύναμιν ἐπιστεύετο, ᾧ τέχνη μὲν ἦν ἡ οἰωνιστική, δαιμόνων δέ τινων συνεργίᾳ χαλεπὸς ἦν, ἐπάγων τοῖς ἀνθρώποις περιεργοτέρᾳ τινὶ δυνάμει τὰ