1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

2

τηρεῖν, καὶ μὴ ἀνέχεσθαι Παύλου ταῦτα ἀναιροῦντος. Οἱ γὰρ περὶ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην ταῦτα, φησὶν, οὐ κωλύουσιν, οἱ

πρῶτοι τῶν ἀποστόλων, οἱ μετὰ Χριστοῦ γενόμενοι. Καὶ ἀληθῶς οὐκ ἐκώλυον· ἀλλ' οὐ δογματίζοντες τοῦτο ἐποίουν, ἀλλὰ τῇ ἀσθενείᾳ συγκαταβαίνοντες τῶν ἐξ Ἰουδαίων πιστευόντων. Ὁ δὲ Παῦλος εἰς τὰ ἔθνη κηρύττων, οὐ χρείαν εἶχε τῆς συγκαταβάσεως ταύτης. Ὅτε οὖν ἐν Ἰουδαίᾳ γέγονε, καὶ αὐτὸς τῇ συγκαταβάσει ἐχρήσατο ταύτῃ. Ἀλλ' οἱ ἀπατῶντες, οὐ λέγοντες τὰς αἰτίας, δι' ἃς καὶ οὗτος καὶ ἐκεῖνοι συγκατέβαινον, παρελογίζοντο τοὺς ἀφελεστέρους λέγοντες, ὅτι οὐ δεῖ Παύλου ἀνέχεσθαι· οὗτος γὰρ χθὲς καὶ σήμερον ἐφάνη, ἐκεῖνοι δὲ πρῶτοι οἱ περὶ Πέτρον· καὶ οὗτος μὲν μαθητὴς τῶν ἀποστόλων γέγονεν, ἐκεῖνοι δὲ τοῦ Χριστοῦ· καὶ οὗτος μὲν μόνος, ἐκεῖνοι δὲ πολλοὶ, καὶ στῦλοι τῆς Ἐκκλησίας. Καὶ εἰς ὑπόκρισιν δὲ αὐτὸν διέβαλλον λέγοντες, ὅτι καὶ αὐτὸς οὗτος ὁ ἀναιρῶν περιτομὴν, φαίνεται καὶ τούτοις χρησάμενος ἀλλαχοῦ, καὶ ἑτέρως μὲν ὑμῖν, ἑτέρως δὲ ἄλλοις κηρύττων. Ἐπεὶ οὖν ἐμπρησθὲν εἶδεν ἔθνος ὁλόκληρον, καὶ πυρὰν χαλεπὴν κατὰ τῆς τῶν Γαλατῶν ἁφθεῖσαν Ἐκκλησίας, καὶ τὴν οἰκοδομὴν σαλευομένην καὶ κινδυνεύουσαν καταπεσεῖν, τοῦτο μὲν ὑπὸ θυμοῦ δικαίου, τοῦτο δὲ ὑπὸ ἀθυμίας κατεχόμενος· καὶ γὰρ καὶ τοῦτο ἐδήλωσεν εἰπὼν, ὅτι Ἤθελον παρεῖναι πρὸς ὑμᾶς ἄρτι, καὶ ἀλλάξαι τὴν φωνήν μου), γράφει τὴν Ἐπιστολὴν, πρὸς ἅπαντα ταῦτα ἀπολογούμενος. Καὶ ἐκ προοιμίων εὐθέως πρὸς ἐκεῖνο ἀποτείνεται, ὃ διορύττοντες αὐτοῦ τὴν ὑπόληψιν ἔλεγον, ὅτι οἱ μὲν ἄλλοι τοῦ Χριστοῦ, αὐτὸς δὲ τῶν ἀποστόλων γέγονε μαθητής. ∆ιὸ καὶ οὕτως ἤρξατο· Παῦλος ἀπόστολος, οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπων. Ἔλεγον γὰρ, ὃ ἔφθην εἰπὼν, οἱ ἀπατεῶνες ἐκεῖνοι, ὅτι τῶν ἀποστόλων ἁπάντων ἔσχατος οὗτός ἐστι, καὶ παρ' ἐκείνων ἐδιδάχθη. Πέτρος γὰρ καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ ἐκλήθησαν πρῶτοι, καὶ κορυφαῖοι τῶν μαθητῶν εἰσι, καὶ τὰ δόγματα ἐδέξαντο παρὰ τοῦ Χριστοῦ, καὶ χρὴ μᾶλλον ἐκείνοις πείθεσθαι, ἢ τούτῳ· ἐκεῖνοι δὲ οὐ κωλύουσι περιτέμνεσθαι, οὐδὲ νόμον μὴ τηρεῖν.

βʹ. Καὶ ταῦτα, καὶ τὰ τοιαῦτα λέγοντες, καὶ τοῦτον μὲν καθαιροῦντες, ἐκείνων δὲ

τὴν δόξαν ἐπαίροντες, οὐχ ἵνα ἐκείνους ἐγκωμιάσωσιν, ἀλλὰ ἵνα Γαλάτας ἀπατήσωσιν, ἔπειθον ἀκαίρως τῷ νόμῳ προσέχειν. Εἰκότως οὖν οὕτως ἤρξατο. Ἐπεὶ γὰρ τὴν μὲν αὐτοῦ 61.614 διδασκαλίαν ἐξηυτέλιζον, παρὰ ἀνθρώπων αὐτὴν λέγοντες εἶναι, τὴν δὲ Πέτρου παρὰ τοῦ Χριστοῦ, ἐκ προοιμίων εὐθέως πρὸς τοῦτο ἵσταται, λέγων ἀπόστολος εἶναι, οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπων. Ἐβάπτισε μὲν γὰρ αὐτὸν Ἀνανίας, ἀλλ' οὐκ ἐκεῖνος τῆς πλάνης ἀπήλλαξεν, οὐδὲ πρὸς τὴν πίστιν ἤγαγεν· ἀλλ' αὐτὸς ἄνωθεν ὁ Χριστὸς τὴν θαυμαστὴν ἐκείνην πρὸς αὐτὸν ἀφῆκε φωνὴν, δι' ἧς αὐτὸν ἐσαγήνευσε. Τὸν μὲν γὰρ Πέτρον καὶ τὸν ἀδελφὸν αὐτοῦ, καὶ Ἰωάννην καὶ τὸν ἀδελφὸν τὸν ἐκείνου, περιπατῶν παρὰ τὴν θάλασσαν ἐκάλεσε, τὸν δὲ Παῦλον εἰς οὐρανοὺς ἀνελθών. Καὶ ὥσπερ οὐκ ἐδεήθησαν ἐκεῖνοι δευτέρας φωνῆς, ἀλλ' εὐθέως ἀφέντες τὰ δίκτυα καὶ πάντα τὰ ἄλλα ἠκολούθησαν αὐτῷ· οὕτω καὶ οὗτος ἀπὸ τῆς πρώτης κλήσεως πρὸς ἄκραν ἀνέβη κορυφὴν, ὁμοῦ τε βαπτισάμενος καὶ πόλεμον ἄσπονδον πρὸς Ἰουδαίους ἑλόμενος, καὶ ταύτῃ μάλιστα τῶν ἀποστόλων πλεονεκτήσας· Περισσότερον γὰρ αὐτῶν ἐκοπίασα, φησίν. Ἀλλὰ τέως οὐ κατασκευάζει τοῦτο, ἀλλ' ἀγαπᾷ τὰ ἴσα φέρων. Τὸ γὰρ σπουδαζόμενον ἦν αὐτῷ, οὐ δεῖξαι ἑαυτὸν ἐκείνων ὑπερέχοντα, ἀλλὰ τῆς πλάνης καταλῦσαι τὴν ὑπόθεσιν. Τὸ μὲν οὖν, Οὐκ ἀπ' ἀνθρώπων, κοινὸν ἁπάντων ἦν· ἄνωθεν γὰρ τὴν ἀρχὴν καὶ τὴν ῥίζαν ἔχει τὸ κήρυγμα· τὸ δὲ, Οὐ δι' ἀνθρώπων, ἴδιον τῶν ἀποστόλων· οὐ γὰρ δι' ἀνθρώπων ἐκάλεσεν αὐτοὺς, ἀλλ' αὐτὸς δι' ἑαυτοῦ.