1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

8

τὸ ὁρώμενον, ἀλλὰ κατεπτηχὼς τὴν ψυχὴν ὑπὸ δέους καὶ τὸ σῶμα τῷ φόβῳ κραδαινόμενος, ὡς μηδὲ πρὸς τοὺς Ἰσραηλίτας τὸ πάθος τῆς ψυχῆς ἐπικρύπτεσθαι, ὁμολογεῖν δὲ πρὸς αὐτοὺς τὸ καταπεπλῆχθαι τοῖς φαινομένοις καὶ μὴ ἀτρεμεῖν τῷ σώματι. 1.44 Ἦν γὰρ οὐ τὸ φαινόμενον τοιοῦτο μόνον οἷον ἔκπληξιν τῇ ψυχῇ διὰ τῶν ὀφθαλμῶν ἐμποιῆσαι, ἀλλὰ καὶ διὰ τῆς ἀκοῆς εἰσεχεῖτο τὰ φοβερά, φωνῆς ἄνωθεν καταπληκτικῶς ἐπιρρηγνυμένης ἐφ' ἅπαν τὸ ὑποκείμενον· ἧς χαλεπὴ μὲν καὶ ἡ πρώτη προσβολὴ καὶ ἀκοῇ πάσῃ δυσάντητος ἦν, ἐν ὁμοιότητι μὲν τῆς τῶν ἄλλων σαλπίγγων ἠχῆς γινομένη, παριοῦσα δὲ τῷ βαρεῖ καὶ καταπληκτικῷ τῆς φωνῆς ἅπαν τοιοῦτον ὑπόδειγμα, φοβερωτέρα δὲ προιοῦσα ἐγίνετο, ἀεὶ πρὸς τὸ καταπληκτικώτερον διὰ προσθήκης τὸν ἦχον αὐτῆς ἐπιτείνουσα. Ἡ δὲ φωνὴ αὕτη ἔναρθρος ἦν, θείᾳ δυνάμει δίχα τῶν φωνητικῶν ὀργάνων τοῦ ἀέρος διαρθροῦντος τὸν λόγον. Ἦν δὲ ὁ λόγος οὐκ εἰκῇ διαρθρούμενος, ἀλλ' ἐνομο θέτει θεῖα διατάγματα. Καὶ ἡ μὲν φωνὴ προιοῦσα δι' ἐπιδό σεως ηὔξετο καὶ ὑπερήχει ἑαυτὴν ἡ σάλπιγξ, τὰς προλαβούσας φωνὰς ἀεὶ ταῖς ἐφεξῆς ὑπερβάλλουσα. 1.45 Ὁ δὲ λαὸς ἅπας ἥττων ἦν ἢ ὥστε ἀνέχεσθαι τὸ φαινό μενόν τε καὶ ἀκουόμενον. ∆ιὸ καὶ κοινὴ παρὰ πάντων αἴτησις προσάγεται τῷ Μωϋσεῖ δι' ἐκείνου μεσιτευθῆναι τὸν νόμον, ὡς οὐκ ἀπιστήσοντος τοῦ λαοῦ, θεῖον εἶναι παράγγελμα πᾶν ὅτιπερ ἂν ᾖ παρ' ἐκείνου κατὰ τὴν ἄνωθεν διδασκαλίαν παραγγελλόμενον. Πάλιν οὖν πρὸς τὴν ὑπώρειαν πάντων καταδραμούντων, μόνος ὑπελείφθη ὁ Μωϋσῆς, τὸ ἐναντίον ἢ ὅπερ εἰκὸς ἦν ἐφ' ἑαυτοῦ δείξας· τῶν γὰρ ἄλλων ἁπάντων ἐν τῇ κοινωνίᾳ τῶν συμμετεχόντων μᾶλλον θαρρούντων τὰ φοβερά, οὗτος μονωθεὶς τῶν συμπαρεστώτων θαρσαλεώ τερος ἦν, ὡς ἐκ τούτου δῆλον γενέσθαι μὴ ἴδιον αὐτοῦ πάθος τὸν φόβον εἶναι ᾧ κατ' ἀρχὰς συνεσχέθη, ἀλλὰ διὰ τὴν πρὸς τοὺς κατεπτηχότας συμπάθειαν ταῦτα παθεῖν. 1.46 Ἐπειδὴ τοίνυν, οἷόν τινος ἄχθους τῆς δειλίας τοῦ λαοῦ γυμνωθείς, ἐφ' ἑαυτοῦ ἦν, τότε καὶ αὐτοῦ κατατολμᾷ τοῦ γνόφου καὶ ἐντὸς τῶν ἀοράτων γίνεται μηκέτι τοῖς ὁρῶσι φαινόμενος. Πρὸς γὰρ τὸ ἄδυτον τῆς θείας μυσταγωγίας παραδυείς, ἐκεῖ τῷ ἀοράτῳ συνῆν μὴ ὁρώμενος, διδάσκων, οἶμαι, δι' ὧν ἐποίησεν, ὅτι δεῖ τὸν μέλλοντα συνεῖναι τῷ Θεῷ ἐξελθεῖν πᾶν τὸ φαινόμενον καὶ ἐπὶ τὸ ἀόρατόν τε καὶ ἀκατάληπτον τὴν ἑαυτοῦ διάνοιαν, οἷον ἐπί τινα ὄρους κορυφήν, ἀνατείναντα ἐκεῖ πιστεύειν εἶναι τὸ θεῖον ἐν ᾧ οὐκ ἐφικνεῖται ἡ κατανόησις. 1.47 Γενόμενος δὲ ἐν ἐκείνῳ δέχεται τὰ θεῖα προστάγματα. Ταῦτα δὲ ἦν ἀρετῆς διδασκαλία, ἧς τὸ κεφάλαιον ἄρα ἐστὶν ἡ εὐσέβεια καὶ τὸ τὰς πρεπούσας ὑπολήψεις περὶ τῆς θείας φύσεως ἔχειν, ὡς ὑπέρκειται παντὸς γνωριστικοῦ νοήματός τε καὶ ὑποδείγματος, οὐδενὶ τῶν γινωσκομένων ὁμοιουμένη. Κελεύεται γὰρ πρὸς μηδὲν τῶν καταλαμβανομένων ἐν ταῖς περὶ τὸ θεῖον ὑπολήψεσι βλέπειν μηδέ τινι τῶν ἐκ καταλήψεως γινωσκομένων ὁμοιοῦν τὴν τοῦ παντὸς ὑπερ κειμένην φύσιν, ἀλλὰ τὸ εἶναι πιστεύοντα, τὸ οἷον ἢ ὅσον ἢ ὅθεν ἢ ὅπως ἐστὶν ἀζήτητον ἐᾶν ὡς ἀνέφικτον. 1.48 Προστί θησι δὲ ὁ λόγος καὶ ὅσα τοῦ ἤθους ἐστὶ κατορθώματα, γενικοῖς τε καὶ ἰδιάζουσι νόμοις τὴν διδασκαλίαν ποιούμενος. Γενικὸς μὲν γὰρ πάσης ἀδικίας ἀναιρετικὸς νόμος ἐστὶ τὸ δεῖν ἀγαπητικῶς πρὸς τὸ ὁμόφυλον ἔχειν, οὗ κυρωθέντος, πάντως κατὰ τὸ ἀκόλουθον ἕψεται τὸ μηδὲν κακὸν μηδένα κατὰ τοῦ πέλας ἐργάζεσθαι. Ἐν δὲ τοῖς καθ' ἕκαστον ἥ τε περὶ τοὺς γεγεννηκότας τιμὴ διηγόρευται καὶ ὁ κατάλογος τῶν ἀπηγορευμένων πλημμελημάτων ἠρίθμηται. 1.49 Τούτοις δὲ τοῖς νόμοις οἱονεὶ προκαθαρθεὶς τὴν διάνοιαν, ἐπὶ τὴν τελειοτέραν μυσταγωγίαν παράγεται, σκηνῆς αὐτῷ τινος ἀθρόως ἐκ θείας δυνάμεως προδειχθείσης. Ἡ δὲ σκηνὴ ναὸς ἦν, ἐν δυσερμηνεύτῳ τινὶ ποικιλίᾳ τὸ κάλλος ἔχων, προπύλαια καὶ στύλοι καὶ παραπετάσματα, τράπεζα καὶ λυχνία καὶ θυμιατήριον, θυσιαστήριόν τε καὶ ἱλα στήριον καὶ τὸ ἐντὸς τῶν ἁγίων ἄδυτόν τε καὶ ἀνεπίβατον, ὧν ἁπάντων τό τε κάλλος καὶ τὴν διάθεσιν, ὡς ἂν μήτε διαφύγοι τὴν μνήμην καὶ τοῖς κάτω