1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

2

διεψεύσθη ὁ λόγος ἡμῖν, ἀμήχανον ἐπὶ τῆς ἀρετῆς εἶναι τὴν τῆς τελειότητος περίληψιν λέγων· ἐδείχθη γὰρ ὅτι τὸ διαλαμβανόμενον πέρασιν ἀρετὴ οὐκ ἔστιν. Ἐπεὶ δὲ καὶ τοῖς μετιοῦσι τὸν κατ' ἀρετὴν βίον ἀδύνατον εἶπον εἶναι τὸ ἐπιβῆναι τῆς τελειότητος, οὕτως ὁ λόγος καὶ περὶ τούτου σαφηνισθήσεται. 1.7 Τὸ πρώτως καὶ κυρίως ἀγαθόν, οὗ ἡ φύσις ἀγαθότης ἐστίν, αὐτὸ τὸ Θεῖον, ὅ τί ποτε τῇ φύσει νοεῖται, τοῦτο καὶ ἔστι καὶ ὀνομάζεται. Ἐπεὶ οὖν οὐδεὶς ἀρετῆς ὅρος πλὴν κακίας ἐδείχθη, ἀπαρά δεκτον δὲ τοῦ ἐναντίου τὸ Θεῖον, ἀόριστος ἄρα καὶ ἀπερά τωτος ἡ θεία φύσις καταλαμβάνεται· ἀλλὰ μὴν ὁ τὴν ἀληθῆ μετιὼν ἀρετὴν οὐδὲν ἕτερον ἢ Θεοῦ μετέχει, διότι αὐτός ἐστιν ἡ παντελὴς ἀρετή· ἐπεὶ οὖν τὸ τῇ φύσει καλὸν εἰς μετουσίαν ἐπιθυμητὸν πάντως ἐστὶ τοῖς γινώσκουσι, τοῦτο δὲ ὅρον οὐκ ἔχει, ἀναγκαίως καὶ ἡ τοῦ μετέχοντος ἐπιθυμία τῷ ἀορίστῳ συμπαρατείνουσα στάσιν οὐκ ἔχει. 1.8 Οὐκοῦν ἄπορόν ἐστι παντάπασι τοῦ τελείου τυχεῖν, διότι ἡ τελειότης, καθὼς εἴρηται, ὅροις οὐ διαλαμβάνεται, τῆς δὲ ἀρετῆς εἷς ὅρος ἐστὶ τὸ ἀόριστον· πῶς οὖν ἄν τις ἐπὶ τὸ ζητούμενον φθάσειε πέρας, οὐχ εὑρίσκων τὸ πέρας; 1.9 Οὐ μὴν ἐπειδὴ καθόλου τὸ ζητούμενον ἄληπτον ὁ λόγος ὑπέδειξεν, ἀμελητέον ἂν εἴη τῆς ἐντολῆς τοῦ Κυρίου, ἥ φησι· γίνεσθε τέλειοι, ὡς Πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν. Ἐπὶ γὰρ τῶν τῇ φύσει καλῶν, κἂν μὴ τοῦ παντὸς τυχεῖν δυνατὸν ᾖ, τὸ καὶ μὴ τοῦ μέρους ἀποτυχεῖν κέρδος ἂν εἴη μέγα, τοῖς γε νοῦν ἔχουσι. 1.10 Πᾶσαν τοίνυν ἐπιδεικτέον σπουδὴν μὴ παντελῶς ἐκπεσεῖν τῆς ἐνδεχομένης τελειότη τος, ἀλλὰ τοσοῦτον ἀπ' αὐτῆς κτήσασθαι, ὅσον ἂν ἔνδον τοῦ ζητουμένου χωρήσωμεν· τάχα γὰρ τὸ οὕτως ἔχειν, ὡς ἀεὶ ἐθέλειν ἐν τῷ καλῷ τὸ πλέον ἔχειν, ἡ τῆς ἀνθρωπίνης φύσεως τελειότης ἐστί.

1.11 ∆οκεῖ δέ μοι καλῶς ἔχειν τῇ Γραφῇ περὶ τούτου συμβούλῳ χρήσασθαι· φησὶ γάρ που διὰ τῆς Ἠσαΐου προφητείας ἡ θεία φωνή· ἐμβλέψατε εἰς Ἀβραὰμ τὸν πατέρα ὑμῶν καὶ εἰς Σάρραν τὴν ὠδίνουσαν ὑμᾶς. Ταῦτα γὰρ πάντως ὁ λόγος τοῖς ἔξω τῆς ἀρετῆς πλανωμένοις διακελεύεται, ἵνα, καθάπερ οἱ ἐν πελάγει τῆς εὐθείας τοῦ λιμένος παρε νεχθέντες κατὰ τὸ φανὲν σημεῖον τῆς πλάνης ἑαυτοὺς ἐπανάγουσιν ἢ πυρσὸν ἰδόντες ἀπὸ ὕψους αἰρόμενον ἢ κορυ φήν τινος ἀκρωρείας ἀναφανεῖσαν, τὸν αὐτὸν τρόπον τοὺς ἀκυβερνήτῳ τῇ διανοίᾳ κατὰ τὴν τοῦ βίου θάλασσαν πλανω μένους τῷ κατὰ τὴν Σάρραν καὶ Ἀβραὰμ ὑποδείγματι πάλιν κατευθύνῃ πρὸς τὸν λιμένα τοῦ θείου θελήματος. 1.12 Ἐπειδὴ γὰρ πρὸς τὸ θῆλύ τε καὶ ἄρρεν ἡ ἀνθρωπίνη μεμέρισται φύσις καὶ ἀμφοτέροις ἐπίσης κατ' ἐξουσίαν ἡ πρὸς ἀρετὴν καὶ κακίαν αἵρεσις πρόκειται, διὰ τοῦτο ἑκατέρῳ τμήματι τὸ κατάλληλον τῆς ἀρετῆς ὑπόδειγμα παρὰ τῆς θείας προεδείχθη φωνῆς, ἵνα πρὸς τὸ συγγενὲς ἑκάτεροι βλέποντες, πρὸς μὲν τὸν Ἀβραὰμ οἱ ἄνδρες, πρὸς δὲ τὴν Σάρραν τὸ ἕτερον μέρος, ἀμφότεροι διὰ τῶν οἰκείων ὑπο δειγμάτων πρὸς τὸν κατ' ἀρετὴν βίον διευθύνοιντο. 1.13 Ἴσως δ' ἂν τοίνυν ἐξαρκέσειε καὶ ἡμῖν ἑνός τινος τῶν κατὰ τὸν βίον εὐδοκίμων ἡ μνήμη τὴν τοῦ πυρσοῦ χρείαν πληρῶσαι καὶ ὑποδεῖξαι πῶς ἐστι δυνατὸν τῷ ἀκλύστῳ τῆς ἀρετῆς λιμένι τὴν ψυχὴν καθορμίσαι, μηδαμοῦ ταῖς τοῦ βίου ζάλαις ἐγχειμασθεῖσαν μηδὲ κατὰ τὰς ἐπαλλήλους τῶν παθῶν τρικυμίας τῷ βυθῷ τῆς κακίας ἐνναυαγήσασαν. Τάχα γὰρ καὶ τούτου χάριν ἡ τῶν ὑψηλῶν ἐκείνων πολιτεία δι' ἀκριβείας ἱστόρηται, ὡς ἂν διὰ τῆς τῶν προκατορθωκότων μιμήσεως ὁ ἐφεξῆς βίος πρὸς τὸ ἀγαθὸν ἀπευθύνοιτο. 1.14 Τί οὖν, ἐρεῖ τις, εἰ μήτε Χαλδαῖος ἐγώ, ὥσπερ ὁ Ἀβραὰμ μνημονεύεται, μήτε τῆς θυγατρὸς τοῦ Αἰγυπτίου τρόφιμος, ὡς περὶ τοῦ Μωϋσέως ὁ λόγος κατέχει, μηδ' ὅλως ἐν τοῖς τοιούτοις πρός τινα τῶν ἀρχαίων ἔχω τι κατὰ τὸν βίον κατάλληλον, πῶς εἰς τὴν αὐτὴν τάξιν ἑνὶ τούτων ἐμαυτὸν καταστήσω, μὴ ἔχων ὅπως τὸν τοσοῦτον ἀφεστῶτα διὰ τῶν ἐπιτηδευμάτων μιμήσομαι; Πρὸς ὃν ἐροῦμεν, ὅτι οὔτε τὸ Χαλδαῖον εἶναι κακίαν ἢ ἀρετὴν κρίνομεν, οὔτε τῇ ἐν Αἰγύπτῳ ζωῇ οὔτε τῇ ἐν Βαβυλῶνι διατριβῇ τοῦ βίου